De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
κατέχουσι, καὶ τὴν θείαν μυσταγωγίαν τῷ Θεῷ ἀναφέροντες μετὰ τὴν τῶν ἁγίων μυστηρίων μετάληψιν, πρὸς σεμνὸν κρᾶμα τοὺς τῆς συγκλήτου προκρίτους, ὡς κοινωνοὺς τῆς χάριτος, ἐμφανῶς προσλαμβάνονται. καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν ἐν τῇ αὐτῇ κλήσει τοῦ κράματος τοῦ τελουμένου ἐν τῇ Χριστοῦ καθολικῇ ἐκκλησίᾳ εἰς συνεστίασιν τῷ βασιλεῖ φίλους ἀπὸ τῆς τάξεως τῶν μαγίστρων ἀνθυπάτων, πατρικίων, στρατηγῶν τε καὶ ὀφφικιαλίων, τὸν ἀριθμὸν ιδʹ· εἰσάγειν δὲ αὐτοὺς ἐπὶ τῆς αὐτῆς τραπέζης οὕτως· τοὺς μὲν μαγίστρους, ἀνθυπάτους καὶ πατρικίους, τοὺς λώρους ἠμφιεσμένους μετὰ τῶν χρυσέων αὐτῶν θωρακίων καὶ μόνον, προκρίνειν δὲ ἐν τῇ τοιαύτῃ καθέδρᾳ τοὺς τὰ θωράκια ἠμφιεσμένους ὑπὲρ τοὺς ἄλλους πατρικίους τοὺς τὰ οἰκεῖα καμίσια φοροῦντας, κἂν τάχα τύχοιεν ἐλάτ 767 τονες εἶναι ἐν τῇ προβλήσει· τοὺς δὲ στρατηγοὺς ἅπαντας μετὰ τῶν οἰκείων αὐτῶν σκαραμαγγίων καὶ μόνον· τοὺς δὲ ὀφφικιαλίους καὶ αὐτοὺς μετὰ τῶν οἰκείων καμισίων, ἄνευ μέντοι τῶν ἑαυτῶν χλαμύδων. ἐπὶ δὲ τῆς προκειμένης ἐν τῷ περιβλέπτῳ χρυσέῳ τρικλίνῳ χρυσῆς τραπέζης, ἐν ᾧ καὶ τὸ περιφανὲς κτῆμα τοῦ χρυσοῦ πενταπυργίου ἐς τιμὴν προετέθη, δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῷ βασιλεῖ φίλους ἐκ τῶν προλεχθέντων μαγίστρων, ἀνθυπάτων, πατρικίων, στρατηγῶν ὀφφικιαλίων, σεκρετικῶν, ἀπὸ τῆς τάξεως τοῦ στρατιωτικοῦ καὶ κατωτέρω, ἀσηκρητῶν τε ὁμοῦ καὶ κομήτων τῶν σχολῶν καὶ σκριβώνων, σὺν τῶν δύο ἐκ Βουλγάρων φίλων, τὸν ἀριθμὸν λʹ· ἐν δὲ ταῖς περιεξῆς τέσσαρσι τῶν καμαρῶν τραπέζαις ἀπὸ τῆς τάξεως τῶν βασιλικῶν κανδιδάτων, βεστητόρων τε καὶ σιλεντιαρίων, δρακοναρίων, σκηπτροφόρων, σημειοφόρων καὶ σενατόρων τὸν ἀριθμὸν λϛʹ· Ἀγαρηνοὺς δεσμίους ἐκ τοῦ μεγάλου πραιτωρίου τὸν ἀριθμὸν ιηʹ, καὶ ἐκ τῶν Βουλγάρων φίλων ἀνθρώπους ιηʹ· εἰσάγειν δὲ αὐτοὺς καὶ προστιχίζειν πρὸ τῆς εἰσόδου αὐτῶν, τοὺς μὲν ἐπὶ τῆς χρυσῆς βασιλικῆς τραπέζης περιφανεῖς δαιτυμόνας μετὰ τῶν οἰκείων ἀλλαξιμάτων καὶ χλανιδίων, προσκαλεῖσθαι δὲ τοὺς ἀπὸ τῶν Βουλγάρων φίλους ἀπὸ τῆς τάξεως τῶν στρατηγῶν ἐν τῷ δευτέρῳ μίνσῳ ἐπὶ τῆς εὐωνύμου θέσεως τῆς τραπέζης πρὸς τὸ ἀριθμεῖσθαι αὐτοὺς πέμπτους, 768 ἢ καὶ ἕκτους φίλους, στιχίζειν δὲ ἅπαντας ἔνθεν κἀκεῖθεν κατὰ τὴν ἁρμόζουσαν τῆς τάξεως ἑκάστῳ δόξαν. ἀπὸ δὲ τῆς στάσεως τῶν λεχθέντων τούτων στιχίζειν αὖθις ἔνθεν κἀκεῖθεν τοὺς ἀπὸ τῆς τάξεως τῶν κανδιδάτων καὶ κατωτέρω πρὸς τὸ καθεσθῆναι ἐπὶ τῶν ἑκατέρων δύο προκρίτων τραπεζῶν. ἐπὶ δὲ ταῖς κατωτέραις τραπέζαις δεῖ προστιχίζειν, ἐπὶ μὲν τῆς ἐξ εὐωνύμου θέσεως τοὺς ἐξ Ἀγάρων δεσμίους, ἐπὶ δὲ τῆς ἑτέρας τραπέζης τοὺς τῶν φίλων Βουλγάρων ἀνθρώπους πάντας· εἰσάγειν δὲ αὐτοὺς ἅπαντας καὶ ἐξάγειν οὕτως· τοὺς μὲν ἀπὸ τῆς συγκλήτου πάντας καὶ τῶν ταγμάτων μετὰ τῶν οἰκείων ἀλλαξήμων, τοὺς δὲ Ἀγαρηνοὺς λευκοφόρους, ἀζώνους καὶ ὑποδεδεμένους, τοὺς δὲ Βουλγάρων ἀνθρώπους μετὰ τῶν οἰκείων αὐτῶν σχημάτων. δεῖ δὲ προσέχειν τὴν ἐκφώνησιν καὶ ἀπήχησιν τῶν μουσικῶν ὀργάνων, καὶ ἡνίκα τὸ ᾀδόμενον ᾄσῃ μέλος, ἀνιστᾷν ἅπαντας εἰς εὐφημίαν τῶν δεσποτῶν καὶ αὖθις τὰς ἑαυτῶν ἐκδιδύσκεσθαι χλαμύδας, καὶ μετὰ τῆς ἀφίξεως τοῦ μίνσου τῶν δουλκίων πάλιν ταύτας ἀναλαμβάνειν πρὸς τὸ μετ' αὐτῶν ἐκπορεύεσθαι ἐν τῇ αὐτῶν ἐξόδῳ. ἐν δὲ τῇ αὐτῇ ἀναστάσει δεῖ προσέχειν τὸ ἐκ βασιλικῆς χειρὸς διδόμενον τῆς ἐγέρσεως σχῆμα, σὺν αὐτῷ δὲ καὶ τὴν ἐκφώνησιν τοῦ παρεστῶτος ἐκεῖ κουβικουλαρίου, καὶ αὖθις ἐξανιστᾷν καὶ προπέμπειν τοὺς τῶν δʹ τραπεζῶν κεκλημένους, μικρὸν εἴργοντας τοὺς ἄνω φίλους, καὶ εἰθ' οὕτως συνεξερχομένους ἅπαντας. ἐπὶ δὲ τῆς δευτέρας ἡμέ 769 ρας τελεῖται μεθέορτος προέλευσις ἐν τῷ σικῷ τῶν κορυφαίων καὶ ἁγίων ἀποστόλων. καὶ πληρουμένης τῆς ἱερᾶς λειτουργίας, προτίθεται κλητώριον ἐπὶ ἀποκοπτῆς τραπέζης ἐν τῷ μεγάλῳ τρικλίνῳ τῶν παλατίων, καὶ δεῖ ὑμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῷ βασιλεῖ μαγίστρους, πραιποσίτους, ἀνθυπάτους, πατρικίους, στρατηγοὺς, μητροπολίτας, ὀφφικιαλίους, πρωτοσπαθαρίους, ἀσηκρήτας, χαρτουλαρίους, ὑπάτους, βεστήτορας, σιλεντιαρίους καὶ ἀλλαξίμων τῶν ταγματικῶν ἀρχόντων κατὰ τὸ ποσὸν τῆς τραπέζης· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων ἀλλαξίμων καὶ καμισίων, ἄνευ μέντοι τῶν ἑαυτῶν χλαμύδων· προσέχειν δὲ τοῖς εὐφημοῦσι δήμοις, καὶ ἡνίκα ἄρξονται ἀκτολογεῖν τοὺς δεσπότας, δεῖ ἐξανιστᾷν πάντας τοὺς κεκλημένους πρὸς τὸ καὶ αὐτοὺς πραέως συνευφημεῖν τοὺς δεσπότας. τῇ δὲ τρίτῃ ἡμέρᾳ τῆς αὐτῆς ἑβδομάδος τελεῖται παγανὴ προέλευσις μετὰ