103
νικώσης κατὰ φύσιν, ὡς ἀληθείας, τῆς τῶν ὄντων ἀρχῆς καὶ αἰτίας, καὶ πρὸς ἑαυτὴν συνελκούσης τῶν γεγονότων τὴν κίνησιν.
Οὕτω διαλεχθεὶς ὁ φιλόσοφος νοῦς τῷ κατὰ φύσιν νόμῳ πᾶσαν αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἀποκρούεται πλάνην, ψηφίσασθαι πείθων ἐλευθερίαν τοῖς πρὸς δουλείαν(10) παθῶν κεκρατημένοις λογισμοῖς τε τῆς ψυχῆς καὶ δυνάμεσι, καὶ τῶν τῆς νοουμένης αἰχμαλωσίας δεσμῶν λύσιν καὶ ἄφεσιν κηρύξαι τοῖς καθειργμένοις ἐν τῷ σκότει, τῇ προσπαθείᾳ λέγω τῶν αἰσθητῶν, ὥστε ἀναβάντας αὐτοὺς εἰς τὴν Ἰουδαίαν, φημὶ δὲ τὴν ἀρετήν, οἰκοδομῆσαι ἐν Ἱερουσαλήμ, τῇ ἕξει λέγω τῆς ἀπαθείας, τὸν ναὸν Κυρίου, τουτέστι τὴν δεκτικὴν τῆς σοφίας γνῶσιν.
Σοφὸς οὖν καὶ πάνυ σοφὸς ὁ μέγας ἐστὶ Ζοροβάβελ, οἷα παρὰ Θεοῦ τὴν σοφίαν λαβών, καὶ δι᾽ αὐτῆς δυνηθεὶς ἑκάστῳ τῶν πρὸς ἀπάτην προβεβλημένων ἐπὶ φθορᾷ τοῦ γένους τῶν ἀνθρώπων ὑπὸ τῶν ὑπεραγωνιζομένων τοῦ σώματος πονηρῶν πνευμάτων ἀντιπροβαλέσθαι καὶ νικῆσαι καὶ ἀνατρέψαι καὶ δι᾽ ἑκατέρου τῶν οἰκείων προβλημάτων τὸ ἑκατέρου τῶν ἀντικειμένων πρόβλημα παντελῶς ἐξαφανίσαι καὶ τὴν ψυχὴν πονηρᾶς (14Γ_024> λυτρώσασθαι δουλείας παθῶν. Ἐπειδὴ γὰρ ἐκεῖνοι διὰ μὲν τοῦ οἴνου τὴν ζέσιν τιμᾶσθαι τῶν σαρκικῶν ἡδονῶν ἐπεζήτουν, διὰ δὲ τοῦ βασιλέως τῆς κοσμικῆς δόξης τὸ κράτος ἐπεκύρουν, οὗτος τὴν πνευματικὴν καὶ πέρας οὐκ ἔχουσαν διὰ τῶν γυναικῶν εἰσήγαγεν ἡδονήν, καὶ διὰ τῆς ἀληθείας τὸ μὴ σαλευόμενον ἐνεδείξατο κράτος, καὶ ἔπεισε τῶν μὲν παρόντων καταφρονεῖν ἀγαθῶν, τῶν δὲ μελλόντων ἀντέχεσθαι.
Ταύτην ἔχει τὰ προβλήματα, κατ᾽ ἐμὲ φάναι, τὴν ἔννοιαν καλήν τε καὶ σοφὴν καὶ τοῦ γραφῆναι πρὸς νουθεσίαν ἡμῶν οὐκ ἀναξίαν τοῦ Πνεύματος. Εἰ δέ τις ὑψηλότερον τὸν τῶν γεγραμμένων νοῦν σκοπῆσαι δυνηθῇ κατὰ τὴν χορηγουμένην αὐτῷ τοῦ νοεῖν τὰ θεῖα δύναμιν, φθόνος οὐδείς, ὅτι μηδὲ πέφυκεν ἐλαττοῦσθαι τοῦ Πνεύματος ἡ χάρις ἐν τοῖς συμμετέχουσιδι᾽ ὃ μάλιστα τὸ τοῦ φθόνου τίκτεται πάθος, κἂν ὁ μὲν πλέον ὁ δὲ ἔλαττον ἔχῃ τῆς χάριτος. Ἕκαστος γὰρ κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ πίστεως φανερουμένην κέκτηται τοῦ Πνεύματος τὴν ἐνέργειαν, ὥστε ταμίας ὑπάρχει τῆς χάριτος ἕκαστος ἑαυτοῦ(11), καὶ οὔποτ᾽ ἂν εὖ φρονῶν ἄλλῳ φθονήσειεν ἐνευδοκιμοῦντι ταῖς χάρισι, ἐπ᾽ αὐτῷ κειμένης τῆς δεκτικῆς τῶν θείων ἀγαθῶν διαθέσεως.
Ἔλθωμεν δὲ καὶ ἐπ᾽ ἄλλην μυστικὴν θεωρίαν, τὴν ἀρχικὴν τῶν γεγραμμένων ἀλήθειαν προδεικνύουσαν. Ζοροβάβελ ἐστὶν ἀληθινός τε καὶ νέος καὶ διὰ τοῦ παλαιοῦ τυπικῶς μηνυόμενος ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, ὁ ἐν τῇ συγχύσει τῆς φύσεως ἡμῶν συλληφθεὶς καὶ κυηθεὶς καὶ τεχθείς, καὶ τέλειος κατὰ φύσιν γενόμενος ἄνθρωπος, ἵνα πρὸς ἑαυτὸν τῆς συγχύσεως ἀποστᾶσαν ἐπαναγάγῃ τὴν φύσιν, ὁ μὴ γενόμενος μὲν σὺν ἡμῖν αἰχμάλωτος(12) καὶ πρὸς τὴν τῶν παθῶν ἀποικισθεὶς σύγχυσινοὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, ἐν ἡμῖν δὲ τοῖς αἰχμαλώτοις ὡς αἰχμάλωτος (14Γ_026> γεννηθεὶς καὶ μεθ᾽ ἡμῶν τῶν ἀνόμων λογισθείς, διὰ φιλανθρωπίαν γενόμενος ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας(13) καὶ περὶ ἁμαρτίας· ἐν ὁμοιώματι μὲν σαρκὸς ἁμαρτίας, ὅτι, φύσει Θεὸς ὑπάρχων ἀπαθής, ἀτρέπτως κατ᾽ οἰκονομίαν φύσει παθητὸς γενέσθαι κατηξίωσεν ἄνθρωπος, περὶ ἁμαρτίας δέ, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ἤχθη εἰς θάνατον καὶ ὑπὲρ ἡμῶν ὠδυνήθη καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐτραυματίσθη καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα ἡμεῖς τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν φησιν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὗ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.
Οὖτός ἐστιν ἡ δικαία 'ἀνατολὴ' τῆς ἡμῶν ἐκ τῆς ἁμαρτίας 'διασπορᾶς', περὶ ἧς διὰ τοῦ προφήτου φησὶ τὸ Πνεῦμα τὸ ἅγιον ὅτι ἀνατελεῖ ὑμῖν ἀνατολὴ δικαία, καὶ ἰδοὺ ἀνήρ ἀνατολὴ ὄνομα αὐτῷκαὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ ἥλιος