De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ὀρφανῶν ἁπάντων, καὶ αὐτὸν ἐπὶ τοῦ εὐωνύμου κατὰ πρόσωπον θέσεως οὔσης τῶν ἀκουβίτων στιχίζειν· εἰσάγειν δὲ αὐτοὺς ἐφ' ἑκατέρων τῶν μερῶν ἄμφω σὺν τῇ εὐλογίᾳ τοῦ πατριάρχου, χοροστατεῖν ἅπαντας πρὸς ἀντίφωνον μελῳδίαν. καὶ ἡνίκα τῶν γʹ ἀντιφωνῶν ἡ ἐκφώνησις λήξει, ἐξάγειν αὐτοὺς ἐκεῖθεν ἅμα ὅθεν καὶ ἐληλύθασιν. ὡρίσθη δὲ καὶ παρὰ Λέοντος τοῦ σοφωτάτου δεσπότου εἰς πλείονα δόξαν καὶ μεγίστην εὐχαριστίαν τῆς περιοδικῆς ταύτης καὶ σεβασμίου τῶν ἑορτῶν εὐωχίας, ἐν τῇ αὐτῇ τελευταίᾳ τῶν ἀκουβίτων ἡμέρᾳ μετὰ τὴν περαίωσιν τῆς λεχθείσης τῶν ἀντιφωνῶν ἀρχαιοπαραδότου κοινῆς μελῳδίας, συνεισάγειν ἡμᾶς ἐν τῷ καιρῷ τῶν δουλκίων τοὺς δʹ τῆς μεγάλης ἐκκλησίας περιφανεῖς δομεστίκους, δηλονότι ἠμφιεσμένους τὰ οἰκεῖα αὐτῶν καμίσια καὶ φελώνια μόνα καὶ ἱστᾷν αὐτοὺς ἐν τῷ μέσῳ τοῦ περιβλέπτου τρικλίνου κατὰ διάστασιν οὕτως· τὸν μὲν αʹ δομέστικον τῆς ἑβδομάδος κατὰ μέσον τῶν ἑκατέρωθεν τεσσάρων λαμπρῶν ἀκουβίτων, τὸν δὲ ἀπ' αὐτοῦ δεύτερον δομέστικον κατὰ μέσον ὁμοίως τῶν ἀπ' αὐτῶν δʹ ἑκατέρωθεν λαμπρῶν ἀκουβίτων, τὸν δὲ γʹ δομέστικον πάλιν ὁμοίως κατὰ μέσον τῶν ἀπ' αὐτῶν ἑκατέρωθεν λαμ 757 πρῶν ἀκουβίτων, τὸν δὲ δʹ κατὰ μέσον καὶ αὐτὸν τῶν ἐξ ἑκατέρων μερῶν καὶ λαμπρῶν ἀκουβίτων. καὶ σὺν τῇ ἐπινεύσει καὶ εὐλογίᾳ τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου ἀπάρχεσθαι αὐτοὺς τὴν τιμίαν καὶ θεάρετον αἴνεσιν τὴν ἐξ οἰκείων χειλέων τοῦ σοφωτάτου καὶ θεοπροβλήτου ἡμῶν βασιλέως Λέοντος ἐξυφανθεῖσαν, καὶ ἅμα τῇ αὐτῆς ἐκφωνήσει καὶ πολυτέχνῳ τῆς χειρονομίας κινήσει ὁμοθυμαδὸν ἅπαντας τοὺς ἀνακειμένους ᾄδειν καὶ συμψάλλειν τὸ ῥηθὲν ἱερὸν ᾆσμα τὸ ἐκ μελισταγῶν χειλέων σταλάξαν ἅπασι τοῖς πιστοῖς ὑπηκόοις. μετὰ δὲ τὴν περαίωσιν τῆς δωδεκαημέρου ταύτης τῶν ἑορτῶν εὐωχίας τελεῖται ἄλλη μεθέορτος ἡμέρα δεξίμου, φέρουσα δεξίωσιν μετὰ σαξίμου. τύπῳ γὰρ τελούμενον τὸ τοῦ δεξίμου πέρας, ἰδικήν τινα κατάστασιν εἰσάγει πάλιν. οἱ γὰρ θεοπρόβλητοι σοφοὶ δεσπόται μετὰ τὴν ἀπόλυσιν τοῦ τυπικοῦ δεξίμου προκαθέζονται πάλιν εἰς πολλῶν ἀντίληψιν, καὶ τελεῖται τὸ κλητώριον ἐπὶ ἀποκοπτῆς τραπέζης, ἐν τῷ λαμπροτάτῳ τρικλίνῳ Ἰουστινιανοῦ τοῦ μεγάλου, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῶν βασιλέων φίλους τοὺς ὑπὸ καμπάγιον ἅπαντας, ἄρχοντας τῆς συγκλήτου, ἀπό τε μαγίστρων, ἀνθυπάτων πατρικίων ὀφφικιαλίων, βασιλικῶν πρω 758 τοσπαθαρίων, ἀσηκρητῶν, χαρτουλαρίων τῶν μεγάλων σεκρέτων, ὑπάτων, ἀντιγραφέων, σιλεντιαρίων, βεστητόρων, ἀπὸ ἐπάρχων, σκηπτροφόρων, σιγνοφόρων, σενατόρων καὶ λοιπῶν ἀρχόντων τῶν δʹ ταγμάτων. δεῖ δὲ προστιχίζειν ἅπαντας κατὰ τὸ ποσὸν τῆς τραπέζης, καὶ εἰσάγειν αὐτοὺς καὶ ἐξάγειν ἅπαντας μετὰ τῶν οἰκείων ἀλλαξιμάτων ἠμφιεσμένους καὶ τὰς ἑαυτῶν χλαμύδας ἐμπροσθίῳ τῷ σχήματι· καὶ δεῖ προσέχειν τῷ τοῦ ὀργάνου φθέγματι, καὶ ἡνίκα τὴν ἀπήχησιν τοῦ φθόγγου παύσῃ, ἐξανιστᾷν ἅπαντας εἰς εὐφημίαν τῶν δεσποτῶν, καὶ αὖθις ἐκτίθεσθαι τὰς ἑαυτῶν χλαμύδας μέχρι τῆς ἀφίξεως τοῦ μίνσου τῶν δουλκίων, καὶ πάλιν ταύτας ἀναλαμβάνεσθαι πάντας, ὅπως ἂν μετ' αὐτῶν συνεξέλθοιεν ἐν τῇ ὁμοίᾳ τάξει. τὸ δὲ ἑπόμενον τῷ δεξίμῳ ἱππικὸν ἆθλον τελεῖται μὲν τῇ ἐπαύριον τοῦ δεξίμου ἡμέρᾳ, καὶ μετὰ τὴν αὐτοῦ ἀπόλυσιν τελεῖται κλητώριον ἐν τῷ τρικλίνῳ τῶν καθισμάτων. καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν φίλους εἰς συνεστίασιν τῶν δεσποτῶν κατὰ τὸ ποσὸν τῆς τραπέζης ἐκ τῆς συγκλήτου πάσης, οἷον μαγίστρους, πατρικίους, πραιποσίτους, ὀφφικιαλίους, πριμικηρίους, ὀστιαρίους, βασιλικοὺς πρωτοσπαθαρίους σὺν τῷ ἀκταρίῳ καὶ τῷ δεκσογράφῳ καὶ τοῖς τοῦ ἡλιακοῦ παραστάταις, ἅμα τῶν σκηπτροφόρων, δρακοναρίων, σημειοφόρων καὶ σιγνοφόρων· εἰσάγειν δὲ αὐτοὺς ἅπαντας μετὰ τῶν οἰκείων ἀλλαξιμάτων χωρὶς τῶν χλανι 759 δίων, τοὺς δὲ τοῦ ἡλιακοῦ παραστάτας μετὰ τῶν οἰκείων σκαραμαγγίων. Μηνὶ Φεβρουαρίῳ. Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ τοῦ Φεβρουαρίου μηνὸς ἑορταζομένης τῆς ὑπαπαντῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν βλαχέρναις, καὶ τελουμένης τῆς λαμπρᾶς προελεύσεως, τελεῖται τὸ βασιλικὸν κλητώριον εἰς τὸν περίβλεπτον τρίκλινον τὸν Ὠκεανὸν πάλαι ἐπικληθέντα ἐπὶ ἀποκοπτῆς τραπέζης, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῶν βασιλέων φίλους ἐκ τῶν συγκλητικῶν, τοὺς ὑπὸ καμπάγιον πάντας, οἷον μαγίστρους, ἀνθυπάτους, πραιποσίτους, πατρικίους, ὀφφικιαλίους, βασιλικοὺς πρωτοσπαθαρίους, συγκλητικοὺς, τὸν πρωτοασήκρητις, χαρτουλάριον τῶν ἐξσκουβίτων, ὑπάτους, βεστήτορας, σιλεντιαρίους, ἀλλαξίματα ἐκ τῶν ταγματικῶν ἀρχόντων, τὸν ἀριθμὸν κατὰ τὸ ποσὸν τῆς τραπέζης· εἰσάγειν