102
δεξάμενος καὶ μιμησάμενος τὸν βίον, τὸ ἐξ ἐκείνων γεννηθῆναι τῷ Πνεύματι θέλων κατώρθωσε, γονέων υἱὸς γεγενημένος αὐθαιρέτων αὐθαίρετος, ὅπερ τῶν παρὰ βούλησιν γινομένων ἀπὸ σαρκὸς πατέρων τε καὶ υἱῶν τοσοῦτόν ἐστι τῷ Θεῷ τιμιώτερον, ὅσον σαρκὸς ψυχὴ κατ᾽ οὐσίας ὑπεροχὴν διενήνοχεν.
Οὗτος ὁ Ζοροβάβελ εἷς ὑπάρχει τῶν παρισταμένων νεανίσκων ∆αρείῳ τῷ βασιλεῖ, τῷ φυσικῷ λέγω νόμῳ, καὶ πᾶσαν τῶν ἐν ἀνθρώποις θείων ἀγαθῶν δυσὶ περιγράψας λόγοις τὴν δύναμιν, καὶ τὴν τῶν ἄλλων διασκεδάσας προπέτειαν, καὶ εἰς ἑαυτὸν ἑλκύσας τὸν βασιλεύοντα νόμον τῆς φύσεως, ἄφεσιν θεσπίζοντα ταῖς κρατουμέναις εἰς δουλείαν τῆς τῶν παθῶν ἀλλοιώσεως τῆς ψυχῆς δυνάμεσιν. Τῶν γὰρ προϊσταμένων, ὡς ὑλικωτέρου(8) τοῦ σώματος, πονηρῶν πνευμάτων δύο τυγχανόντων, δι᾽ αὐτῆς τῆς τοῦ ἀριθμοῦ ἰδιότητος ἐδηλοῦτο τὸ ἐμπαθὲς καὶ ἐπίκηρον. Ὁ δὲ τῆς ψυχῆς ὑπερασπίζων νοῦς, ἁπλῆς οὔσης κατὰ τὴν οὐσίαν, εἶς ὑπάρχων, τῆς ἀδιαιρέτου μονάδος ἔφερεν ἔμφασιν, ἧς καθοτιοῦν τὸ σύνολον οὐ πέφυκεν ἅπτεσθαι θάνατος, ὅτι μήτε διαιρέσεως καθόλου τομή.
Φησὶ γὰρ ὁ εἷς, ἤγουν ὁ πρῶτος νεανίσκος, τὴν ἐμπαθῆ τοῦ σώματος εἰσφέρων εὐζωΐαν, ὑπερισχύει ὁ οἶνος, οἶνον καλῶν πᾶσαν ὁμοῦ κατὰ περιγραφὴν τὴν ἐν ἡδοναῖς παθῶν παραφορὰν καὶ μέθην, ὡς ἐκστατικὴν τῆς διανοίας, καὶ τῶν κατὰ φύσιν λογισμῶν τὴν χρῆσιν παραχαράττουσαν, Θυμὸς (14Γ_020> γὰρ δρακόντων, φησίν, ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος, τὴν ζέσιν τῶν σαρκικῶν ἡδονῶν οἶνον δρακόντων φήσας, καὶ τῆς παρακοῆς τὴν τυραννικὴν καὶ ὑπερήφανον καταφρόνησιν καλέσας οἶνον ἀσπίδων. Τοῦτο γάρ, ὥς φασι, τὸ θηρίον παρὰ πάντα τὰ θηρία τῆς γῆς ἐμφράττει τὰ ὦτα πρὸς ἐπᾴσματα, ἐξ ὑπερηφανίας τυραννοῦν τοὺς ἐπᾴδοντας.
Ὁ ἕτερος ἤγουν ὁ δεύτερός φησιν ὑπερισχύει ὁ βασιλεύς, βασιλέα καὶ οὗτος καλῶν πᾶσαν ὁμοῦ τὴν ἐν πλούτῳ καὶ δυναστείᾳ καὶ ταῖς ἄλλαις περιφανείαις κενὴν δόξαν, τὴν γεννητικὴν τῆς ἀγνοίας, καθ᾽ ἣν ὁ τῆς φύσεως γίνεται σκεδασμός, πάντων ἀγνοούντων ἀλλήλους καὶ πᾶσι πάντων προσρηγνυμένων ὑπὲρ ἑνός, τοῦ πλέον ἀλλήλων θέλειν δοξάζεσθαι δυνάμει ἢ πλούτῳ ἢ τρυφῇ καὶ τοῖς ἄλλοις τρόποις, οἷς δοξάζεσθαι θέλουσιν οἱ τὴν θείαν καὶ μένουσαν ἠγνοηκότες δόξαν καὶ τὸ κατ᾽ αὐτὴν κράτος περιφρονοῦντες. Οὗτοι μὲν πᾶσαν, ὡς εἰπεῖν, τὴν ἰλὺν τοῦ βυθοῦ τῶν παρὰ φύσιν παθῶν τοῖς δυσὶ τούτοις προβλήμασι περιγράψαντες, κριτὴν ἐποιοῦντο τῶν λεγομένων τὸν βασιλέα ∆αρεῖον, τόν, ὡς ἔφην, κρατοῦντα νόμον τῆς φύσεως, ἐπικλιθῆναι τοῖς αὐτῶν ἐλπίζοντες δόγμασιν.
Ὁ δὲ τρίτος, ὅς ἐστιν ὁ τῆς ἀρετῆς καὶ τῆς γνώσεως προϊστάμενος νοῦς, καὶ τῆς κακῆς τῶν παθῶν δουλείας στερηθῆναι τὴν ψυχὴν βεβουλημένος, φησὶν ὑπερισχύουσιν αἱ γυναῖκες καὶ ὑπερνικᾷ ἡ ἀλήθεια, γυναῖκας μὲν εἰπὼν τὰς θεοποιοὺς ἀρετάς, ἐξ ὧν ἡ πρὸς Θεὸν καὶ ἀλλήλους τοῖς ἀνθρώποις ἑνοποιὸς ἀγάπη συνέστηκε, πάντων τὴν ψυχὴν ἐξαρπάζουσα τῶν ὑπὸ γένεσιν καὶ φθορὰν καὶ τῶν ὑπὲρ αὐτὰ νοητῶν οὐσιῶν, καὶ αὐτῷ τῷ Θεῷ κατ᾽ ἐρωτικήν τινα σύγκρασιν περιπλέκουσα, καθ᾽ ὅσον ἐστὶ δυνατὸν ἀνθρωπίνῃ φύσει, καὶ τὴν ἄχραντον καὶ θείαν μυστικῶς δημιουργοῦσα συμβίωσιν, ἀλήθειαν (14Γ_022> δὲ φήσας τὴν μίαν καὶ μόνην αἰτίαν τῶν ὄντων καὶ ἀρχὴν καὶ βασιλείαν καὶ δύναμιν καὶ δόξαν, ἐξ ἧς καὶ δι᾽ ἣν πάντα γέγονέ τε καὶ γίνεται, καὶ πρὸς τὸ εἶναι ὑπ᾽ αὐτῆς τε καὶ δι᾽ αὐτῆς συγκρατεῖται, καὶ ὑπὲρ ἧς πᾶσα τοῖς φιλοθέοις ἐστὶ σπουδή τε καὶ κίνησις. Καὶ συντόμως εἰπεῖν, διὰ μὲν τῶν γυναικῶν τὸ τέλος ἐνεδείξατο τῶν ἀρετῶν τὴν ἀγάπην, ὅπέρ ἐστι ἡ κατ᾽ ἔφεσιν τοῦ φύσει ἀγαθοῦ τῶν μετεχόντων ἀδιάπτωτος ἡδονὴ καὶ ἀδιαίρετος ἕνωσις, διὰ δὲ τῆς ἀληθείας(9) τὸ πέρας πασῶν ἐπεσήμανε τῶν γνώσεων καὶ αὐτῶν πάντων τῶν γινωσκομένων, εἰς ὅπερ, ὡς ἀρχὴν καὶ πέρας πάντων τῶν ὄντων, αἱ κατὰ φύσιν κινήσεις γενικῷ τινι λόγῳ συνέλκονται, πάντα