100
καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σα βαῒν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ ἀναβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι· ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ," καὶ τὰ ἑξῆς. Καὶ αὐτὸς δὲ διὰ τοῦ μακαρίου λέγει ∆αβίδ· "Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι." Καὶ μυρίας δὲ ἑτέρας ἔστιν εὑρεῖν μαρτυρίας ταὐτὸ τοῦτο διδασκούσας. Τούτῳ τοίνυν παραδεδόσθαι λέγει τὸν κοινὸν ἀλάστορα καὶ πολέμιον, καὶ ὑπὸ τούτου γενέσθαι τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέβειαν αὐτοῦ. Τούτοις ἐπάγει· Καὶ ἐξέβαλον αὐτὸν ἐγώ. (ιβʹ.) Καὶ ἐξωλό θρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων. Τοῦ γὰρ Κυρίου νενικηκότος αὐτὸν, καὶ τῆς δυναστείας καὶ τῆς τυ ραννίδος ἔξω πεποιηκότος, οἱ πάλαι λοιμοὶ, καὶ τοῦ Θεοῦ ἀλλότριοι οἱ ἐκ τῶν ἐθνῶν, τῷ θείῳ κηρύγ 81.1125 ματι πεπιστευκότες, παντελῶς αὐτὸν ἐξωλόθρευσαν, καὶ πρόῤῥιζον αὐτοῦ τὴν τυραννίδα ἀνέσπασαν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἔνθα πρότερον εἶχε τὰ τεμένη καὶ τοὺς βωμοὺς, τὰς τῆς φιλοσοφίας ἱδρυσάμενοι στήλας. "Καὶ ἐν πάσαις ταῖς φάραγξιν ἔπεσον οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς." Κλάδους δὲ αὐ τοῦ καὶ στελέχη τὰ παντοδαπὰ εἰδωλεῖα προσηγόρευ σεν, ἐξ αὐτοῦ δεξάμενα τὰς τῆς ἱδρύσεως ἀφορμὰς, ἃ καὶ ἀπὸ τῶν ὀρέων καὶ ἀπὸ τῶν πεδίων φροῦδα παντελῶς διὰ τῶν πάλαι μὲν λοιμῶν, μετὰ δὲ ταῦτα πιστῶν ἐθνῶν, ἀπεφάνθη. "Καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτοῦ πάντες οἱ λαοὶ τῆς γῆς, καὶ ἠδά φισαν αὐτόν." Γνόντες γὰρ αὐτοῦ τὴν ἐξαπάτην, οὐ μόνον ἔφυγον αὐτοῦ τὴν δεσποτείαν, ἀλλὰ καὶ μέχρις αὐτοῦ τοῦ ἐδάφους κατήνεγκαν, τὴν ∆εσποτικὴν ἐντολὴν πληροῦντες τὴν λέγουσαν· "Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." ιγʹ. Ἐπὶ τῇ πτώσει αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγένετο πάντα τὰ θηρία τοῦ ἀγροῦ. Εἴ τις γὰρ, φησὶ, πτηνὸς, καὶ εἰς οὐρανὸν ἔχων τῆς διανοίας τὸ ὄμμα, εὐφραίνεται θεωρῶν αὐ τοῦ τὴν κατάλυσιν, καὶ τῆς ἀσεβείας τὴν γύμνωσιν. Καὶ οἱ πρότερον δὲ θηριώδεις κατὰ τῶν τούτου κλά δων ὁρμήσουσι, καὶ τὰ τῶν εἰδώλων οἰκείαις χερσὶν ἀνασπάσουσι τεμένη· ταῦτα γὰρ στελέχη ὠνόμασεν. ιδʹ. Ὅπως ἂν μὴ ὑψωθῶσι τῷ μεγέθει αὑτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι, καὶ οὐ μὴ δῶσι τὴν ἀρχὴν αὑτῶν ἐν μέσῳ τῶν νεφελῶν, καὶ μὴ ἱστῶνται ἐν τῷ ὕψει αὑτῶν πρὸς αὐτὸν οἱ πίνοντες ὕδωρ. Ὁ τούτου, φησὶν, ὄλεθρος, καὶ ἡ τῆς δυναστείας αὐτοῦ κατάλυσις, ὄνησις ἔσται τοῖς ἄλλοις, καὶ ἀφορμὴ ἀσφαλείας· ὁρῶντες γὰρ τὰ τούτῳ συμβάντα, οὐκ ἀνέξονται ὑπὲρ τὴν ἀξίαν φρονήματι χρήσασθαι· οὐδὲ πειραθήσονται ἁρπάσαι ἀρχὴν τὴν μηδαμόθεν προσήκουσαν· ἐφόδιον εἰς τυ ραννίδα λαμβάνοντες, καθάπερ τινὰ ἀρδείαν, τὴν παρ' ἐμοῦ χορηγηθεῖσαν αὐτοῖς τιμήν. "Ὅτι πάντες ἐδόθησαν εἰς θάνατον." Οὐ γὰρ μόνον αὐτὸς ὁ διάβολος, ἀλλὰ καὶ οἱ τῆς τυραννίδος αὐτῷ κοινωνή σαντες δαίμονες, τὴν πανωλεθρίαν ὑπέμειναν. Ἀλλὰ καιρὸς πάλιν ἐπὶ τὴν ἱστορίαν ἐπανελθεῖν· ἱκανὰ γὰρ καὶ τὰ εἰρημένα διδάξαι, ὡς οὐ μόνον περὶ τοῦ Ναβουχοδονόσορ ἐῤῥέθη τὰ εἰρημένα, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ ἐν ἐκείνῳ ἐνεργήσαντος, καὶ τὴν οἰκείαν αὐτὸν ἀλαζονείαν διδάξαντος. Λέγει τοίνυν ὅτι αὐτὸς ὁ Ναβουχοδονόσορ, καὶ οἱ σὺν αὐτῷ θανάτῳ παραδοθήσονται, ταὐτὰ τοῖς ἄλλοις ἀνθρώποις πεισό μενοι. "Εἰς γῆν βάθους, φησὶν, ἐν μέσῳ υἱῶν ἀν θρώπων ἐπαγομένων εἰς βόθρον." Τούτοις ἐπάγει· 81.1128 ιεʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐν ᾖ ἡμέρᾳ κατήχθη εἰς ᾅδου, ἐθρήνησεν αὐτὸν ἡ ἄβυσ σος, ἐκάλυψε καὶ ἐπέστησε τοὺς ποταμοὺς αὐτῆς, ἐκώλυσε πλῆθος ὕδατος. -Ἄβυσσον δὲ ἐκάλεσε τὰ ὑπήκοα ἔθνη, συστρατεύοντα μὲν αὐτῷ, θρηνοῦντα δὲ οὐ τὴν ἐκείνου σφαγὴν, ἀλλὰ τὴν οἰκείαν ἧττάν τε καὶ ἀναίρεσιν. Ὅτι γὰρ οὐκ ἐκεῖ νον ἐθρήνουν, ἀποχρώντως ἐδήλωσεν εἰρηκώς· Ἐκώλυσε πλῆθος ὕδατος·" τουτέστιν, Οὐκέτι σοι πέμπειν τοὺς φόρους ἀνέξεται. "Ἐσκότασεν ἐπ' αὐτὸν ὁ Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπ' αὐτὸν