103
διοικεῖν. Ὑβριοπαθῶν δ' ὁ πάπας πρὸς ταῦτα, εὑρὼν δραστήριον ἄνδρα, ἀδελφὸν ῥηγὸς τῶν Φραντζίσκων ὄντα καὶ εἰς κόντους τεταγμένον, τὸν Κάρουλον, τὸν κατ' ἐκείνων ὡς δῆθεν ἀποστατῶν ἐγχειρίζει πόλεμον, τάξας ἐκεῖνον εἰς τὴν αὐτῶν ῥῆγα καὶ πόλεμον ἐμβαλὼν ἐκείνοις ἐντεῦθεν ἀκήρυκτον. Πῶς οὖν οἱ τόσον διαφερόμενοι πρὸς τὸν Κάρουλον ὁμαιχμεῖν κατὰ τοῦ βασιλέως ἔμελλον πώποτε; Ὅμως τὸ μελετώμενον ἀπεκρούσθη, καὶ ὁ βασιλεὺς ἔμενεν ἐπὶ τρόπου καὶ τὰ αὐτοῦ ἔπραττε. Τὰ δ' ἦσαν τὸ βουλὰς ὑφαίνειν σὺν ἄρχουσιν, ὅπως 251 ἀνακτίζοιτο μὲν ἡ πόλις διὰ ταχέων ἐπ' ἀδήλῳ τοῦ τί Ἰταλοὶ φρονοῖεν περὶ αὐτῆςδέος γὰρ μὴ ἀφανῶς ἐπιθοῖντο, ὅπως δὲ φυλαχθείη Ῥωμαίοις, ἐπιστάντων ἐκείνων, καὶ μὴ φανέντες λαφύξαιεν, ὡς ἐξ ἀνάγκης κραταιότερον ἐπιθέμενοι· οὐδὲ γὰρ ἠρεμεῖν οὐδὲ μικρὸν ἠκούοντο, ἀλλὰ στόλον μέγιστον ἀπὸ γῆς καὶ θαλάσσης κατὰ τῆς πόλεως ἐξαρτύεσθαι.
θʹ. Ὅπως σανίσιν ἀνυψοῦντο τὰ πρὸς τῇ θαλάσσῃ τείχη τῆς πόλεως καὶ διὰ τί καὶ περὶ ἑτοιμασίας τοῦ βασιλέως. Ἐδόκει γοῦν πρὸς τὰ παραστάντα διὰ ταχέων ἀνυψοῦν τὰ τείχη τῆς πόλεως, καὶ μᾶλλον τὰ πρὸς τῇ θαλάσσῃ, ἃ δὴ καὶ χθαμαλὰ ἦσαν εἰκότως, θαλασσοκρατοῦντος τότε τοῦ πρώτως ἀνεγείραντος Κωνσταντίνου τοῦ οὐχ ἧττον τὸ σέβας ἢ τὰς πράξεις μεγίστου, κατεπείγοντος δὲ τοῦ καιροῦ, ἐπεὶ οὐκ ἔχοιεν πέτραις σὺν τιτάνῳ τὴν ἀνοικοδόμησιν ἐκτελεῖν, μόσυσι, σανίσι πλατείαις καὶ ἐπιμήκεσι, σὺν τῷ καὶ στιβαραῖς πρὸς τὸ πρὸς τὰς ἐπιφορὰς ἀντέχειν εἶναι, τούς τε πύργους καὶ τὰ τείχη προσανυψοῦν· πρὸς δέ γε τὸ αὐτάρκως ἔχειν τῶν ἀνθεξόντων ἐντός, πλῆθος στρατιωτῶν ἔξωθεν εἰσοι κίζειν, πλὴν ἐλαφρῶν, ὡς ἐντὸς μενούντων ἐπὶ τοῦ τῆς μάχης καιροῦ, ἢν δέ τι δέοι καὶ ἀπὸ γῆς ἐκφέρειν πόλεμον, εἶναι τοὺς ὑποστησομένους ἐκ στρα τευμάτων μεγάλων βασιλικῶν· τὰ δέ γε τῆς τροφῆς αὐτοῖς, εἰ ἐπὶ μήκιστον παραμένοιεν προσκαθήμενοι, ἑτοίμως ἀπὸ τῆς πόλεως ἑτοιμάζεσθαι· εἰσα χθέντων γὰρ βοῶν ἱκανῶν εἰς γεωργίαν τῶν ἀρουρῶν, ὅπου ἂν εἴησαν αὗται καὶ παρ' ὧν κατέχοιντο, τῶν ἐντὸς λέγω τῆς πόλεως, αὐτοὺς γεωργεῖν ἔχειν, νεοῦντας καὶ σπείροντας καὶ θερίζοντας, ὡς εἶναι καὶ τοῖς ἀνθρώποις αὐτάρκη τροφήν, πρὸς τῷ καὶ ταρίχη προεισαχθῆναι τοῦτο μὲν ἐξ ὑείων κρεῶν, τοῦτο δέ γε καὶ ἐκ τοῦ τῶν προβάτων γάλακτος· καὶ χιλὸν τοῖς ἵπποις προσαπομέ νειν, εἶναι δὲ καὶ γεωργοῦσιν ἐντὸς τὰς ἐς τροφὴν ἀνθρωπίνην τῶν ζῴων ἐξ ἀνάγκης περιγινόμενα, ὡς τρέφειν ἱκανῶς ἔχουσι· περιβλήματα δὲ ἐκ βοείων 253 δερμάτων ταῖς σανίσιν ἐπιτεθεῖσθαι, μὴ καὶ πῦρ ἐναύσαντες ἐκκαίοιεν οἱ πολέμιοι. Τὰ μὲν οὖν τῶν σανίδων εἰς ἔργον ἐξέβη, καὶ πύργοι μὲν ὡς ἐπὶ τρεῖς ἀνυψοῦντο πήχεις, τείχη δὲ ἀναλόγως τοῖς πύργοις τὴν αὔξην ἐλάμβανον· τὰ δὲ λοιπὰ ὑπερετίθεντο, ὡς ἐπὶ καιροῦ πράξοντες. Τὸ δ' ἐλαφροῖς τῶν στρατιωτῶν οἰκίζειν τὴν πόλιν καὶ λίαν ἐπ' ἀνάγκης εἶχεν· ὅπου γε καὶ Λάκωσι πλείστοις, ὕστερον ἐκ τοῦ Μορέου ἀφιγμένοις, ἐπιμερίσας τόπους, ἐπὶ τῆς πόλεως παρεῖχε κατοικεῖν ὡς αὐτόχθοσι καί, ῥόγαις ἐτησίοις δωρού μενος καὶ πλείστοις ἄλλοις φιλοτιμήμασιν, ἐπὶ πολλοῖς καὶ ἐντὸς καὶ ἐκτὸς ἐχρᾶτο, ὡς ἀξίαν τριβὴν ἐν πολέμοις ἔχουσι. Τῷ δέ γε Γασμουλικῷ, οὓς δὴ συμμίκτους ἡ τῶν Ἰταλῶν εἴπειε γλῶσσαἦσαν γὰρ ἔκ τε Ῥωμαίων καὶ Λατίνων γεγεννημένοι, καὶ προσανεπαύετο ἐκπέμπων ἐπὶ νηῶν· ἦσαν γὰρ τὸ μὲν προμηθὲς εἰς πολέμους καὶ συνετὸν ἐκ Ῥωμαίων, τὸ δ' ὁρμητικόν τε καὶ αὔθαδες ἐκ Λατίνων ἔχοντες· καὶ δὴ ἐξ ἐκείνων καὶ στόλον μέτριον ἐξηρτύετο καὶ προσεκτᾶτο τὰ τῶν νήσων ἐγγύτερα, ῥόγας μὲν ἀποτάττων αὐτοῖς ἐκ τοῦ κοινοῦ ταμιείου καὶ φιλοτιμίαις αὔξων τὰς προθυμίας, ἀντιλαμ βάνων δ' ἐκ τῆς ἐκείνων σπουδῆς καὶ ἐργασίας πλείονα. Εἶχε γὰρ ταῖς ἀληθείαις καὶ τὸ εὐεργετικὸν πρὸς ἅπαντας καὶ ἀμφοτέραις ἐξήντλει, πολλῶν προαποκειμένων, οὐκ οἶδα εἴτε τις τὴν φύσιν τοιοῦτος ὤν, ἢ προσποιούμενος δι' ἄλλα μέγιστα τὸ φιλότιμον, ἀναγκαστικὰς τὰς εὐνοίας ὑποποιούμενος, ὡς δῆθεν οὐκ ἐνδίκως ἄρξας,