De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
δ' ἂν μᾶλλον αὐτῇ τὸ εἶναι διὰ παντός, ἄναρχόν τε καὶ ἀτελεύτητον τὴν ὕπαρξιν ἔχειν. Εἰ δὲ δὴ σοφὸν οἴονται 561 καὶ κατεσκεμμένον ὑπάρχειν αὐτοῖς τὸν λόγον, τὸν ἐν μεθέξει ζωῆς, κἂν εἰ νοοῖτο ζωή, πρεσβεύοντα τὸν Υἱόν, ἀκουόντων ὅτι ζωὴ λέγοιτ' ἂν τὸ ζωοποιοῦν, οὐχὶ τὸ ζωοποιούμενον, καθάπερ ἀμέλει καὶ φῶς καὶ σοφία καὶ δύναμις, οὐ τὸ φωτὸς ἐπιδεὲς καὶ σοφίας τητώμενον καὶ ἰσχύος τῆς παρ' ἑτέρου γλιχόμενον, τὸ φωτίζον δὲ μᾶλλον καὶ σοφοὺς ἀποτελοῦν καὶ δυναμοῦν ἑτέρους. Ἦ οὐχὶ δὴ τρίβον ἰέναι σοι δοκῶ τὴν εἰς εὐθύ τε καὶ ἀκαμπῆ καὶ ταῖς ἐκ νόμου ψήφοις ἐπαινουμένην; "Ὁδῷ γάρ, ἔφη, πορεύσῃ βασιλικῇ." {Β.} Καὶ μάλα. {Α.} Τὸ δὲ δὴ σχέσει τῇ μὴ κατὰ φύσιν καταπλουτοῦν καὶ μόλις τό γε ὅλως εἶναι τοῦθ' ὅπερ ἐστί, πῶς ἂν ἐν ἴσῳ γένοιτό ποτε τῷ καὶ μετασχεῖν ἐφιέντι, καὶ χαριζομένῳ μεταλαχεῖν τῶν ἰδικῶς αὐτῷ προσεῖναι πεπιστευμένων; Ἀκούω γὰρ λέγοντος τοῦ Υἱοῦ· "Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ." Καὶ μάλα εἰκότως. Ἐνεργήσει γὰρ ἐν ἴσῳ καὶ οὔτι που παρηλλαγμένως ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ φύσις. Ζωὴ γάρ ἐστιν ὁ Πατήρ, ζωὴ δὲ καὶ ὁ Υἱός, οὐ μεῖον ἢ ὁ Πατήρ. {Β.} Ἀλλ', οἶμαί γε δή, φαῖεν ἂν ὅτι ψευδομυθεῖς, ὦ οὗτος, οἴχεται δὲ δή σοι πρὸς τὸ μηδὲν ἤδη πως ὁ νοῦς καὶ τῶν μὲν ἐξ ἀκριβείας διημάρτηκεν ἐννοιῶν, τὸ δὲ τοῦ Πατρὸς ὑπερανεστηκός τε καὶ ὑπερκείμενον ἔν γε τῷ εἶναι ζωὴ κεκιβδήλευκέ τε καὶ κατασμικρύνας ἔχει. Πῶς γὰρ ἢ πόθεν ἐν ἴσῳ κείσεται τῷ Υἱῷ, καὶ εἰ καλοῖτο ζωή; {Α.} Βραχὺ πρὸς λόγους διαμελλήσαντες, ἀτρέμα ἔχειν δεῖν οἰησόμεθα μὲν ἡμεῖς. Οἱ δὲ τοῖς σφῶν αὐτῶν συνα θλοῦντες δόγμασι, καὶ πειράσθων ἀναπείθειν ὡς ἀμείνων μὲν ἢ καθ' Υἱὸν ζωοποιὸς ὁ Πατήρ, μείων δὲ ἢ κατ' αὐτόν, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱός. Ἀλλ' ἔσονται μὲν οὐχ οἷοί τε τοῦτο δρᾶν, οἶδ' ὅτι, καταμαντεύσονται δὲ τὸ δοκοῦν καὶ καθοριοῦσιν εὐκόλως ἃ ἂν βούλωνται τοῦ Υἱοῦ, καὶ θεσμοῖς ἰδίοις τὴν ἁπάντων βασιλίδα καταζευ γνύντες φύσιν. Εἶτα τιμᾶν οἴονται τὸν Πατέρα τὸν ἐξ αὐτοῦ πεφηνότα κατὰ φύσιν Υἱὸν ταῖς εἰς τὸ μεῖον καταλυποῦντες ψήφοις, καίτοι λέγοντα σαφῶς· "Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με·" καὶ, "Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με." Τίνα γὰρ τρόπον καταθρήσαιμεν ἂν ζωὴν ὄντα κατὰ φύσιν ἐν Υἱῷ τὸν Πατέρα, εἰ μὴ νοοῖτο ζωὴ κατὰ φύσιν καὶ ὁ Υἱός; Τί δὲ οὐχὶ καὶ φάσκοντι πιστευτέον τὸ "Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή;" Συνάρθρως δὲ καὶ μοναδικῶς 562 ἑαυτὸν εἶναι λέγων τὴν ζωήν, ἆρ' οὐκ ἐξώσειεν ἂν τοῦ εἶναι ζωὴν τὸν Πατέρα καὶ Θεόν, εἰ μὴ φύσεως μιᾶς ἄμφω τε εἶναι δώσομεν, καὶ δι' ἀμφοῖν εἰς ἡμᾶς ἐν ἴσῳ τὸ χρῆμα ἰέναι, καὶ οὔτι που δυοῖν, ἀλλ' ὡς ἐξ ἑνὸς τοῦ τὰ πάντα ζωογονοῦντος Θεοῦ; {Β.} Ὧδε ἔχει. {Α.} Ἦ οὐκ "ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν;" {Β.} Παντάπασι μὲν οὖν, εἴπερ εἶναι συγχωρήσομεν ἀληθῆ τὸν ἱερώτατον Παῦλον. {Α.} Ἀληθὴς μὲν οὖν· πῶς γὰρ οὔ; Ζῇ γὰρ ἐν αὐτῷ καὶ λαλεῖ Χριστός, ὅς ἐστιν ἡ ἀλήθεια. Θέα δὴ οὖν, ὦ φιλότης, ὡς ἐν Θεῷ μὲν Πατρὶ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν. Ὁ δέ γε τοῦ εἶναι καὶ ζῇν χορηγὸς οὐχ ἕτερος ἂν εἴη παρὰ τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱόν, ὃς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν ὑπάρχων διαπρεπὴς καὶ ζωῆς τῆς κατὰ φύσιν βλάστημα ζωοποιόν, ὡς ἴδιον ἀγαθὸν ἐνίησι τὴν ζωὴν τοῖς τούτου δεδεημένοις καὶ ὅλην συνέχει πρὸς τὸ εἶναι τὴν κτίσιν. Καὶ γοῦν Ἰουδαίοις προσλαλῶν, "Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ." Εἶτα τὴν ἰδίαν ἡμῖν κατασημαίνων φύσιν, "Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν· ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς." Εἴπερ οὖν ἐν ἴσῳ τε καὶ ἀπαραλ λάκτως ἐνεργὸς ἐν ἡμῖν ὁ Υἱός, κατά γε τὸ εἶναι ζωὴ καὶ οὐ μεῖον ἢ ὁ Πατήρ, πῶς οὐκ ἐν ἴσοις αὐχήμασι θεῖεν ἂν οὐσίας αὐτόν, εἴπερ ἕλοιντό τινες ὀρθὰ φρονεῖν ἐπ' αὐτῷ καὶ διασκέπτεσθαι δεῖν; {Β.} Ἀλλ' ἑψόμεθα, φησίν, οἷς αὐτὸς εἴρηκεν ὁ Υἱός. Ἔφη γὰρ ἀναφανδόν· "Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν