καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.» Ἀγα θὸν τὸ τὰ τέως μὴ ὁρώμενα ἐχθρὰ ἡμῶν, ἂν ἔτι λαν θάνωνται ἡμᾶς, ἤδη ποτὲ θεωρηθῆναι, καθὸ ἐχθρά ἐστι. Ποίου δὲ ὀφθαλμοῦ καὶ τοῦτο ἔργον ἐστὶν ἢ τοῦ 12.1464 διορατικοῦ καὶ ἱκανοῦ βλέπειν τὸ φίλον; Ὁ δὲ μὴ διορατικὸς ὀφθαλμὸς, ἀπατώμενος καὶ παρορῶν, τὸ ἐχθρὸν ὡς φίλον βλέψεται, καὶ τὸ φίλον ὡς ἐχθρόν. ΨΑΛΜΟΣ Ν∆ʹ. Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, κ. τ. ἑ. Οὐδεὶς τῶν ἁμαρτανόντων, μάλιστα παρὰ τὸν τῆς ἁμαρτίας καιρὸν, θέλοι ἂν ἵνα προσέχῃ αὐτῷ ἀνὴρ σεβάσμιος, πόσῳ ἧττον Θεός. Εἴπερ συνιεῖς τὸ, «Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμέ νην,» τὰ ἔρημα τοῦ λόγου τῆς κακίας χωρία κατα λιπὼν, ἐλήλυθας ἐπὶ τὴν οἰκουμένην, καὶ ἐλθὼν κατ ῴκισας ἐν αὐτῇ. Καὶ ἐνωτίσας τὰ λόγια τοῦ Θεοῦ λέγε· «Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου,» καὶ ἐνωτίσεται, ἀλλὰ καὶ μὴ ὑπεριδὼν δεομένου σου. Θάῤῥει ὡς οὐχ ὑπεροφθησόμενος εἰπεῖν· «Καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου.» Ἀλλὰ καὶ εἰ προσέχεις Θεῷ, πεποιθὼς αὐτῷ, λέγε τό· «Πρόσχες μοι·» ἔτι δὲ εἰ ἤκουσας αὐτοῦ, εἰσακούσεταί σου. Ἀλλὰ εἰ καὶ, ὡς ὁ Ἀπόστολος διὰ φιλανθρωπίαν λυπούμενος, κλαίεις μετὰ κλαιόντων, καὶ στενάζεις ἐν τῷ σκήνει βαρούμενος, εἰπὲ τό· «ἐλυπήθην,» καὶ τὰ ἑξῆς. Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, κ. τ. ἑ. Ἢ ἀδολεσχίαν ἐνταῦθα τὴν εὐχὴν σημαίνει, ὡς καὶ ἐπὶ τῆς Ἄννης· «Ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτηκα.» Καὶ ὅσα δὲ πράττομεν ἢ λέγομεν παρὰ τὸν ὀρθὸν λόγον, ἀδολεσχία ἐστὶ, ὡς καὶ ὅσα εἰκῆ λαλοῦ μεν. Κατέγνω οὖν ἑαυτοῦ ἐπὶ τῷ τεταράχθαι, καὶ τὴν τῆς ψυχῆς ἀπολωλεκέναι γαλήνην «ἐπὶ τῇ φωνῇ τοῦ ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ.» Ἐξομολο γεῖται οὖν, διδάσκων ἡμᾶς ὁ Προφήτης ἐξομολογεῖ σθαι, τὸ πρόσωπον ἡμῶν ἀναλαβών. Καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλί ψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι, κ. τ. ἑ. Χριστοῦ ἀπο σπῶντος ἀνθρώπους ἀπὸ τῶν ἀντικειμένων ἐνεργειῶν, ἡ φωνὴ τοῦ ἁμαρτωλοῦ διαβόλου παρορ μῶντος τὰς ὑπ' αὐτὸν δυνάμεις κατὰ τοῦ Σωτῆρος αἰτία ἐγίνετο τοῦ ἐκείνας ἐκκλίνειν ἐπ' αὐτὸν τὴν ἀνομίαν, καὶ ἐν ὀργῇ ἐγκοτεῖν αὐτῷ, ὡς τοῦ Ἰη σοῦ ταράττεσθαι τὴν καρδίαν ἐν αὐτῷ, καὶ δειλίαν θανάτου ἐμπίπτειν αὐτῷ, φόβου καὶ τρόμου ἐρχομέ νων ἐπ' αὐτὸν, καὶ σκότου καλύπτοντος αὐτόν. Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, κ. τ. ἑ. Ἔχει τι ὅμοιον τὸ, «Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ,» τῷ, «Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη.» Ἀλλὰ καὶ ἐπὶ θανάτῳ προσδοκωμένῳ δειλία ἀπό τινος πο νηρᾶς ἐνεργείας γίνεται, ἥτις, βουλομένη ἐνεργῆ σαι εἰς τὸν λέγοντα τὸν ψαλμὸν, ἐπέπεσεν αὐτῷ, οὐ πάντως δὲ καὶ ἐνήργησεν ὃ ἐβουλήθη. Τὸ δὲ ὅμοιον ἐρεῖς καὶ ἐπὶ τοῦ ἐλθόντος ἐπ' αὐτὸν φόβου καὶ τρό 12.1465 μου· ἅτινα, ἐπεὶ εὗρεν αὐτὸν ἐγρηγορότα, οὐκ ἐνήρ γησεν. «Ἐκάλυψέ με δὲ σκότος,» εἶπε διὰ τὸ σῶμα σκοτοῦν τὴν ψυχὴν, ὅτε ἁμαρτωλὸς καὶ ἐχθρὸς ἐκ κλίνουσιν ἐπ' ἐμὲ ἀνόμιον ποίησιν. Ἁμαρτία γὰρ ἁμαρτίαν ἐρεθίζει· δίκαιος δὲ δικαίῳ συνὼν δικαιό τερος γίνεται. «Καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.» Καὶ τοῦτο τῶν ἁμαρτωλῶν, οἳ καὶ τὴν ἔχθραν οὐχ ἁπλῶς ἐργάζονται, ἀλλὰ καὶ ἐν σκότῳ. «Ἐγκοτεῖν» δέ ἐστιν ἐναποκειμένην ἔχειν τὴν ὀργήν. Ἐπίσταται σπουδαῖος ἅπας ἕτερον εἶναι τὸ ἐν λογισμοῖς ἁμαρ τάνειν (ὃ καὶ ἀνεκτόν ἐστι) καὶ ἕτερον, ἐν πράξει καὶ λόγοις (ὃ καὶ ἐπικίνδυνον καὶ βαρύ). ∆ιὸ καὶ εἴ ποτε ἐν λογισμοῖς συμβαίη κλόνον καὶ βλάβην γίνε σθαι, ἐν ἑαυτῷ φυλάττει αὐτὰ, οὐδὲ προφέρει λό γον, κατὰ τὸ ἐν κρυπτῷ ἁμάρτημα, οὐδὲ πράττει ἀποτελεσματικῶς, εἰδὼς ἰάσιμον εἶναι τὸ ἐνθύμημα. Τὸ δὲ ἐν πράξει καὶ λόγοις δυσίατον ἔσθ' ὅτε καὶ ἀνία τον. ∆ιό φησιν· «Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί.» Οὐ γὰρ ἡρμήνευσα τὴν ταραχὴν, ἢ ἔπραξά τι κατ' αὐτόν· ἀλλὰ καὶ δειλίας ἐπιπεσούσης θανάτου ἀκο λουθοῦντος τῇ ἁμαρτίᾳ, ἐν ἐμαυτῷ αὐτὴν κατέσχον. Συμβαίνει γὰρ ἐκ τῶν ἔξω τὴν δειλίαν φανῆναι, καὶ ἑτέρων πρόσκομμα γενέσθαι τὸν δηλωθέντα. Τὸ δὲ, «Φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμὲ, καὶ ἐκάλυψέ με σκότος,» τῆς φύσεως τῆς ἀνθρωπίνης ὑπάρχει, ἐχούσης τὸ παθητικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικόν. Κἂν κατ'