De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
εἰσάγονται οἱ δʹ δομέστικοι τῶν ταγμάτων σὺν τοῖς δυσὶ δημάρχοις καὶ τῷ χαρτουλαρίῳ τῆς βασιλικῆς σακέλλης, καὶ σὺν τούτοις δὲ πάντες οἱ γηροκόμοι τε καὶ ξενοδόχοι τῶν εὐαγῶν οἴκων, καὶ τῆς εἰσκομιδῆς τῶν τιμίων σταυρίων παρ' αὐτοῖς τελουμένης, εἰσάγονται πάντες, μάγιστροι, ἀνθύπατοι, πατρίκιοι καὶ ὀφφικιάλιοι κατὰ πρόσωπον τῶν εὐσεβῶν βασιλέων, ἐστολισμένοι τὰς ἑαυτῶν λευκὰς χλανίδας, καὶ τῆς διανομῆς τῶν τιμίων σταυρίων εἰς αὐτοὺς γεναμένης, τελεῖται ἡ λιτάνιος ὑμνῳδία ἀπὸ τοῦ ναοῦ τῆς ἁγίας Θεοτόκου τοῦ Φάρου πρὸς τὸν ναὸν τῆς ἁγίας τριάδος τῆς ∆άφνης, καὶ ἀπὸ τῆς ὑποστροφῆς ταύτης τελεῖται κλητώριον τοῖς βασιλεῦσιν ἐπὶ τοῦ λαμπροτάτου Ἰουστινιανοῦ τρικλίνου, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῶν βασιλέων φίλους, μαγίστρους, πραιποσίτους, ἀνθυπάτους, πατρικίους, ὀφφικιαλίους, ξενοδόχους, γηροκόμους, τοποτηρητὰς τῶν ταγμάτων κατὰ τὸν ἀριθμὸν τοῦ ποσοῦ τῆς τραπέζης, καὶ εἰσάγονται πάντες οἱ κεκλημένοι μετὰ τῶν οἰκείων ἀλλαξίμων, πλὴν τῶν χλανιδίων, οἱ δὲ γηροκόμοι καὶ ξενοδόχοι καὶ τοποτηρηταὶ τῶν ταγμάτων μετὰ τὰ οἰκεῖα αὐτῶν σκαραμάγγια. τῇ δὲ ἁγίᾳ καὶ ἱερᾷ πέμπτῃ τῆς λαμπρᾶς ὄντως καὶ περιφανοῦς ἑβδομάδος, ἐν ᾗ ὁ τῆς θείας μυσταγωγίας παρὰ τῆς 764 ἄνω σοφίας ἐφήπλωται δεῖπνος, τελεῖται προέλευσις παγανὴ ἐν τῷ λαμπρῷ παλατίῳ, καὶ προευτρεπίζεται παρ' ἡμῶν ἡ τοῦ βασιλικοῦ δείπνου κλῆσις πρωΐας, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῶν δεσποτῶν μαγίστρους, πραιποσίτους, ἀνθυπάτους, πατρικίους, ὀφφικιαλίους, πρωτοσπαθαρίους εὐνούχους, πριμικηρίους, ὀστιαρίους, μαγλαβίτας, κόμητας τοῦ ἀριθμοῦ καὶ κεντάρχους κατὰ τὸ ποσὸν τῆς τραπέζης, καὶ τούτους προσκαλεῖσθαι ἐπὶ τὸν τῆς ἑσπέρας δεῖπνον. ἀπολυομένης οὖν τῆς συγκλήτου πάσης καὶ πάλιν πρὸς ὥραν θʹ ἐπανιούσης, συνέρχονται πάντες οἱ κεκλημένοι εἰς τὸ τελέσαι τὴν ἱερὰν εὐωχίαν, καὶ μετὰ τὴν ἀπόλυσιν τῆς πνευματικῆς λειτουργίας προτίθεται τὸ βασιλικὸν κλητώριον ἐπὶ τοῦ περιβλέπτου τρικλίνου τοῦ Ἰουστινιανοῦ, καὶ προκαθεσθέντος τοῦ βασιλέως ἐπὶ τῆς τιμίας τραπέζης, εἰσάγονται πάντες οἱ κεκλημένοι μετὰ τῶν οἰκείων σκαραμαγγίων καὶ μόνον, ἐπὶ δὲ τῇ αὐτῶν ἐξόδῳ λαβόντες παρ' ἡμῶν φατλία σὺν ἡμῖν ἐξέρχονται πάντες. τῷ δὲ ἁγίῳ καὶ τιμίῳ σαββάτῳ ἀνεῳχθέντος τοῦ λαμπροῦ παλατίου, τελεῖται προέλευσις δημοσία πρὸς τὴν ἁγίαν Σοφίαν, καὶ ὑπαλλαττομένης τῆς ἐνδυτῆς τῆς τιμίας καὶ ἁγίας τραπέζης, εἰσέρχεται ὁ βασιλεὺς ἐν τῷ σκευοφυλακίῳ, καὶ τῆς διανομῆς γενομένης τῶν νάρδων, ὑποστρέφει πάλιν ὁ βασιλεὺς μετὰ δόξης ἐν τῷ αὐτοῦ παλατίῳ, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τοῦ 765 βασιλέως ἐν τῷ ἑσπερίῳ δείπνῳ φίλους, μαγίστρους, πραιποσίτους, ἀνθυπάτους, πατρικίους, πρωτοσπαθαρίους ὀφφικιαλίους, πρωτοσπαθαρίους εὐνούχους, πριμικηρίους, ὀστιαρίους, μαγλαβίτας, τοποτηρητὰς καὶ ἐκ τῶν ἀρχόντων τοῦ ἀριθμοῦ κατὰ τὸ ποσὸν τῆς τραπέζης, καὶ στοιχουμένου παρὰ τοῦ βασιλέως τοῦ αὐτοῦ κλητωρίου, καὶ δι' ἡμῶν κλητωρευομένων τῶν φίλων, ὑπολύονται οἴκαδε πάντες. μετὰ δὲ τὴν ἐνάτην ὥραν συνάξεως γινομένης, ἐξαλλάσσουσιν οἱ τῆς συγκλήτου πάντες, καὶ τῆς θείας λειτουργίας ἐν τῷ ναῷ τοῦ Φάρου τελουμένης, μετὰ τὴν ἐκφώνησιν τοῦ μυστικοῦ ὀργάνου ἐκδιδύσκονται πάντες τὰς ἑαυτῶν στολὰς, καὶ ἐπενδιδύσκονται τὰ οἰκεῖα σκαραμάγγια, καὶ ἵσταται τὸ κλητώριον ἐν τῷ περιφανεστάτῳ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ, καὶ εἰσάγονται πάντες οἱ κεκλημένοι μετὰ τῶν οἰκείων σκαραμαγγίων καὶ μόνον· μετὰ δὲ τὴν ἐπίδοσιν τῶν φατλίων συνεξέρχονται ἡμῖν οἱ πάντες. Ἀρχὴ τῶν κλητωρίων τοῦ πάσχα. Ἡ δὲ ἁγία καὶ δεδοξασμένη τῆς Χριστοῦ ἀναστάσεως περιφανὴς ἡμέρα, ἐν ᾗ τὸ τῆς σωτηρίας ἡμῶν οἰκονομήθη κεφάλαιον, καὶ ὁ χοϊκὸς Ἀδὰμ ἐκ τῆς φθορᾶς πρὸς τὴν ζωὴν ἐπανῆλθεν, λαμπράν τινα καὶ περίβλεπτον εὐωχίαν τοῖς βασιλεῦσιν ἡμῶν προσεξένησεν. τὸ γὰρ ὕψος τῆς ἱερᾶς ἀναστάσεως μυστικῶς ὑποφαίνοντες ἐκ τῶν κάτω καθεδρῶν ἑαυτοὺς συναπάραντες πρὸς ὑψηλήν τινα καὶ πολύκυδον τοῦ 766 βήματος θεωρίαν ἑαυτοὺς ἐπανάγουσι, καὶ τῆς Χριστοῦ ἀληθοῦς ἀγαπήσεως τὸν ἀσπασμὸν ἐκμιμούμενοι τὸ ὑπήκοον ἅπαν σχετικῶς κατασπάζονται, καὶ αὖθις σὺν τῇ λαμπρᾷ συγκλήτῳ πρὸς τὴν ἄνω Σιὼν, τὴν Χριστοῦ ἐκκλησίαν, ὡς μαθηταὶ, μετὰ δόξης συντρέχουσι. τὴν γὰρ περίδοξον τῆς ἡμέρας χαρμονὴν ἐνδεικνύμενοι λαμπροφοροῦσι τοῖς λώροις, εἰς τύπον τῶν ἐνταφίων Χριστοῦ σπαργάνων ἑαυτοὺς ἐνειλίττοντες. διὸ καὶ ἐν ταῖς δεξιαῖς χερσὶν αὐτῶν τὸ νικητικὸν τοῦ σταυροῦ κατέχοντες τρόπαιον, τὴν ἐξανάστασιν τῆς χοϊκῆς ἡμῶν οὐσίας ἐν ταῖς εὐωνύμοις