100
μαλακοὶ πρὸς μάχας καὶ ἀπραγμοσύνῃ μᾶλλον συζῶντες, ὀλίγα ἔχειν ἢ πολλὰ πολυπραγμονοῦντες αἱρούμενοι. Τούτων δὲ τὸν ἥλιον αἰτιάσαιτ' ἄν τις φυσικευόμενος, τῷ μὲν ὁμιλεῖν ὀλίγα καὶ πρὸς ὀλίγον οὐ μετρίως θερμαίνοντα τὸν ἐγκέφαλον, ὅθεν καὶ ἡ εὐφυΐα προσγίγνεσθαι πέφυκε, τὸ δέρμα δὲ συμπιλοῦντα ἀπεργαζόμενον τοῖς μέλεσι τὴν στερρό τητα, ἐπὶ δὲ θάτερα τῶν μερῶν τῷ ἐπὶ πλέον ὁμιλεῖν θερμαίνοντα μὲν εἰς εὐφυΐαν, ἔκλυτον δ' εἰς ἀνδρίαν ἀπεργαζόμενον τὴν ὁλομέλειαν τῶν σωμάτων· συμμετατίθεσθαι γὰρ τοῖς σώμασι τὰς ψυχὰς ὁ φυσικὸς λόγος δίδωσι. ∆ιά τοι ταῦτα καὶ πρότερον μὲν πολλοῦ ἐτίμων τὸ Σκυθικὸν Αἰθίοπες, κατὰ δουλείαν μὲν κτώμενοι, ἄλλως δὲ στρατιώταις ὑπὲρ αὐτῶν χρώμενοι. Τότε δὲ καὶ εἰς αὐτὴν τὴν ἀρχὴν καταστάντος Σκύθου, τὸ Σκυθικὸν ἀνεζητεῖτο, ὡς στρατεύματος σφίσιν ἐκεῖθεν συστησομένου, ὅπερ οὐκ ἄλλως ἦν αὐτοῖς ὠνουμένοις μετακομίζειν, εἰ μὴ διὰ τοῦ στενοῦ τις Εὐξείνῳ προσβάλλοι θαλάσσῃ· τοῦτο δὲ ποιεῖν μὴ ἀξιοῦντας τὸν βασιλέα ἀμήχανον. ∆ιὸ καὶ πολλαῖς ἐδωρεῖτο τοῦτον ἀποστολαῖς, ἐφ' ᾧ τὰς ἐκεῖθεν δια 239 πλωϊζομένας νῆας ῥᾳδίως Εὐξείνῳ προσβάλλειν, καὶ τοὺς ἐν αὐταῖς πολλὰ διδόντας μείρακας Σκυθικοὺς ἐξωνεῖσθαι καὶ πρὸς τὰ ἴδια ἐπανήκοντας φέρειν· ὃ δὴ καὶ πολλάκις γεγονὸς ἔγνωμεν, ἐκεῖθεν μὲν τῶν χαρισμάτων πρὸς βασιλέα διαπεμπομένων, ἐντεῦθεν δ' ἀνοιγομένης σφίσι τῆς πρὸς ἐκείνους κελεύθου.
δʹ. Περὶ καμηλοπαρδάλεως, ὁποῖόν ἐστιν. Ἐν δὲ τοῖς χαρίσμασιν ἦν καὶ καμηλοπάρδαλις, ζῷον ἀσύνηθες καὶ θαυμάσιον, περὶ οὗ ὀλίγα βούλομαι λέγειν, τοῖς μὲν ἰδοῦσιν ὑπόμνησιν, τοῖς δὲ μὴ θεασαμένοις διδασκαλίαν. Σῶμα τούτῳ μέτριον κατ' ὄνους οὓς κάνθωνας ὀνομάζομεν· δέρμα κατὰ παρδάλεις λευκὸν καὶ πυρραῖς φολίσι κατάστικτον· θέσις σώματος κατὰ τὰς καμήλους ἐξ ὀπισθίων βουβώνων ἐς ὤμους ἀνωφερές, τῶν ἐμπροσθίων ποδῶν ὑπερκειμένων αὐτάρκως τῶν ὄπισθεν· τράχηλος κατὰ γεράνους ἐπὶ μήκιστον ἐκτεινόμενος καὶ ἐς κεφαλὴν ἀναγόμενος, ὡς ἀγέρωχον τὸ ζῷον ἐγκαθιστᾶν· κεφαλὴ βαιὰ καὶ καμη λοειδὴς τῷ σχήματι· λευκὸν τὴν κοιλίαν, καὶ ἀπὸ τραχήλου διὰ ῥάχεως πάσης καὶ ἕως οὐρᾶς μετρίας γραμμὴν ἐπὶ στάθμην μέλαιναν ἰθύντατα περικείμενον· πόδες λεπτοὶ κατ' ἐλάφους καὶ διχηλοῦντες. Ἥμερον δ' ἄλλως, ὡς καὶ παισὶ παίζεσθαι ἀγόμενον ἐκ ῥινός, καὶ πειθήνιον ἐς ὅπου θέλοις ὁρμᾶν· ποηφάγον καὶ ἄρτῳ καὶ κριθῇ κατὰ τὸ πρόβατον ψωμι ζόμενον· τὸ δ' ἦθος χειρόηθες. Ἡ δ' ἄμυνα τούτῳ πρὸς τὸ λυποῦντῷ μεγίστῳ γὰρ μέρει καὶ τοῦτο φιλοτιμεῖται τοῖς ζῴοις ἡ φύσις, ὡς, εἴ τις ἐπιτίθοιτο, προσαμυνεῖσθαιοὐχ ὁπλῇ κατὰ τοὺς ἵππους, οὐ κέρατι κατὰ βοῦςοὐδὲ γὰρ κέρασιν ἔστεπται, οὐκ ὀδόντι κατὰ τοὺς κάπρους, οὐκ ὄνυξι κατὰ τὰς γαλᾶς, μόνοις δὲ τοῖς ὀδοῦσιν, οἶμαι, διὰ δηγμάτων μετρίων, ὅσον καὶ ἀποσοβεῖν τὸ λυποῦν μὴ βλάπτον· οὐδὲ γάρ τις ἰὸς τοῖς ὀδοῦσιν ἐντέθραπται κατ' ἐκεῖνα ἃ δὴ τοῖς τοιούτοις ἡ φύσις ὁπλίζει. Τοῦτο, ὡσεί τι τέρας, ἐκεῖθεν πρὸς βασιλέα διακομισθέν, ἑκάστης θέαμα ἦν καὶ τρυφὴ τοῖς ὁρῶσι δι' ἀγορᾶς ἑλκόμενον. 241 Ἀλλὰ ταῦτα μὲν τῷ κρατοῦντι πεπράχαται δοκήσει τοῦ συνοίσειν τοῖς ἡμετέροις. Καὶ ὅσον μὲν εἰς εἰρήνην ἀνυστὸν ἦν τὸ πραγματευόμενον, ἄλλως δὲ καὶ ἐς μέγιστον ἐλυμήνατο.
εʹ. Ὅπως αὐξηθέντες Αἰθίοπες τὰ κατὰ Συρίαν διεπράξαντο καὶ τὰ κατὰ τὸν Νογᾶν. Ταῖς γὰρ συνεχέσι μετακομίσεσι τῶν βορέαθεν μειρακίσκων πλῆθος ἐν καιρῷ συστὰν στρατιωτικὸν ηὔξησέ τε τὴν τῶν Αἰθιόπων ὁρμὴν καὶ ὑπὲρ τὰ ἐσκαμμένα ἐπήδων, ὡς πολλάκις, τῷ κατὰ σφᾶς ἀσφαλεῖ θαρροῦντας, ὑπερορίους ἐκφέρειν πολέμους καὶ κατὰ χριστιανῶν ἀνδρίζεσθαι. Τῶν γὰρ Ἰταλῶν τὴν τῆς Συρίας ἁπάσης παραλίαν κατεχόντων καὶ Φοινίκης ἀρχόντων καὶ αὐτῆς Ἀντιοχείας τὸ κράτος ἐχόντων, διαμφισβητούντων δ' ἐξ ὑπερτέρας ἰσχύος καὶ τῶν τῆς Παλαιστίνης τόπων, ὡς ἁγιότητος δόξαν ἐχόντων, καὶ μάλα εἰκότως διὰ τὰς ἐκεῖσε τοῦ Σωτῆρος διατριβὰς καὶ τὰ πάθη καὶ τὰ τῆς οἰκονομίας τεραστικά, αὐτοί γε, θαρσήσαντες ταῖς