De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἔχειν ἐν ἑαυτῷ." Καὶ μὴν καὶ ἑτέρωθι, καταναρκήσας οὐδέν· "Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ." Πρὸς ἡμᾶς δὲ ὁ Παῦλος, "Ὁ δὲ Θεός, ἔφη, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωοποίησε τῷ Χριστῷ, χαριτί ἐστε σεσωσμένοι, καὶ συνήγερκε, καὶ συνεκάθισεν ἐν τοῖς ἐπου ρανίοις ἐν Χριστῷ Ἰησοῦ." Καὶ ὅλως διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς, ζωοποιούμενός τε παρὰ τοῦ Πατρὸς καὶ ζωῆς ὁρᾶται μέτοχος. Τίνα δὴ οὖν ἄρα τρόπον τἀληθὲς ἀντεξοίσομεν τοῖς δι' ἐναντίας, ὡς ἥδιστα ἄν σου διαπυθοίμην. {Α.} Καὶ μὴν ἄριστά σοι καὶ οὐκ ἀποσκόπως που λέγειν ἐδόκουν, οὐχὶ τῆς βουλήσεως τοῦ Πατρός, ἀλλ' οὐσίας καὶ ὑποστάσεως χαρακτῆρα τὸν Υἱὸν νοεῖσθαι δεῖν, καὶ οὐκ ἀπᾳδόντως τῇ θείᾳ Γραφῇ. {Β.} Ἄριστα μὲν οὖν· ἀποφήσαιμι γὰρ ἂν οὐδαμῶς τό γε ὀρθῶς ἔχον τε καὶ εἰρημένον. {Α.} Ἐν δέ γε τοῖς οὖσιν, ὅσα μὴ μόνον εἰς σχῆμα καὶ εἶδος μεμόρφωται τό τινος, οὐσιώδη δὲ μᾶλλον διεκληρώσατο τὴν ἐμφέρειαν, ὁμοφυῆ δήπου πάντως εἶεν ἄν, καὶ τῆς κατὰ πᾶν ὁτιοῦν ὁμοιότητος ἀνενδεῶς ἐξημμένα. {Β.} Πῶς δὴ φής; Οὐ γάρ μοι μάλα σαφὴς ὁ λόγος. {Α.} Τὸ χαλκοῦ, φέρε εἰπεῖν, ἢ λίθου πεποιημένον ἀνδροειδὲς ἄγαλμα, πότερα τῆς τοῦ δεῖνος οὐσίας ἤγουν εἴδους καὶ μορφῆς ἐξεικονισμὸς εἴη ἄν; {Β.} Εἴδους δηλονότι. {Α.} Ὅ γε μὴν τοῦ δεῖνος υἱός, πρὸς αὐτῆς εἰς τοῦτο πλαστουργηθεὶς τῆς φύσεως καὶ ἄκρως ἐξησκημένος πρὸς ὁμοίωσιν τοῦ γεννήσαντος, λόγοις δὲ δή φημι τοῖς κατὰ τὴν φύσιν, ἆρ' οὐκ ἂν νοοῖτο λοιπὸν φυσική τε καὶ οὐσιώδης εἰκών; {Β.} Ναί. {Α.} Ὄντος δὴ οὖν ἤδη σαφοῦς τε καὶ ἐναργοῦς ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστάσεως χαρακτὴρ ὑπάρχων ὁ Υἱός, ἀδιαλώβητόν τε καὶ ἀπαράσημον τὸ θεῖον ἐν ἑαυτῷ 560 παρέδειξε κάλλος, διαρρήδην εἰπών· "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι·" καὶ "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·" πῶς οὐκ ἀναγκαῖον ἐννοεῖν ὡς τοῖς τῆς θεότητος ἰδιώμασιν ὑπάρχων διαπρεπής, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ, κατ' οὐδένα τρόπον ἀπο λισθήσειεν ἂν τοῦ εἶναι ζωὴ καὶ ζωοποιός, ἵνα μὴ διὰ τῆς εἰκόνος ὑβρίζηταί πως ὁ οὗπέρ ἐστιν εἰκών; Συμβήσεται γάρ, εἴπερ οὐχ ὧδε ἔχει, τό γε ἧκον εἰς τὸν Υἱόν, ὅς ἐστιν εἰκὼν τοῦ Πατρός, ζωὴν μὲν οὐκ ἔτι, ζωῆς δὲ μᾶλλον ἐπιδεᾶ καὶ τῆς παρ' ἑτέρου μέτοχον, καὶ αὐτὸν ἤδη πως ὑποπτεύεσθαι τὸν Πατέρα. Ἢ πῶς ἂν γένοιτο τοῦ ζωογο νοῦντος εἰκὼν ἀπαράλλακτος τὸ ζωογονούμενον, τοῦ πλουσίως ἔχοντος τὸ ἐπιδεές, τοῦ διανέμειν ἑτέροις οἵου τε τὸ καὶ ἰδίᾳ φύσει μὴ ἐπαρκοῦν; {Β.} Εὖ λέγεις. {Α.} Οἱ δὲ δὴ ζωῆς μέτοχον καὶ οὐκ αὐτὸ κατὰ φύσιν ὑπάρχειν ζωὴν πεφλυαρηκότες τὸν Υἱόν, ὅποι ποτὲ θεῖεν ἂν τὴν αὐτοῦ φύσιν, ὡς ἑτέραν οὖσαν παρὰ τὴν ἐν αὐτῷ ζωήν, ἐννοεῖν οὐκ ἔχω. Ἦ οὐκ ἀνάγκη τὸ ἐν μεθέξει τινὸς γενέσθαι πεπιστευμένον ἑτεροφυὲς εἶναι παρ' αὐτό, ἵνα μὴ αὐτό τι ἑαυτοῦ λέγοιτό τε καὶ ὁρῷτο μέτοχον, εἴπερ ἐστὶν ὁμοφυές; {Β.} Ἀνάγκη. {Α.} Οὐκοῦν, εἰ μή ἐστι ζωὴ κατὰ φύσιν ὁ Υἱός, ἐν ἰδίᾳ που πάντως ἔσται φύσει, μεταλαχὼν ὡς ἑτέρας, ἢ ὅπερ ἐστὶν αὐτὸς τῆς ἐν αὐτῷ ζωῆς. Ἀποκρινάσθων δὴ οὖν οἱ τοσούτῳ παρεφθαρμένοις συναθλοῦντες δόγμασιν, ὑπὸ ποῖον ἡμῖν ἔσται κατ' ἐκείνους γένος· προαπέδειξε γὰρ ἡμῖν ὁ λόγος ὅτι μὴ γενητός. {Β.} Ζωή, φησί, γέγονε παρὰ τοῦ Πατρός· ἔφη γὰρ ὁ Ἰωάννης· "Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν." Ὁ <Υἱὸσ>οὖν ἐστι ζωή. {Α.} Συνεισδήσας οὖν ἄμφω καὶ εἰς ἕν τι συνενεγκὼν ζωήν τε καὶ τὸν Υἱόν, οὐχ ἕτερον εἶναι φὴς παρὰ τὴν ἐν αὐτῷ ζωήν, ὡς διαφόροις ὀνόμασι τὴν ἑνὸς ἡμῖν τοῦ νοουμένου κατασημαίνεσθαι φύσιν, εἴτουν Υἱὸς εἴτε ζωὴ λέγοιτο τυχόν; {Β.} Οὕτω φημί. {Α.} Εἶτα πεποιῆσθαι παρὰ τοῦ Πατρὸς ὑπειλήφασι τὴν ζωήν· καὶ πῶς ἂν οὐχὶ μωρίας αὐτοῖς ἐπίκλημα καὶ γραφὴ τὸ χρῆμα λοιπόν; Ἦ οὐχὶ τὸ γεγονὸς ἐξ ἀνυπαρξίας παρῆχθαι λέγειν, καὶ οὐχ ἑκόντας, ἀνάγκη, καὶ τὸ εἰς ἀρχὰς τοῦ εἶναι παρακεκομισμένον τοῦ εἶναι πρεσβύτερον τὸ μὴ εἶναι λαχεῖν; Ἀλλ' οὐ τοῦτό γε, ὦ βέλτιστοι, ζωή, πολλοῦ γε καὶ δεῖ. Ζωὴ γάρ ἐστιν οὐ τὸ εἰς ζωὴν παρηγμένον· πρέποι