ψαλμῷ. 118p.3 ∆ιὰ τοῦτο δὲ ἐνταῦθα καὶ τὰ στοιχεῖα προτέτακται, ινα δηλωθῇ τοῖς ἐντυγχάνου σιν, οτι τὰ στοιχεῖά ἐστιν ἡ γνῶσις τοῦ ἠθι κοῦ τόπου· μέμνημαι τηρήσας καὶ ἐπὶ τοῦ ριαʹ καὶ ἐπὶ τοῦ ριβʹ ψαλμοῦ, τίνα τρόπον κἀκεῖνοι οἱ ψαλμοὶ ἠθικοὶ οντες, ειχον τὴν ἀρχὴν τῶν στίχων ἀπὸ τῶν παρ' ̔Εβραίοις στοιχείων. ̓Εκεῖ μὲν ουν ἡ στοιχείωσις οὐκ ἐκτέταται, ἀλλὰ διὰ βραχέων παραδέδοται. 118p.4 ̓Ιστέον τοίνυν, ωσπερ αλλα, ουτω καὶ ταῦτα ἐν Πνεύματι ἁγίῳ γεγράφθαι, λόγον τε εχειν οὐκ εὐκαταφρόνητον. Καὶ ἡ αἰτία τοῦ εκαστον τῶν στοιχείων ὀκτάκις παρ' ̔Ε βραίοις εἰρῆσθαι ἐν τούτῳ τῷ ψαλμῷ. ̓Ελθὲ τοίνυν ἐπὶ τὸν ὀκτὼ ἀριθμὸν, καὶ ει που ὠνο μάσθη ἐν τῇ γραφῇ, παραλάμβανε αὐτὸν, καὶ ἐπὶ τίνι ειρηται, καὶ εσται σοι χρήσιμος ὁ λόγος πρὸς τὸ ἰδεῖν, οτι εκαστον στοιχεῖον τελείωσίς ἐστιν αμα τῷ ἀριθμῷ, ὡς μήτε πρὸς εἰσαγωγὴν οὐδέπω, ἀλλὰ κατὰ μονά δα. 118p.5 Οταν δὲ τελειώμεθα ἐν τοῖς στοιχεί οις, ὁ ἑπτὰ ἀριθμὸς ἀτιμητέος ἡμῖν, οτι δὴ καὶ τῇ υλῃ ἀνίεται ουτος, ειπερ ἐστὶν ὁ ἑπτὰ σημεῖον ὑλικῆς παχύτητος· ὁ δὲ ὀκτὼ ἀρχὴ τῆς ἀϋλοτέρας μείζονος καταστάσεως. Εἰ γὰρ καὶ τὰ μάλιστά φαμεν καὶ τὸν εξ τὴν κοσμικὴν σχετικῶς υλην ὑποδηλοῦν, ἀλλ' ουν γε τὸν μὲν εἰς τὴν κατὰ πόσον ὁλότητα ἀνα φέρομεν, τὸν δὲ εἰς τὴν καθ' εξιν τελείωσιν, καθ' ην τις ἀποσμήχεται τὰ ῥυπάσματα τῆς ψυχῆς καὶ καθαίρεται. 118p.6 Κατὰ τὸν ὀκτὼ ἀριθμὸν, ἀκάθαρτός τίς ἐστι μέχρι τῶν ἑπτὰ ἡμερῶν. Πρὶν γὰρ ελθῃ ἡ ὀγδόη τοῦ Κυρίου ̓Ιησοῦ Χριστοῦ ἡμέρα, ολος ὁ κόσμος ἀπερικάθαρτος ην καὶ ἀκρόβυστος· οτε δὲ ηλθεν ἡ ὀγδόη τῆς ἀνα στάσεως Χριστοῦ ἡμέρα, ἀθρόως πάντες ἐκαθαρίσθημεν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες καὶ συναναστάντες, ως φησιν ὁ ἀπόστολος. ̓Επεὶ ουν διὰ τῆς στοιχειώσεως καθαίρεται ἡμῶν ἡ ψυχὴ, μανθανόντων τὸν ἠθικὸν τόπον, καὶ τελειουμένων ἐν τῇ γνώ σει αὐτοῦ, διὰ τοῦτο ὁ ὀκτὼ ἀριθμὸς παρε λήφθη καθ' εκαστον τῶν στοιχείων ἐν τῷ προκειμένῳ. ̓Εν τούτῳ γοῦν τῷ ψαλμῷ, τὴν τῶν ἁγίων διαγράφει πολιτείαν, τοὺς ἀγῶ νας, τὰς θλίψεις, τὰ σκάμματα καὶ τὰ βρα βεῖα. 118.1 Μακάριοι αμωμοι ἐν ὁδῷ, οἱ πορευό μενοι ἐν νόμῳ Κυρίου. Τί ουν ἐστιν τὸ αμωμον ειναι ἐν τῷ ὁδῷ; Τὸ πορεύεσθαι ἐν νόμῳ Κυρίου, καὶ μὴ εξω βαίνειν τοῦ νόμου, μηδὲ ἁμαρτάνειν, ἀλλὰ προκόπτειν καὶ ὁδεύειν ἐπὶ τὴν ἀρετήν. Γί νεται δὲ αὐτοῖς αμωμος ἡ ὁδὸς ἐν τῷ θείῳ καὶ πνευματικῷ νόμῳ πορευομένοις. Νόμος γὰρ Κυρίου αμωμος. ̓Αμώμως δὲ ὁδεύει, [ὁ] τοῖς εμπροσθεν ἐπεκτεινόμενος, τῶν δὲ οπισ θεν ἐπιλανθανόμενος· ὁ μὴ στρεφόμενος εἰς τὰ ὀπίσω, μὴ ἐκκλίνων δεξιᾷ η ἀριστερᾷ, μὴ ἀποσφαλλόμενος, μὴ ἱστάμενος, μὴ ἀνα μένων, ἀλλὰ ὁδεύων καὶ ὀρεγόμενος τοῦ προ κειμένου. ̓Επειδὴ δὲ ὁ Σωτήρ φησιν· ̓Εγώ εἰμι ἡ ὁδὸς, θέλομεν καὶ κατὰ τοῦτο ἰδεῖν πῶς οἱ μέν εἰσιν αμωμοι ἐν ὁδῷ, οἱ δὲ οὐ τοιοῦτοι. Οἱ περὶ Χριστοῦ φρονοῦντες ὑγι είως, καὶ μὴ σφάλλεσθαι ἀνεχόμενοι ἐν τοῖς δόγμασι τοῖς περὶ αὐτοῦ, μακάριοί εἰσιν ου τοι, αμωμοι ἐν ὁδῷ. Οσοι δὲ περὶ Χριστοῦ φρονοῦσιν ἐσφαλμένως, ουτοι ἐστήρηνται τοῦ τοσούτου μακαρισμοῦ. -Τί ουν λέγει ὁ πρῶτος μακαρισμός; Νοητέον πρῶτον ὁ δεῦσαι, ειτα φθάσαι ἐπὶ τέλος. 118.2 Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρ τύρια αὐτοῦ· ἐν ολῃ τῇ καρδίᾳ ἐκζητήσου σιν αὐτόν. Τί καλὴ ἡ τάξις; πολιτευτέον γὰρ, καὶ τὰ εθη κατορθωτέον, πρὶν ηκειν ἐπὶ τὴν ἐξέτα σιν τῶν θείων λογίων. Κατὰ γὰρ ψυχὴν δεῖ ἐξερευνᾶσθαι τὰ μαρτύρια τοῦ Θεοῦ. Σπεί ρατε γὰρ, φησὶν ὁ προφήτης, ἑαυτοῖς εἰς δι καιοσύνην, ὡς τρυγήσητε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοὺς εἰς φῶς γνώσεως. Οὐ πρῶτον φωτίσατε, ἀλλὰ πρῶτον σπείρατε εἰς δικαιοσύνην, ειθ' ουτω καὶ τρυγήσατε καρπὸν ζωῆς, η ουτω φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. Τί γὰρ οὐ συμβάλλεται τῷ φωτισ μῷ; ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Ου πω γε στίχος ἐστίν; Οἱ γὰρ παρ' ̔Ε βραίοις στίχοι, ὡς ελεγέ τις, εμμετροί εἰσιν, οἱ ἑξαμέτρῳ μὲν, ἡ ἐν τῷ ∆ευτερονομίῳ ᾠ δή· ἐν τριμέτρῳ δὲ καὶ τετραμέτρῳ, οἱ ψαλ μοί. Οἱ στίχοι ουν οἱ παρ' ̔Εβραίοις ετεροί εἰσιν παρὰ τοὺς παρ' ἡμῖν. ̓Εὰν θέλωμεν ἐνθάδε τηρῆσαι