De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
"∆εῖξον ἡμῖν τὸν Πατέρα," καὶ οὐχὶ τὴν θέλησιν ἔφασκε τοῦ Πατρός. Ἑαυτὸν δὲ παριστὰς εἰς εἰκόνα τοῦ Πατρὸς ὁ Υἱός, "Ὁ ἑωρακὼς ἐμέ," φησίν, οὐχὶ τὴν θέλησιν τοῦ Πατρός· αὐτὸν δὲ μᾶλλον τεθέαται τὸν Πατέρα. Καίτοι ἐχρῆν δήπου τὸν ἀψευδεῖν ᾑρημένον, μᾶλλον δὲ οὐκ ἔχοντα δόλον ἐν τῷ στόματι αὐτοῦ, τόγε ἐκείνοις δοκοῦν, ἀλλὰ μὴ τοῦτο εἰπεῖν, εἴπερ ἦν οὐχ ὧδε ἔχων. Ἀλλ' ὁ μόνος εἰδὼς τὸν Πατέρα καὶ ὑπὸ μόνου διεγνωσμένος τοῦ Πατρὸς οὐ ψιλῆς ἡμῖν καὶ ἀνυπάρκτου θελήσεως εἰκόνα, χαρακτῆρα δὲ μᾶλλον τῆς ὑποστάσεως τοῦ γεγεννηκότος ἑαυτὸν ἀπέφηνεν εἰπών· "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα." {Β.} Ἀλλ' εἴπερ ὧδε φρονεῖν ἔκ τε τοῦ εἰκότος καὶ πρὸς αὐτῆς ὄντως τῆς ἀληθείας ἀναπεπείσμεθα, τρίβον μὲν ἴμεν τὴν ἀγαθήν· πλὴν ἴσθι τοι κἀκεῖνο ἐροῦντας· ὅ τινος, ὦ βέλτιστοι, χαρακτὴρ εἴη δήπου πάντως ἂν οὐκ ἐν ὑποστάσει τῇ καθ' ἑαυτόν, ἀλλ' οὐδ' ἂν ἰδίαν ἔχοι τὴν ὕπαρξιν, νοοῖτο δ' ἂν μᾶλλον ἐν ὑποκειμένῳ καὶ ὡς ἐν τάξει συμβεβηκότος, εἰ καὶ ἀχωρίστως ἐνείη τυχόν, καθάπερ ἀμέλει τὰ εἴδη τοῖς σώμασιν. Ἀνύπαρκτος οὖν ὁ Υἱός, εἴπερ ἐστὶ καθ' ὑμᾶς ὡς χαρακτὴρ ἐν τῷ Πατρί. {Α.} Ἀχρεῖον, ὡς ἔοικε, καὶ τοῖς ἄγαν αἰσχροῖς ἐναρίθμιον τὸ βούλεσθαί τι νοεῖν ἄριστά τε καὶ ἀδιαπτώτως, πάρα 558 γε τοῖς οὕτω διεστραμμένοις· τὸ δὲ ἀρρωστοῦν εἰς σύνεσιν ἐντετίμηταί που· καὶ παρατροπῆς μὲν ἀεὶ τῆς ἐπὶ τὸ λίαν εὐηθικός, τὸ ἰσοστατοῦν οὐδέν, ἐν μοίρᾳ δὲ τῇ αἰσχίονι τὸ εὖ ἔχειν ὑπειλημμένον. Ἦ οὐκ ἄμεινον ἐννοεῖν ὡς τὴν μὲν τοῦ Υἱοῦ φύσιν, ἥτις ποτέ ἐστι, νῷ μὲν ἐπαθρῆσαι τῷ καθ' ἡμᾶς ἀνέφικτον παντελῶς, μεῖζον δὲ εἰπεῖν ἢ κατὰ δύναμιν λόγου; "∆όξα γὰρ Κυρίου κρύπτει λόγον," κατὰ τὸ γεγραμμένον. Ἐκ πλείστων δὲ ὅσων θεωρημάτων, τὴν ὡς ἐν ἐσόπτρῳ γνῶσιν οὐκ ἀνιδρωτὶ καὶ μόλις ἐρανιζόμεθα, ἰσχναῖς δὲ δὴ λίαν καὶ οἱονεὶ κατερρινημέναις φαντασίαις ἐννοιῶν τὴν ὡς ἐν αἰνίγμασι θέαν εἰς νοῦν συναγείροντες, τὸ ἀκλινὲς ἐν πίστει κερδαίνομεν. Ἐπειδὴ δὲ ἐν κτίσμασι καὶ τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν οὐδὲν ἀκριβῶς καὶ μονα δικῶς ἐξήσκηται πρὸς ἐμφέρειαν τῆς ἀνωτάτω φύσεώς τε καὶ δόξης, συνίεμεν μόλις τὰ περὶ αὐτῆς, τὸ τελοῦν εἰς δήλωσιν ἀφ' ἑκάστου τῶν ὄντων χρειωδῶς ἁρπάζοντες· σπιθαμῇ δὲ ὥσπερ μετροῦντες τὸν οὐρανόν, βραχεῖ κομιδῇ τῷ γε ἐν ἡμῖν ὄντι νῷ πρὸς τὰ ἐπέκεινα νοῦ παντὸς ἀναμύειν οὐ παραιτούμεθα, φῶς τε καὶ ζωὴν καὶ σοφίαν καὶ δύναμιν καὶ ἕτερα ἄττα πρὸς τούτοις φαμὲν εἶναι τὸν Υἱόν. Ὠνόμασται γὰρ οὕτω παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, ἀλλ' οὐχ ἑκάστῳ τῶν ὀνομάτων τὴν ἄρρητον αὐτοῦ φύσιν ἐγκατακλείοντες, ἐκ διαφόρων αὐτὸν συγκεῖσθαί φαμεν, καὶ εἰς ἕν τι τὸ ἀρτίως ἔχον ἀναπεπλέχθαι μόλις. Ἁπλοῦς γάρ ἐστι καὶ μονοειδής, ἀλλ' ἐκ πλείστων ὅσων τῶν αὐτῷ προσπεφυκότων οὐσιωδῶς, εἰς αὐγὰς ὥσπερ ἴμεν ἰσχνὰς τῆς ἐπ' αὐτῷ θεωρίας καὶ συμμέτρου περιωπῆς. Εἰ τοίνυν λέγοιτο χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρός, ἀχωρίστως τε ἅμα καὶ προσπεφυκότως συνυπάρχοντα νόει, καὶ οἱονεὶ τὸ εἶδος αὐτοῦ τοῦ γεγεννηκότος. Ἡνίκα δ' ἂν καὶ ἀπαύ γασμα μονονουχὶ φωτὸς προέντος τε καὶ ἀπαστράψαντος, εἰς νοῦν ἔχε τὴν ἐκ Πατρὸς οἱονεί πως εἰς τὸ ἔξω διεκδρομήν, οὔτε εἰσάπαν ἀπηλλαγμένως τῆς ὅθεν ἐστὶν ὑποστάσεως, οὔτε μὴν εἰσάπαν συνεσταλμένως, προεκκύπτουσαν δὲ ὥσπερ εἰς τὸ ὑφεστάναι καθ' ἑαυτὴν καὶ εἰς ὕπαρξιν ἰδικήν. Ἐμφιλοχωρεῖ μὲν γὰρ τῇ τοῦ Πατρὸς φύσει, μονο νουχὶ ῥίζαν ἔχων αὐτὴν ὁ Υἱὸς καὶ τομῆς τῆς εἰσάπαν οὐκ ἀνεχόμενος, πλὴν ὑφέστηκεν ἰδικῶς, καὶ ἔστιν Υἱὸς ἀληθῶς, οὐκ ἀνυπόστατος χαρακτήρ, οὐδὲ ἀνυπάρκτως ἐπερριμμένος, ἢ συμβεβηκώς, ὡς εἶδος ἐν σώματι. Ζωὴ 559 γὰρ ὢν κατὰ φύσιν, πῶς ἂν νοοῖτο μὴ ὑφεστάναι; Ἦ οὐ διεπύθου λέγοντος· "Ἐγώ εἰμι ὁ ὤν, τοῦτό μού ἐστιν ὄνομα, καὶ μνημόσυνον αἰώνιον γενεαῖς γενεῶν;" {Β.} Εὖ λέγεις. Εἰς καιρὸν δὲ ἡμῖν ὄντα τε ἔφης καὶ ζωὴν τὸν Υἱόν, ὡς χαρακτῆρά που πάντως καὶ ὁμοίωσιν ἀκριβῆ τοῦ ὄντος τε καὶ ζῶντος Πατρός. Ἀλλὰ τί δῆτα, φασίν, εἴπερ ὧδε ἔχει, ζωὴν δέχεται παρὰ τοῦ Πατρός; Ἔφη γὰρ αὐτός· "Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ δέδωκε ζωὴν