Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
Νεμελί, ὅπερ ἑρμηνεύεται μυῖα, φησὶ περὶ τοῦ Σολομῶντος καὶ τῶν μυιῶν ψεῦδός τι εὔηθες, ὅπερ καί φησι. ∆έκατον τέταρτον, ὅτι ἐν τῷ κεφαλαίῳ τῷ Ῥουβεπᾷ φησι περὶ τοῦ Σολομῶντος καὶ τοῦ σκώληκος ὁμοίως τῷ ἀνωτέρῳ ψεύδει. ∆έκατον πέμπτον, ὅτι ἐν τῷ βιβλίῳ τῶν διηγήσεων ἀποδίδωσι τὴν αἰτίαν, δι' ἧς ὁ οἶνος κεκώλυται αὐτοῖς. ∆έκατον ἕκτον, ὅτι ὁ κτιστὸς οὐρανὸς οὗτος γέγονεν ἐκ καπνοῦ, ἡ δὲ θάλασσα ἐξ ὄρους τινὸς Κὰφ ὀνομαζομένου. ∆έκατον ἕβδομον, ὅτι τὸν ἥλιον καὶ τὴν σελήνην ἴσα φωτὸς καὶ δυνάμεώς φησι γενέσθαι. ∆έκατον ὄγδοον, ὅτι προσκληθέντος τούτου παρὰ τοῦ Γαβριὴλ ἀνελθεῖν εἰς τὸν οὐρανὸν καὶ τοῦ θεοῦ θέντος τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτῷ καὶ τοσαύτης ψύξεως αἴσθε σιν λαβεῖν αὐτόν, ὡς διελθεῖν ταύτην μέχρι καὶ νωτιαίου μυελοῦ. Ἔννατον δέκατον, ὅτι ἐν τῷ κεφαλαίῳ Σάδ, ὡς ἄγγελοι ὄντες δαίμονες καὶ προ σταχθέντες παρὰ τοῦ θεοῦ προσκυνῆσαι τὸν Ἀδὰμ οὐκ ἠθέλησαν ποιῆσαι τοῦτο, κα θὼς καὶ πάντες οἱ ἄγγελοι προσεκύνησαν αὐτόν, καὶ διὰ τοῦτο ἐγένοντο δαίμονες. Εἰκοστόν, ὅτι ἀποδίδωσι τὴν αἰτίαν, δι' ἣν κεκώλυται αὐτοῖς ἐσθίειν τὰ ὕεια κρέα. Εἰκοστὸν πρῶτον, ὅτι πρὸς τῷ τέλει τοῦ κόσμου ἀποκτενεῖ ὁ θεὸς πᾶσαν τὴν φύσιν ἀγγέλων καὶ ἀνθρώπων. Εἰκοστὸν δεύτερον, ὅτι συνεγράψατο βιβλία δύο καὶ δέκα χιλιάδας λόγους ἔ χοντα θαυμαστοὺς καὶ ἀπὸ τούτων οἱ μὲν τρισχίλιοί εἰσιν ἀληθεῖς, οἱ δὲ ἕτεροι ψευδεῖς. Εἰκοστὸν τρίτον, ὅτι ἐν τῷ βιβλίῳ τῷ Κεραμάρ φησιν, ὡς ἔσχισε τὴν σελήνην εἰς δύο τμήματα· καὶ τὸ μὲν ἥμισυ ἀπὸ τούτων εἰσῆλθον εἰς τὸν χιτῶνα αὐτοῦ, τὸ δὲ ἕτερον ἥμισυ ἔπεσεν εἰς τὴν γῆν· καὶ αὖθις ἀποκατέστησεν αὐτὴν σῴαν. Εἰκοστὸν τέταρτον, ὅτι ὁ θεὸς καὶ οἱ ἄγγελοι εὔχονται ὑπὲρ τοῦ Μωάμεθ. Εἰκοστὸν πέμπτον, ὅτι ἐν τῷ κεφαλαίῳ τῷ Ἐλμαϊδᾶ, ὅπερ ἑρμηνεύεται τράπε ζα, μὴ εἶναι τοὺς Ἑβραίους καὶ τοὺς χριστιανοὺς υἱοὺς θεοῦ ἢ φίλους διὰ τὸ παι δεύεσθαι αὐτούς. Τὰ τοῦ τρίτου λόγου κεφαλαία εἰσι ταῦτα Πρῶτον, ὅτι οὐκ ἔστι δυνατὸν τὸν θεὸν υἱὸν ἄνευ γυναικὸς ἔχειν. ∆εύτερον, ὅτι, εἰ υἱὸν εἶχεν ὁ θεός, σχίσματα ἂν ἐγένοντο μέσον αὐτῶν. 444 Τρίτον, ὅτι ἐν τῷ κεφαλαίῳ τῷ Ἐλνεσᾶ, ὅπερ ἑρμηνεύεται γυναῖκες, λόγον θεοῦ καὶ ψυχὴν θεοῦ καὶ πνοὴν θεοῦ λέγει εἶναι τὸν Χριστόν. Τετάρτον, ὅτι ἐκ τῆς παρθένου ὁμολογεῖ γεγεννῆσθαι τὸν Χριστὸν ἄνευ ἀν δρός. Πέμπτον, ὅτι ἀρνεῖται τὸ τὸν Χριστὸν εἶναι υἱὸν θεοῦ καὶ θεόν, ἀλλὰ καὶ τὴν τούτου σάρκωσιν· ψιλὸν δὲ μόνον ἄνθρωπον λέγει τοῦτον κατὰ Νεστόριον, ἅγιον δὲ καὶ ὑπὲρ πάντας ἀνθρώπους. Ἕκτον, ὅτι μὴ ἐσταυρῶσθαι τὸν Χριστόν, ἀλλ' ἕτερον ἀντ' ἐκείνου. Ἕβδομον, ὅτι ὁ θεὸς τὸν Χριστὸν πρὸς ἑαυτὸν προσεκαλέσατο εἰς τοὺς οὐρα νούς, περὶ δὲ τὰ τέλη τοῦ κόσμου μέλλει ἐλεύσεσθαι καὶ θανατώσειν τὸν ἀντίχριστον, μετὰ δὲ ταῦτα καὶ αὐτὸν τὸν Χριστὸν ἀποθανεῖν. Ὄγδοον, ὅτι θεοποιοῦνται οἱ Χριστιανοὶ τὴν θεοτόκον· καὶ ὅτι ἐστὶν ἀδελ φὴ τοῦ Μωϋσέως καὶ Ἀαρών.
Τὰ τοῦ τετάρτου λόγου κεφάλαιά εἰσι ταῦτα
Πρῶτον, ὅτι ἀναληφθεὶς εἰς τοὺς οὐρανοὺς ὁ Μωάμεθ ἔστη ἔμπροσθεν τοῦ
θεοῦ καὶ ἀκήκοεν, ὅσα καὶ ἀκήκοε, καὶ αὖθις κατῆλθεν ἐν τῇ γῇ. ∆εύτερον, ὅτι οἱ δαίμονες σωθῆναι μέλλουσι. Τρίτον, ὅτι τοῦ κορᾶν ἐξήγησιν οὐδεὶς τῶν ἀνθρώπων ἀναγινώσκει, οὐδ' αὐ τὸς ὁ Μωάμεθ, ἀλλ' ἢ μόνος ὁ θεός. 5. Ταῦτα οὖν ποιήσας καὶ αὐτοὺς τοὺς ἀθλίους καὶ ταλαιπώρους βαρβάρους διδάξας καὶ ἀμαθὴς καὶ ἄγροικος ὤν, διδάσκαλος ἐγεγόνει. Καὶ τὸ ῥητὸν ἐπληρώθη ἐν αὐτοῖς τὸ λέγον· Τυφλὸς τυφλὸν ὁδηγεῖ καὶ ἀμφότεροι εἰς βόθρον ἔπεσον. Καὶ ἕτερα τρία καὶ δέκα καὶ ἑκατὸν συνεγράψατο μυθάρια, ἑκάστῳ τούτων ὄνομα ἐπι θεὶς ἄξιον τῆς ἀπαιδευσίας αὑτοῦ καὶ μωρολογίας, ὧν ἀπ' αὐτῶν τὴν ἀκαθαρσίαν καὶ πρόδηλον φλυαρίαν τὸ διηγησάσθαι αὐτὰ ἴσον ἐστὶ τὴν τοῦ Αὐγείου κόπρον ἐκκομί σαι κατὰ τὸν Ἡρακλέα. Καὶ τὸ ἔθνος ἅπαν κακῶς σοφισάμενος καὶ ὑφ' ἑαυτὸν ποιη σάμενος καὶ νομοθέτης