τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέ φειν, καὶ ζῇν αὐτὸν, σοφῶς τῶν προκειμένων ἐμνη μόνευσε ῥημάτων κατασκευάζων· Ὅτι, ἐὰν ἐμοὶ μετανοοῦντι συγχωρήσῃς, καὶ ἐπιστρέφοντι ἱλασθήσῃ, δικαιωθήσῃ ἐν τοῖς λόγοις σου, ὡς ἀληθὴς ἀναδει χθεὶς ταῖς σαῖς ὑποσχέσεσι· καὶ ἐν καιρῷ τῆς ἀντα ποδόσεως, ἐμὲ τὸν ἐκ μετανοίας ἐλεηθέντα εἰς μέσον παραγαγὼν, δικαίως κρινεῖς τοὺς μὴ μετανοή σαντας. Τοῦ αὐτοῦ. Κατ' ἐνέργειαν ἁμαρτάνοντες, καὶ ἀνθρώποις καὶ Θεῷ ἁμαρτάνομεν· κατὰ δὲ διά νοιαν πλημμελοῦντες Θεῷ μόνῳ ἐξαμαρτάνομεν. Ἢ ἀντὶ τοῦ, Σοὶ μόνῳ ἔγνωσται τὸ ἡμαρτημένον. Ἀπόδος μοι τὴν ἀγαλλίασιν, κ. τ. ἑ. Ὧ ὀφείλεταί τι, ἀποδίδοται· ἀποδίδοται οὖν τῇ λογικῇ φύσει ἀγαλλίασις σωτηρίου Θεοῦ· καὶ ὁ τῷ ἡγεμονικῷ στη ριζόμενος πνεύματι οὐ δουλεύσει τῇ ἁμαρτίᾳ. Ὥσπερ «ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπία σαν οἱ οἰκοδομοῦντες αὐτόν·» οὕτως, ἐὰν μὴ ὁ Θεὸς κτίσῃ καρδίαν καθαρὰν ἔν τινι, οὐκ αὐτάρκης πρὸς τοῦτο προαίρεσις καὶ δύναμις ἀνθρωπίνη. Πρῶτον δὲ καρδία κτίζεται καθαρὰ, εἶτα ἐπὶ ταύτῃ εὐθὲς πνεῦμα ἐγκαινίζεται τοῖς ἐγκάτοις, καὶ ταῦτα μὴ ἀνταναιρεθέντος τοῦ ἁγίου Πνεύματος. Εἶτα μετὰ δύο πνεύματα πνεύματι ἡγεμονικῷ τις ὑπὸ Θεοῦ στη ρίζεται, ἵνα ἑδραῖός τις καὶ ἄσειστος ᾖ. 12.1457 ΨΑΛΜΟΣ ΝΑʹ. Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν, κ. τ. ἑ. «Ὁ καυχώμενος, φησὶν Ἀπόστολος, ἐν Κυρίῳ καυχάσθω.» Τοῦ αὐτοῦ. Οὐκ εἶπεν ὄνομα μέσον, ἐμφαῖνον τὸ φαῦλον. Οὐ γὰρ εἶπε, «Τί καυχᾷ;» ἀλλὰ, «Τί ἐγκαυχᾷ;» οὐδέποτε δὲ ἐν ἀγαθῷ λέγεται τὸ «ἐγκαυ χᾶσθαι·» ἀλλ' εἴ τις ἁμαρτάνει, ἐγκαυχᾶται. ∆ύναται δὲ καὶ πρὸς τὸν Σαοὺλ ὁ λόγος εἰρῆσθαι. Τοῦ αὐτοῦ. Εἰ ἔστι δυνατὸς ἐν ἀνομίᾳ, ἔστι καὶ ἀδύνατος ἐν ἀνομίᾳ. Καὶ ὁ μὲν δυνατὸς ἐν ἀνο μίᾳ ἀδύνατος ἐν δικαιοσύνῃ· ὁ δὲ ἀδύνατος ἐν ἀνομίᾳ δυνατὸς ἐν δικαιοσύνῃ. Τοῦ αὐτοῦ. Φαῦλον μὲν τὸ «ἐγκαυχᾶσθαι,» μέσον δὲ τὸ «καυχᾶσθαι.» Ὁ μὲν ἀδύνατος καὶ ἄτονος καὶ ὀλίγος ἐν κακίᾳ, πλεονάζοντος αὐτῷ τοῦ κρείττονος τρόπου, ὡς ἀσθενέστερος ἐν κακίᾳ, ἐγκαλύψαιτο ἁμαρτάνων, καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, μετανοήσειεν ἄν· ὁ δὲ δυνατὸς ἐν κακίᾳ τυφοῦται ἐπ' αὐτῇ, καὶ ἐγκαυχᾶται, ὡς ἐπὶ μεγάλῳ κατορθώματι σεμνυνόμενος. Ἐν πάσῃ δὲ ἡμέρᾳ διδασκόμενός τις τὸν θεῖον λόγον, ἐὰν ἁμαρτάνῃ, καὶ λογίζεται ὅλην τὴν ἡμέραν. Ἢ τὸ, ἡμέραν, φανέρωσιν δηλοῖ, ἢ ὅλον τὸν χρόνον, καθ' ὃν ἀνομεῖ. Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον, κ. τ. ἑ. Τὸ λογιζόμενον, τὸ ἡγεμονικὸν, καὶ ἡ καρ δία, οὐχ ἡ γλῶσσα τοῦ ∆ωὴκ ἀδικίαν ἐλογίσατο. Τὸ δὲ, ἐλογίσατο, ἤτουν ἀδίκους λογισμοὺς, ἐπεὶ «ἐν στό ματι μωρῶν ἡ καρδία αὐτῶν,» διὰ τοῦτο ἡ γλῶσσα τοῦ ∆ωὴκ ἐφθέγξατο· οὐ γὰρ αὐτὴ ἡ λογιζομένη, ἀλλ' ἡ τοῖς λογισμοῖς ἐξυπηρετουμένη. Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, κ. τ. ἑ. Εἰσὶν οἱ ὡσπερεὶ τὰ ἐναντία ἀγαπῶντες· τῷ μή ποτε πάντη ἀνακεῖσθαι ἀρετῇ, μήτε ὅλῃ κακίᾳ προσ έχειν ἐθέλειν· τούτων οἱ μὲν φαυλότεροι κακίαν μᾶλ λον ἀγαπῶσιν ἢ ἀρετήν· οἱ δὲ ἀνάπαλιν. Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, κ. τ. ἑ. Ῥήματα καταποντισμοῦ, διαβάλλων τὸν ∆αυῒδ, ἠγάπησεν ὁ ∆ωήκ. ∆ιὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων, κ. τ. ἑ. Ὁ καθαι ρῶν τὰ μοχθηρὰ οἰκοδομήματα Θεὸς καθαιρεῖ τὸν ∆ωὴκ, ἤτοι τῷ μηδὲ τὸν τοῖχον τῆς οἰκοδομίας αὐτοῦ καταλιπεῖν τὸ πᾶν καὶ ἐξ ὅλων οἰκοδομεῖσθαι κακῶς ἢ ἐπεὶ οἱ χείρους τελευταῖοι οἰκοδομοῦνται, κάκιστος δέ ἐστιν ὁ ∆ωὴκ, ἐγγὺς τοῦ τὸν ἔσχατον ἐχ θρὸν καταργεῖσθαι τὸν θάνατον, ἐπὶ τῷ τέλει καθαι ρεθήσεται. Εἰ δὲ τὸ ῥίζωμα Ἰδουμαίου ∆ωὴκ ἐκτίλ λεται ἐκ γῆς ζώντων, ἐκεῖ πεφύτευτο. 12.1460 Ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλού του αὐτοῦ, κ. τ. ἑ. Μήποτε ἀπὸ τῶν ἡμιόνων, νόθου ζώου, ἐπλούτει, ἐφ' ὧν ἦν ὑπὸ Σαοὺλ κατα στάς. Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, κ. τ. ἑ. «Ὁ καρπὸς τοῦ πνεύματός ἐστι χαρὰ, εἰρήνη, ἀγάπη, μακροθυμία,» κ. τ. ἑ. Τοῦτον τοίνυν τὸν καρπὸν