ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος.» Ἐλαίᾳ δὲ κατα- κάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ ἐλεημοσύνης ἐπικρατού σης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί. Οὕτω τὸν Ἰὼβ ἀνδρεῖόν φαμεν, καὶ τὸν Ἰωσὴφ σώφρονα, καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρε τῆς ὀνομάζοντες αὐτούς. Ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου, κ. τ. ἑ. Ὥσπερ τὸ φύσει χρηστὸν, ὁποῖόν ἐστι, τοιοῦτον ἐπὶ τῇ ὑγιαινούσῃ φύσει φαί νεται, οὕτω καὶ τὸ ὄνομα τοῦ Θεοῦ τοῖς ὁσίοις. ΨΑΛΜΟΣ ΝΒʹ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, κ. τ. ἑ. Φρονεῖ μὲν ὁ ἄφρων, ὅτι οὐκ ἔστι Θεὸς, διὰ τοῦτο ἐν καρδίᾳ εἶπεν· οὐχ ὁμολογεῖ δὲ τῷ στόματι διὰ τὸν τῶν ἀνθρώπων φόβον. Ἢ ἄφρων ὁ λαὸς, ὃς ἀρνεῖται Χριστὸν εἶναι Θεὸν, ὡς πρὸς τὴν προτέραν ἐκδοχὴν περὶ ἄφρονος, οὐ στόματι, ἀλλὰ καρδίᾳ λέγεσθαι, μὴ εἶναι Θεὸν, φέρεται. Οὐκ ἔστι ποιῶν ἀγαθὸν, κ. τ. ἑ. Καὶ ὁ Σωτὴρ τὸν εἰπόντα, «Τί ποιήσας ζωὴν αἰώνιον κληρο νομήσω;» νουθετῶν φησι· «Τί με λέγεις ἀγαθόν;» ᾔδει γὰρ, ὅτι οὐκ ἔστι ποιῶν ἀγαθόν. Τάχα δὲ ἐπεὶ ὁ νόμος σκιὰν ἔχει τῶν μελλόντων ἀγαθῶν, οὐκ ἔστιν ἐν τῷ βίῳ ποιῶν ἀγαθὸν, ἀλλ' ἢ ἄρα σκιὰν ἀγαθοῦ. Καὶ ἐπεὶ οὐκ ἔστι ποιῶν ἀγαθὸν, ἐπιτιμᾶται ὁ εἰπὼν, «Τί με λέγεις ἀγαθόν;» Οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου, τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο, κ. τ. ἑ. Εἴ τις ἐσθίει τινὰ τῶν ἀπὸ τοῦ λαοῦ τοῦ Θεοῦ, ἐκεῖνος κἂν λέγῃ ἐπικαλεῖσθαι τὸν Θεὸν, ἐλέγχεται μὴ ἐπικα λούμενος αὐτόν. «Πᾶς γὰρ ὃς ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κ. τ. ἑ. Οὐκ εἴ τις ἀνθρώποις ἀρέσκει, ἀνθρω πάρεσκός ἐστιν· ἀλλὰ καὶ προθέμενός τις ἀνθρώ 12.1461 ποις ἔσθ' ὅτε ἀρέσκειν, καθηκόντως αὐτὸ ποιήσει, καὶ οὐκ ἀνθρωπάρεσκος ἔσται. Ὁ γοῦν Παῦλός φη σιν· «Ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολ λῶν, ἵνα σωθῶσιν.» Ἀλλ' εἴ τις προτίθεται οὐδὲν ἄλλο ἢ ἀνθρώποις ἀρέσκειν, ἢ μᾶλλον ἀνθρώποις ἢ Θεῷ· καὶ ἐπίσης ἀνθρώποις καὶ Θεῷ, δέον μόνον Θεῷ· ὥστε δι' ἐκεῖνον γίνεσθαι καὶ τὸ, ἀνθρώποις· ὅτε τοῦτο ποιεῖν αἱρεῖ λόγος, ἐκεῖνος ἀνθρωπάρεσκος ἔσται. ∆εῖ δὲ ἐπί τινων σκοπήσαντα, ὅτι οὐχ οἷόν τε τόδε τι διαπράξαντα ἢ εἰπόντα, καὶ Θεῷ καὶ ἀνθρώ ποις ἀρέσαι, καταφρονῆσαι μὲν τοῦ ἀρέσαι τοῖς ἀν θρώποις, ἑλέσθαι δὲ τὸ ἀρέσαι τῷ Θεῷ. Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; κ. τ. ἑ. «Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.» Ἀλλὰ καὶ ταῖς ἤδη αἰχμαλωτισθείσαις δέκα φυλαῖς δώσει σωτηρίαν καὶ ἐπάνοδον. Ἀλλὰ τίς δώσει τὸν Χριστὸν ἰδεῖν τὸ τοῦ νοητοῦ Ἰσραὴλ σωτήριον ΨΑΛΜΟΣ ΝΓʹ. Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με, κ. τ. ἑ. Εὔχεται ἕως τοῦ, «ἐνώπιον αὐτῶν.» Εἶτα ἐνεστηκυίας αὐτῷ βοηθείας αἰσθόμενος, οἱονεὶ δεί κνυσιν αὐτὴν ἐν τῷ· «Ἰδοὺ ὁ Θεὸς βοηθεῖ μοι,» καὶ τῷ ἑξῆς καὶ τῷ μετ' αὐτόν. Εἶτα περί τινων εὔχεται ἐντυγχάνειν, ἐπαγγελλόμενος ἑκούσιον ἐπὶ τούτῳ θυσίαν. Εἶτ' εὐχαριστεῖ ἀνταποδοτικῶς τῶν εἰρημέ νων ἐν τῇ εὐχῇ καὶ ἐντεύξει· καὶ πρὸς τὸ, «Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτοὺς,» ἀνταποδίδωσιν· «Ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.» Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, κ. τ. ἑ. Αἴσθεται εἰσακουσθεὶς καὶ λέγει ταῦτα διὰ μέσου τῶν πρὸς Θεὸν συναφθέντων· Ἂν οὕτως κραταιοὶ «ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.» Βοηθὸν δὲ ἔχειν ὁμολογεῖ τάχα τὸν Πατέρα καὶ Κύριον ἀντιλαμ βανόμενον τῆς ψυχῆς αὐτοῦ, ἵνα εἴπῃ τὸν Υἱὸν, ὃς ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου. Ἃ γὰρ ἐπά γειν μοι βεβούληνται κακωτικὰ, ταῦτα πρὸς αὐτοὺς ἀναστρέψει, οὕτω τοῦ Θεοῦ κρίνοντος. Τούτῳ συν ᾴδει τὸ, «Ποιήσατε αὐτὴν, ὃν τρόπον ἐποιήσατε τὸν πλούσιον.» Καὶ τούτων, φησὶ, συμβεβηκότων αὐ θαιρέτῳ γνώμῃ ἐπ' εὐχαριστίαν ἐρχόμενος, ἑκου σίως θύσω σοι. Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, κ. τ. ἑ. Εὐχαριστεῖ, πρὸς τὸ «Ἐν τῷ ὀνόματί σου σῶσόν με,» ἀποδιδοὺς τὸ, «Ἐξομολογήσομαι τῷ ὀνό ματί σου.» Καὶ πρὸς τὸ, «Ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμὲ,» τὸ, «Ἐκ πάσης θλίψεως ἐῤῥύσω με,