1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

102

πρὸς τοὺς ἐχθροὺς ἔχειν, ἐπὶ τῆς πόλεως ὄντας, ἧς πολὺς μὲν ὁ ζῆλος, ἀναγκαῖος δ' ὁ κίνδυνος, οὐκ ὀλίγων ἐπεισφρεῖν ἐχόντων, καὶ ταῦτ' Ἰταλῶν τῶν ἐχόντων πρότερον παρακεκνισμένων καὶ ἄλλως εἰς μῆνιν, ὅτι ἔχοντες ἀφῃρέθησαν· καὶ νῦν παρακινηθέντας στόλον ἀκούεσθαι φοβερὸν ἐξαρτύεσθαι, αὐτοὺς δ' ἀντωπεῖν ὁρμαῖς τοιαύταις μὴ ἔχειν· οὔτε γὰρ ναυσὶ τοσαύταις εἶναι πρὸς ἐκείνους ἀντέχειν, οὔτε μὴν οἵους τ' εἶναι 247 στρατεύμασι πολεμεῖν κατὰ γῆν· τοὺς δέ γε Βουλγάρους καὶ αὐτοὺς ἑτέρωθεν ἀπειλεῖν εἰσβάλλειν διὰ Θρᾴκης, καὶ μᾶλλον τῆς τῷ τῶν Βουλγάρων ἄρχοντι Κωνσταντίνῳ συνοικούσης Εἰρήνης μὴ ἠρεμεῖν ἐώσης τὸν σύζυγον τῇ πρὸς τὸν βασιλεύοντα ἀπεχθείᾳ· κύκλῳ γοῦν τῶν ἐχθρῶν παρακινου μένων, χρῆναι φυλάσσεσθαι τὰς ἐπιθέσεις ἐς ὅσον δυνατόν, ἰδίως δὲ δεδιέναι καὶ τοὺς τῆς βασιλίδος Ἄννης οἰκείους, ὡς ἑτοίμως διὰ ταύτην κἀκείνους τοῖς ἄλλοις συνεξορμήσοντας· εἰ δέ τι προμηθευσαίμεθα κρεῖττον, καιρὸν ἔχοντες, μὴ μόνον ἐχθροὺς ἐκείνους, ἀλλὰ καὶ φίλους γίνεσθαι, αἰδουμένους τὸ κῆδος καὶ κατ' ἀγχιστείαν, εἰ συνοικίσομεν ἑαυτοῖς τὴν ἐκείνων, οἰκείως πρὸς ἡμᾶς ἔχοντας. Ταῦτα τοῦ βασιλέως βουλευομένου καὶ σοφιστικῶς λέγοντοςἔπειθε γὰρ ὁ ἐκκαίων ἔρως, καὶ μᾶλλον παρὰ τῆς δεσποίνης Ἄννης περιφρονούμενος, ἡ βασιλὶς Θεοδώρα πυθομένη χαλεπῶς εἶχεν ἐνέγκαι, εἰ, δέσποινα ἐστεμμένη οὖσα καὶ γνησία γυνή, ὑπ' ἀνδρί τε τῷ βασιλεῖ τεκοῦσα παῖδας, καὶ πρῶτον μὲν ἀποιχόμενον ἄλλον τὸν Μανουήλ, εἶτα δὲ καὶ τὸν περιόντα Ἀνδρόνικον, ὃν βασιλικῶς ὁ πατὴρ τρέφοι, καὶ τρίτον τὸν ἐπὶ τῆς πόλεως γεννηθέντα τὸν πορφυρογέννητον Κωνσταντῖνον, τοιαῦτα πάθοι ἀπολειφθεῖσα, στερηθεῖσα μὲν τοῦ ἀνδρός, στερηθεῖσα δὲ καὶ τῆς βασιλείας καὶ πάσης ἀπερριμμένη τιμῆς, τὴν δ' ἀντίζηλον ἐπὶ τοῦ θρόνου τῆς βασιλείας ὁρῶσα συμβασιλεύουσαν τῷ ἀνδρί. Ὅθεν καὶ πρὸς τὸν πατριάρχην πέμψασα ἱκετεύει τοιαύτην συμφορὰν ἀμῦναι ταύτῃ καὶ νόμων θείων ὑπερμαχεῖν ἀξιοῖ· ὃς δὴ μαθὼν καὶ ἀγάμενος, εἰ τοιούτοις ἐπιχειροίη ὁ βασιλεὺς καὶ ἀνέδην τῶν ἀθίκτων ἅπτεται, ὡς καὶ τοὺς κειμένους νόμους ἐθέλειν καταπατεῖν, αὐτὸς τοιοῦτος μὴ νομιζόμενος πρότερον, δεινὰ ἐποίει καὶ διεμήνυε, τὸ μὲν ὀνειδίζων, τὸ δ' ἐπισείων ἐκείνῳ καὶ τὴν ἐκ Θεοῦ ἀγανάκτησιν. Τὰς δέ γε προφάσεις ὡς ἱστὸν ἀράχνης διέλυε· τὸ γὰρ φόβον ἀνθρώπινον δεδιότα φόβον θεῖον παρ' οὐδὲν τίθεσθαι κακῶς κρίνειν εἰδότος εἶναι τὸ φοβερόν· τὸ μέντοι γε τοὺς θείους νόμους φοβεῖσθαι ἀφοβίαν εἶναι μεγίστην τῷ φοβουμένῳ, κἂν ὅ τι προτείνοι τις ἐπὶ τῷ φοβεῖν. Ταῦτα τοῦ πατριάρχου καὶ λέγοντος καὶ μηνύοντος, ἔτι δ' ἑτοίμου ὄντος ἀποκόπτειν ἐκεῖνον, εἰ ἄλλο τι πράττοι, τῆς τοῦ Χριστοῦ ὁλομελείας ὡς 249 μέλος σεσηπὸς ἤδη καὶ θεραπείαν μὴ προσιέμενον, ἐπεὶ ἔγνω προσκρούσας ὁ βασιλεύων ἰσχυροτέρῳ τῶν αὐτοῦ δυνάμεων καὶ ὡς πρὸς Κρῆτα κρητίζει δῆθεν τὸν ἤδη μαθόντα τὰς ἐκείνου ἐπιχειρήσειςοὐδὲ γὰρ ἐπὶ μικρὸν οὐδ' ἐκείνου ἠρεμεῖν εἴα τοὺς λογισμοὺς ἡ τοῦ παιδὸς Ἰωάννου ἐπὶ τῇ βασιλείᾳ παρόρασις, πρύμναν τε κρούεται, τὸ τοῦ λόγου, καί, ὡς εἶχεν ἐφοδιάσας τὴν δέσποιναν Ἄνναν, ἐπὶ τὰ οἰκεῖα πέμπειν αἱρεῖται, πλὴν ἐπ' ἀνταμοιβῇ τοῦ παρὰ τἀδελφῷ ταύτης Μαφρὲ κατεχομένου καίσαρος· ἐκεῖ γάρ οἱ ὁ πενθερὸς ἐκείνου Μιχαὴλ ὁ δεσπότης, τοῦτον κρατήσας, ἐξέπεμψεν, ὡς προείρηται. Ὅτι δὲ σκῆψις ἦν ἐκείνῳ τὸ προβαλλόμενον, καὶ μόνον ἔρωτος θεραπεία καὶ οὐ τοῦ κοινοῦ προμήθεια, ὁ τῶν πραγμάτων εἰδὼς ἀκριβῶς τὴν μελέτην συνελογίζετο.

ηʹ. Τὰ κατὰ τὸν ἀδελφὸν Ἄννης τῆς δεσποίνης Μαφρὲ καὶ τὸν Κάρουλον. Ἡ γὰρ Ἄννα Φερδερίχου μὲν ἦν θυγάτηρ, Μαφρὲ δ' αὐταδέλφη, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ἀποστατῶν τοῦ πάπα καὶ τῶν τοῦ πάπα καί, ὡς αὐτοὶ φαῖεν ἄν, τῆς αὐτῶν ἐκκλησίας· οὐδὲ γὰρ ἠβούλοντο κατὰ τοὺς ἄλλους καὶ αὐτοὶ εὐπειθεῖν τε καὶ ὑποκατακλίνεσθαι καθ' ὅ τι καὶ λέξοι καὶ πράξοι ὁ τῆς ἐκκλησίας ἐπειλημμένος, ἀλλ' αὐτονόμοις χαίρειν ὁρμαῖς καὶ οὕτως ἐπὶ Σικελίας καὶ τῶν ἐκτὸς τὴν ἀρχὴν