τοὺς στίχους, ποιῶμεν· Μα κάριοι οἱ αμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Καὶ ουτως ἀρχώμεθα δευτέρου τοῦ ἑξῆς. ̓Ιστέον τοίνυν οτι οἱ Ελληνες, οἱ ἑρμηνεύσαντες, πεποιήκασι τὸν παρ' ̔Εβραί οις στίχον ἐν τούτοις δύο. Οἱ δὲ κρεῖττον ποι οῦντες, ὡς τοῦτο ἀντίγραφον γράψας, οἱονεὶ πεποίηκε τὴν ἀρχὴν τοῦ στίχου μετ' ἐκτά σεως, τὸν δὲ δοκοῦντα δεύτερον, μὴ οντα δεύτερον, ἀλλὰ λῆμμα τοῦ προτέρου μετὰ αἰσθήσεως, καὶ τοῦτο πεποίηκεν τοῦ ολου τοῦ ῥητοῦ. 118.3 Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Εἰ τὸν ἐν ταῖς ὁδοῖς Κυρίου πορευόμενον δεῖ προσίεσθαι μόνον ἐπὶ τὰς κοινὰς εὐχὰς, οὐ προσιτέον τὸν ἐργαζόμενον τὴν ἀνομίαν, ὡς οὐ πορευόμενον ἐν ταῖς ὁδοῖς Κυρίου. ̓Ε πάγει γάρ· 118.4 Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα. Τοιγαροῦν ἀναγκαία ἡ τούτων φυλακή· τοῖς γὰρ εὐφρονοῦσι καὶ εὐχῆς εργον ὀφεί λει γενέσθαι, τῷ ἐν σπουδῇ κατορθοῦν τὰ προστάγματα· Θεοῦ γάρ εἰσι. Καὶ μετὰ πά σης εὐτονίας καὶ σφοδρότητος [μακάριος] ἐργάζεται τὰ προστεταγμένα ὑπὸ τοῦ Κυ ρίου. 118.5 Οφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. ̓Εὰν μὴ κατευθύνῃ ὁ Θεὸς, συμπνέων ἡ μῖν, ὁδὸν οὐ φυλάξομεν· συμπνοίας δεόμεθα κατευθυνούσης τὰς ὁδοὺς ἡμῶν εἰς τὸ φυλά ξαι τὰ δικαιώματα τοῦ Θεοῦ, ἀλλὰ καὶ τὸ μὴ περιπεσεῖν μείζοσι πειρασμοῖς τῆς δυνά μεως ἡμῶν, δι' ων ὁ ἐπιτρέπων αὐτοὺς γενέσ θαι Θεὸς, οἱονεὶ ἀπωθεῖται ἡμᾶς ἀπὸ τῶν ἐντολῶν ἑαυτοῦ· διόπερ εὐχόμενός φησιν· Μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. [Οφελον] ἀντὶ τοῦ· ειθε. Σημαντέον δὲ εὐχῆς τὸ οφελον· οὐ γὰρ αλλως τις φυλάξαι τὰ δικαι ώματα, εἰ μὴ κατευθυνθείησαν αἱ ὁδοὶ αὐ τοῦ. Εὐθυνέσθωσαν, φησὶν, αἱ ὁδοί μου, ὡς αν διατηρῆσαί μέ σου τὰ δικαιώματα. Καὶ δεικνὺς τὸν τούτου καρπὸν, ἐπιφέρει· 118.6 Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ μὴ ἐπι βλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Οτε, φησὶ, φυλάξω δικαιώματά σου, τό τε οὐ μὴ αἰσχυνθῶ. Οτε εὐχῆς εργον ποιή σομαι, τότε ταῦτα τηρήσω. Εἰ δὲ κατευ θυνθῶσιν αἱ ὁδοί μου, οὐκ αἰσχυνθήσομαι· ωσπερ γὰρ μισθὸς ἀρετῆς επαινος, ουτως καὶ παρανομίας καρπὸς αἰσχύνη ἐστὶ, κα τὰ τὸν θεῖον ἀπόστολον, ὡς τό· Τίνα ουν καρπὸν ειχετε τότε, ἐφ' οις νῦν ἐπαισχύνεσ θε; - Η ἐπείπερ οἱ προφῆται ειρηνται ει ναι ὁδοὶ, ἐὰν ἀναγινώσκοντες τὸν νόμον καὶ τοὺς προφήτας, κατευθυνθῶμεν ὑπὸ Θεοῦ πρὸς τὸ τούτους νοῆσαι, οὐ μὴ αἰσχυνθῶ μεν. Η αἰσχύνην τῷ δικαίῳ φέρει τὸ μὴ πάσας τὰς ἐντολὰς, ἀλλά τινας ἐργάζεσθαι, καὶ ὁ πταίων ἐν ἑνὶ, πάντων γίνεται ενοχος, κατὰ τὸν τοῦ Κυρίου λόγον. 118.7 ̓Εξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Μετὰ τὴν εὐχὴν καὶ τὸ ἀπὸ προαιρέσεως τίθησιν· ἀρχὴ δὲ τῆς σωτηρίας ἡ ἐξομολό γησις. Ουτος ἐν εὐθύτητι καρδίας δοξάζει τὸν Θεὸν ὁ τοὺς περὶ κρίσεως λόγους παρὰ Κυρίου μεμαθηκώς· τίνος χάριν ὁ οὐρανὸς μὲν τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν εδω κε τοῖς υἱοῖς τῶν ἀνθρώπων; καὶ τίς ὁ λόγος τῶν καταχθονίων δαιμόνων· καὶ διὰ τί μὴ ουτοι γεγόνασιν ανθρωποι; τίς τε ἡ αἰτία τοῦ ᾳδου; καὶ τίς ὁ Παράδεισος; καὶ τίς πάλιν ἡ ανω ̔Ιερουσαλήμ; καὶ ἡ ταύτης Σιὼν, ἀφ' ης λέγεται ερχεσθαι ὁ Χριστός (ηξει γὰρ, φησὶν, ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ ̓Ιακώβ); Καὶ τίς ὁ λόγος τοῦ ἐκπεσόντος ̓Ισραὴλ, καὶ τῶν ἀντεισαχθέντων ἐθνῶν; Τίνος χάριν μὴ πάν τες ανθρωποι ἐκλήθημεν ἀπ' ἀρχῆς, τὸν τοῦ Μωσέως νόμον δεξάμενοι; ἀλλ' ἡμεῖς μὲν ἀγγέλων γεγόναμεν κλῆροι, ὁ δὲ ̓Ισραὴλ μερὶς ἐχρημάτισε τοῦ Κυρίου καὶ σχοίνισμα κληρονομίας αὐτοῦ; Πῶς ουν ἡ κληρονομία τῶν ἀγγέλων ἐπίστευσεν, ἡ δὲ μερὶς τοῦ Κυ ρίου ἠπίστησεν; Καὶ διὰ τί νῦν λέγει καὶ ὁ ∆αυίδ· Κρίματά σου αβυσσος πολλή; Καὶ Παῦλός φησιν· Ω βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ! ̔Ως ἀνεξερεύνητα τὰ κρί ματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐ τοῦ! ̔Ο περὶ τῶν ἁμαρτιῶν ἐξομολογούμενος τῷ Θεῷ, εἰ ἀνοσίμως ἐξομολογοῖτο, εὐθύτη τι καρδίας ἐξομολογοῖτο αν. Τοῦτο δὲ ποιή σει, μαθὼν τὰ κρίματα τῆς δικαιοσύνης αὐ τοῦ. Τότε, φησὶν, δυνήσομαι καθαρὸν τὸν