101
ἐξελύθη." Λίβανον δὲ οὐ τὸ ὄρος καλεῖ, ἀλλὰ τὴν τῆς βασιλείας πυκνότητα, καὶ ξύλα τοῦ πεδίου, τοὺς ὑπ' αὐτὸν ἄρχοντας, τοὺς τῶν ὑπάρ χων ἐλάττους, καὶ οἷον ἐν πεδίῳ τινὶ πεφυτευμένους. Λέγει δὲ τοὺς σατράπας, τοὺς τοῖς ὑπάρχοις καὶ στρατηγοῖς ὑποκειμένους· τοὺς δὲ ἐν τῷ Λιβάνῳ πεφυτευμένους, τοὺς μείζους ἄρχοντας. Ὥσπερ τοί νυν οὐ Λίβανον τὸν Λίβανον, οὐδὲ πεδίον τὸ πεδίον, οὐδὲ ξύλα τὰ ξύλα νοοῦμεν ἐνταῦθα, οὕτως οὐδὲ παράδεισον τρυφῆς τὸν κληθέντα Θεοῦ παράδεισον, ἀλλ' ἐπὶ μὲν τοῦ Ναβουχοδονόσορ, τὰς τῆς οἰκουμέ νης βασιλείας, ἐπὶ δὲ τοῦ διαβόλου, τὰς νοητὰς καὶ ἀσωμάτους δυνάμεις. ιʹ. Ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ, φη σὶν, ἐσείσθη τὰ ἔθνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον. Ἐπ' ἀμφοτέρων δὲ τοῦτο γεγένηται. Καὶ γὰρ τοῦ Βαβυλωνίων βασιλέως ἀναιρεθέντος, ἡ φήμη πάν τοσε περιδραμοῦσα τὰ ὑπήκοα διετάραξεν ἔθνη· καὶ τοῦ διαβόλου καταλυθέντος ἐσείσθη τὰ ἔθνη, καὶ μετέστη ἐκ τῆς προτέρας ἐξαπάτης, εἰς τὴν τῶν σωτηρίων δογμάτων ἀλήθειαν. Καὶ γὰρ ὁ μακά ριος Παῦλος σεισμὸν τὴν μετάστασιν προσαγο ρεύει. Καὶ παρεκάλουν αὐτὸν, φησὶν, ἐν γῇ κατω τάτῃ πάντα τὰ ξύλα τῆς τρυφῆς, καὶ τὰ ἐκλε κτὰ, καὶ τὰ κάλλιστα τοῦ Λιβάνου, πάντα τὰ πίνοντα ὕδωρ. (ιζʹ.) Καὶ γὰρ καὶ αὐτὰ κατην έχθη μετ' αὐτοῦ εἰς ᾅδου, σὺν τοῖς τραυμα τίαις ἀπὸ μαχαίρας. Κατωτάτην δὲ γῆν, καὶ λάκ κον, καὶ βόθρον, ἐπὶ μὲν τοῦ Ναβουχοδονόσορ τὸν θάνατον προσαγορεύει· ἐπὶ δὲ τοῦ διαβόλου, τὴν εἰς ἔσχατον ταπείνωσιν. Λέγει τοίνυν, ὅτι τούτων κἀ κείνων κοινωνήσουσιν οἱ παραδυναστεύοντες τῆς ἀπωλείας· βασιλείας γὰρ καταλυομένης, ἀνάγκη καὶ τὰς ὑπὸ ταύτῃ τελούσας ἡγεμονίας δέξασθαι τὴν μετα βολήν· τὸ δὲ, "Παρακαλέσουσιν αὐτὸν," ἀπὸ τῶν παρ' ἡμῖν συμβαινόντων εἴρηται· πέφυκε γάρ πως ἡ κοινωνία τῶν συμφορῶν προσφέρειν τινὰ τοῖς ἀθυμοῦσι παραψυχήν. Οὐ μόνον δὲ, φησὶν, οἱ ὑπ' αὐτοῦ, οἱ χειροτονηθέντες ἄρχοντες καταλυθήσονται, 81.1129 ἀλλὰ καὶ "Τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὑτῶν ἀπώλοντο." Ὁ γὰρ Βαλτάσαρ, σπέρμα ὢν καὶ υἱὸς τοῦ Ναβουχοδονόσορ, οὐκ εἰάθη διὰ τὴν πολλὴν ἀσέ βειαν εἰς γῆρας ἐλάσαι, ἀλλὰ μεσοῦντος ἤδη τοῦ τοῖς ἀνθρώποις ὡρισμένου χρόνου παρεδόθη σφαγῇ. Ἐπὶ δὲ τοῦ διαβόλου, σπέρμα προσήκει νοεῖν τὴν ὑπ' αὐτοῦ κατασπαρεῖσαν τῆς ἀσεβείας διδασκαλίαν· ὅτι καὶ αὐτὴ ἄρδην ἀφανισθήσεται, καὶ οἱ ταύτης ὑπερμαχεῖν φιλονεικοῦντες. Εἶτα πρὸς αὐτὸν τρέπει τὸν λόγον. ιηʹ. Τίνι ὡμοιώθης ἐν δυνάμει, καὶ ἐν δόξῃ, καὶ ἐν μεγέθει, ἐν τοῖς ξύλοις τῆς τρυφῆς; Κα τάβηθι, καὶ καταβιβάσθητι μετὰ ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος. Ἐπειδὴ γὰρ, φησὶν, οὐκ ἐβουλήθης ὁμοιωθῆναι τοῖς ἅμα σοι φυτευθεῖσι ξύ λοις, ἀλλὰ τῷ φυτουργῷ, μετὰ τούτων τῶν ξύλων, τῶν ταὐτά σοι πεφρονηκότων, προστάττω σε ἀποῤ ῥιφῆναι, καὶ εἰς τὸ τῆς γῆς ἀποῤῥιφῆναι βάθος. Καὶ τοῦτο τοίνυν ἀμφοτέροις ἁρμόττει. Τού τοις ἐπάγει· "Ἐν μέσῳ ἀπεριτμήτων κοιμη θήσῃ μετὰ τραυματιῶν μαχαίρας." Τὸ δὲ ἀπε ριτμήτων, οὐ περὶ τοῦ σώματος, ἀλλὰ περὶ τῆς καρδίας λέγει· οἶδε γὰρ οὐ μόνον ἡ Καινὴ, ἀλλὰ καὶ ἡ Παλαιὰ Γραφὴ, περιτομὴν καρδίας· καὶ τοῦτο διὰ τοῦ προφήτου φησὶν ὁ Θεός· "Ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερί τμητοι καρδίᾳ αὑτῶν." Ἐπειδὴ τοίνυν τὴν ἀλα ζονείαν περιτεμεῖν οὐκ ἠθέλησας, ἀλλ' ἐναπέμεινέ σοι τὸ τῆς ἀλαζονείας περίττωμα, ταὐτὰ πείσῃ τοῖς ταῦτα δεδρακόσιν. Εἶτα συμπληροῖ τὸ νόημα· "Οὕτω Φαραὼ, καὶ πᾶν τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει Ἀδωναῒ Κύριος." Εἰρηκὼς γὰρ ἄνω· "Τίνι ὡμοίω σας σεαυτὸν ἐν τῷ ὕψει σου;" καὶ διηγησάμενος τὰ κατὰ τὸν Ἀσσύριον, εἶτ' οὖν Βαβυλώνιον, ἐπήγαγε τό· "Οὕτω Φαραὼ καὶ πᾶν τὸ πλῆθος τῆς ἰσχύος αὐ τοῦ." Εἰ γὰρ ἐκεῖνος, φησὶν, ὁ πολλῷ σου μείζων καὶ περιφανέστερος ταῦτα πείσεται, ἀνάμεινον καὶ σὺ τὴν αὐτὴν τιμωρίαν, τὴν αὐτὴν ἔχων ἀσέβειαν.