100
5. Τούς κατ᾿ ἀρετήν τῆς πράξεως τρόπους λέγει, τούς οἰκοῦντας τήν Ἰουδαίαν· τούς δέ κατά τήν θεωρίαν λόγους τῆς γνώσεως, λέγει τούς οἰκοῦντας τήν Ἱερουσαλήμ.
6. Νοῦ λέγει θάνατον ἐπαινούμενον, τήν πρός πάντα τά ὄντα γνωμικήν ἀπογένεσιν, μεθ᾿ ἥν τήν θείαν χάριτι ζωήν ὑποδέχεσθαι πέφυκεν, ἀντί τῶν ἄλλων τόν αἴτιον τῶν ὄντων ἀνεννοήτως ἀπολαβών.
7. ∆όξαν λέγει τήν ἀόριστον γνῶσιν, καί μηδενί περατουμένην λόγῳ· τιμήν δέ, τήν κατ᾿ ἀρετήν πρός τήν φύσιν τῆς γνώμης ἀκάθεκτον κίνησιν.
(14Β_418> 8. Ἡ ἄληστος γνῶσις, ἀόριστον, φησίν, ἔχουσα περί τήν θείαν ἀπειρίαν, τήν κατά νοῦν ὑπέρ νόησιν κίνησιν, εἰκονίζει διά τῆς ἀοριστίας τήν ὑπεράπειρον δόξαν τῆς ἀληθείας. Ἡ δέ τῆς κατά τήν πρόνοιαν σοφῆς ἀγαθότητος αὐθαίρετος μίμησις, τιμήν φέρει, τήν πρός τόν Θεόν τοῦ νοῦ κατά τήν διάθεσιν ἀρίδηλον, ὡς ἔστι δυνατόν, ἐξομοίωσιν.
9. Κατά τήν ἀναγωγήν τόν ∆αβίδ εἶναί φησι τόν Χριστόν· τήν δέ ταφήν αὐτοῦ, τήν ἐν δικαιοσύνῃ μνήμην ἀσύγκριτον οὖσαν πάσῃ τῇ λογικῇ φύσει. Οὐ γάρ τοῖς κατά φύσιν τῆς σαρκός νόμοις τήν δικαιοσύνην ἐμέτρησε γενόμενος ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος· ἀλλά τήν ὡς Θεῷ φυσικῶς προσοῦσαν αὐτῷ δικαιοσύνην ἐνήργησε διά σαρκός, φυσικῆς ἐνεργείας οὐκ ἀμοιρούσης.
4ος Τόμος 14 Γ ... συνέχεια ... ΠΡΟΣ ΘΑΛΑΣΣΙΟΝ * Ν∆ (54). ΠΕΡΙ ΤΟΥ ΖΟΡΟΒΑΒΕΛ ΚΑΙ ΤΗΣ ΑΥΤΟΥ ΠΡΟΣΕΥΧΗΣ. (14Γ_012> 54. ΕΡΩΤΗΣΙΣ Ν∆' Ἐν τῷ πρώτῳ Ἔσδρα γέγραπται περὶ τοῦ Ζοροβάβελ· Καὶ ὅτε ἐξῆλθεν ὁ
νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων· Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης. Εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, ∆έσποτα τῶν πατέρων, Τί σημαίνει τὸ ἄραι τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλὴμ καὶ τὰ ἑξῆς;
Ἀπόκρισις. Ζοροβάβελ κατὰ τὴν ἀκρίβειαν τῆς ἑβραΐδος καὶ δασεῖαν δέχεται καὶ ψιλὴν
καὶ σύνθεσιν καὶ διαίρεσιν καὶ στιχισμόν. Καὶ δασυνόμενον μὲν τοῦτο τὸ ὄνομα δηλοῖ 'σπορὰν συγχύσεως·' ψιλούμενον δὲ 'ἀνατολὴν συγχύσεως·' συντιθέμενον δὲ 'ἀνατολὴν ἐν συγχύσει·' διαιρούμενον δὲ 'ἀνατολὴν διασπορᾶς·' στιχιζόμενον δὲ 'αὐτὸς ἀνάπαυσις.'
Ζοροβάβελ οὖν ἐστι νοῦς φιλόσοφος, πρῶτον διὰ μετανοίας ἐν τῇ 'συγχύσει' τῆς τῶν παθῶν αἰχμαλωσίας κατὰ 'δικαιοσύνην σπειρόμενος, δεύτερον, ἀνατολὴ συγχύσεως,' φανερὰν ποιούμενος τῶν συγκεχυμένων παθῶν τὴν αἰσχύνην, τρίτον, 'ἀνατολὴ ἐν συγχύσει,' διδοὺς φωτισμὸν διὰ γνώσεως ἐν τῇ συγχύσει τῆς πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐνεργείας καὶ (14Γ_014> οὐκ ἐῶν λόγου χωρὶς αὐτὰς προσβάλλειν τοῖς αἰσθητοῖς, τέταρτον, 'ἀνατολὴ διασπορᾶς,' παρέχων ταῖς