Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
ἐλεύθερος ἔσηται αὐτὸς καὶ οἱ μετ' αὐτὸν πατριάρχαι εἰς τὸν αἰῶνα, ὁμοίως καὶ πάντες οἱ ὑποτεταγμένοι αὐτῷ ἀρχιερεῖς. 458
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ ΑΡΧΟΜΕΝΟΝ ΜΕΤΑ ΤΗΝ ΑΛΩΣΙΝ ΤΗΣ
ΒΑΣΙΛΕΥΟΥΣΗΣ ΤΩΝ ΠΟΛΕΩΝ, ΠΕΡΙΕΧΟΝ ΤΑΣ ΕΝ ΤΗ ΠΕΛΟΠΟΝΝΗΣΩ ΣΥΓΧΥΣΕΙΣ ΚΑΙ ΠΟΛΕΜΟΥΣ ΑΝΑΜΕΤΑΞΥ ΤΩΝ Α∆ΕΛΦΩΝ ΚΑΙ
∆ΕΣΠΟΤΩΝ ΚΑΙ ΠΩΣ Ο ΑΜΗΡΑΣ Ε∆ΙΩΞΕΝ ΑΥΤΟΥΣ, ΥΠΕΤΑΞΕ ΤΗΝ∆Ε ΤΗΝ ΝΗΣΟΝ ΚΑΙ ΠΕΡΙ ΩΝ ΕΠΑΘΕΝ Ο ΣΥΓΓΡΑΦΕΥΣ ΚΑΙ ΑΛΛΑΣ ΤΙ ΝΑΣ
ΥΠΟΘΕΣΕΙΣ, ΩΣ ΚΑΙ ΚΕΦΑΛΑΙΑ ΕΥΡΗΣΟΝΤΑΙ
1 I.Ἁλωθεὶς οὖν κἀγὼ καὶ πάντα τὰ δυσχερῆ καὶ κακὰ τῆς αἰχμα λωσίας ὑπενεγκὼν ὁ ἄθλιος, τέλος ἐξηγοράσθην· τῇ πρώτῃ τοῦ Σεπτεμ βρίου τοῦ #22ξβ-ου ἔτους ἀπέσωσα εἰς τὴν Πελοπόννησον ἐν τῇ Σπάρ τῃ. Τῆς δὲ γυναικός μου καὶ τῶν τέκνων μου ἁλωθέντων ὑπό τινων γε ρόντων Τουρκῶν, καλογνώμων ὄντων, καὶ παρ' αὐτῶν πάλιν πραθέντων τῷ πρώτῳ ἱπποκόμῳ τοῦ ἀμηρᾶ, ὃς λέγεται τῇ ἐκείνων διαλέκτῳ μερα χούρης, ὃς καὶ ἄλλας πολλὰς τῶν ἀρχοντισσῶν ἠγόρασε καὶ πολλοῦ ἐράνου ἐπέτυχε δι' αὐτῶν, τοῦ δὲ κάλλους καὶ ἄλλων χρηστῶν ἠθῶν τῶν τέκνων μου μὴ δυναμένων κρυβῆναι, μαθὼν περὶ αὐτῶν ὁ ἀμηρᾶς, ἀπῆρεν αὐτά, δοὺς τῷ εἰρημένῳ αὑτοῦ πρωτοϊπποκόμῳ χρήματα πολλά. Ἐναπέμεινε δὲ ἡ ἀθλία αὐτῶν μήτηρ μόνη μετὰ μιᾶς καὶ μόνης 20ἀνα τραφείσης αὐτῆσ, αἱ δὲ ἄλλαι διεμερίσθησαν. 2. Καταφρονοῦντες μέμφονται καὶ κατηγοροῦντες ἐλέγχουσιν ἡμᾶς οἱ Λατῖ νοι καὶ λέγουσιν, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ διὰ τὸ μὴ ὀρθῶς φρονεῖν ἡμᾶς τὸ τῆς πίστεως ἀπωλέσαμεν τὴν βασιλείαν. Ἡμεῖς δὲ λέγομεν, ὅτι ἁμαρτωλοὶ ὑπάρχομεν καὶ οὐδεὶς ἀναμάρτητος εἰ μὴ εἷς ὁ Θεός. Περὶ δὲ τοῦ ὀρθῶς φρονεῖν γινώσκετε, ὅτι ἡμεῖς καινοτομίαν οὐδεμίαν ἐποιήσαμεν εἰς τὰ τοῦ εὐαγγελίου ῥητά, εἰ μὴ πιστεύο μεν καὶ δοξάζομεν, τὰ ὅσα οἱ αὐτόπται τοῦ λόγου καὶ ὑπηρέται ἡμᾶς ἐδίδαξαν· καὶ ὃ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ ἑπτὰ σύνοδοι καὶ αἱ κατὰ καιρὸν τοπικαὶ ἡμῖν ὄντως παρέδωσαν, ἀληθῶς καὶ βεβαίως κρατοῦμεν, ὡς ἐδίδαξεν ὁ ἁγιώτατος Σίλβεστρος ἐν τῇ πρώτῃ συνόδῳ καὶ ὁ ἁγιώτατος πάπας ∆άμασος ἐν τῇ δευτέρᾳ συνόδῳ καὶ ὁ ἁγιώ τατος πάπας Καιλεστῖνος ἐν τῇ τρίτῃ συνόδῳ καὶ ὁ ἁγιώτατος πάπας Λέων ἐν τῇ τε τάρτῃ συνόδῳ καὶ ὁ ἁγιώτατος πάπας Βιγίλιος ἐν τῇ πέμπτῃ συνόδῳ καὶ ὁ ἁγιώτατος πάπας Ἀγάθων ἐν τῇ ἕκτῃ συνόδῳ καὶ ὁ ἀγιώτατος πάπας Ἀδριανὸς ἐν τῇ ἑβδόμῃ συνόδῳ· ὡς ἴστε πάντες, ὅτι ἔθεντο καὶ ἀναθεματισμοὺς καὶ ἀφορισμοὺς ἀλύτους, μή τις τολμήσῃ προσθεῖναι ἢ ἐκλεῖψαι ἢ ὅλως παρασαλεῦσαι ἅπερ ἐκεῖνοι εὐαγγελι κῶς καὶ ἀποστολικῶς καὶ ἀκριβῶς ἐξακολουθοῦντες διὰ πνεύματος ἁγίου ἐσφραγί σαντο. Μάρτυρες τῶν αὐτῶν αἱ συνοδικαὶ βίβλοι καὶ τὰ συνοδικὰ συγγράμματα τῶν κατὰ καιρὸν ἄκρων ἀρχιερέων, ἤτοι πάπων, καὶ τῶν ἁγίων μεγάλων ἐκείνων συνό 460 δων, ὡς ἠριθμήσαμεν, ἐκ τῆς ὑμετέρας ὄντες καὶ αὐτοὶ τῆς φυλῆς τῶν Λατίνων, ἄν δρες θεοφρουρούμενοι ἔργῳ καὶ λόγῳ τετιμημένοι. Ταύτην τὴν παράδοσιν ἡμεῖς ἀσφα λῶς κρατοῦμεν, ἵνα μὴ εἰς ἀφορισμὸν τῶν ἁγιωτάτων ἀποστόλων καὶ τῶν ἁγίων οἰκου μενικῶν ἑπτὰ συνόδων καὶ τῶν ἁγιωτάτων ἐκείνων ὄντως ἄκρων ἀρχιερέων πέσωμεν. Καὶ ἡμεῖς εὐαγγελικῶς καὶ ἀποστολικῶς κρατοῦμεν τὴν παράδοσιν τῆς πρεσβυτέρας Ῥώμης, τὸ γὰρ ἡμέτερον δόγμα παρ' ἀμφοτέρων εὖ πάντοτε ὡμολογεῖτο, τὸ δὲ ἐξ αὐτῶν καινοτομηθὲν αὐτοῖς μόνοις ἀκαταγόρητον εἶναι δοκεῖ· καὶ ἡμᾶς ἔδει κριτὰς αὐτῶν εἶναι καὶ κατηγόρους, καὶ οὐκ αὐτοὺς ἡμῶν. 3. Τὰ νῦν δὲ νεωστί τινες αὐτῶν θεολόγοι ἢ καὶ μᾶλλον εἰπεῖν καινολόγοι οὐκ αἰσχύνονται ἐπ' ὀκρίβαντος ἀναβαίνειν διδάσκοντες λέγειν ἐῤῥόρουμ Γραικόρουμ, τουτέστι σφάλματα ἡμέτερα,