1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

104

ἤ, τό γε τρίτον, πρὸς τὰς τῶν προτέρων βασιλέων εὐεργεσίας ἀντιβαλλόμενος, κἂν μὴ τόσας εὐηργέτει, μηδ' οὕτως. Τέως δέ γε κατὰ βασιλεῖς ἠναγκάζετο χρᾶσθαι τοῖς πράγμασι, μὴ καὶ δόξοι σκηνικῶς τὸ ἄρχειν ἐπιτηδεύων. Οὔτε γὰρ ἥλιος ποθεινὸς μὴ τὰς ἀκτῖνας παρίσχων τοῦτο μὲν γῇ, τοῦτο δ' ἀνθρώποις καὶ ζῴοις ἅπασιν, οὔτε βασιλεὺς τὸ ἀληθινὸν πρὸς τὸ ἄρχειν ἕξει μὴ τοὺς ὑπηκόους εὐεργετῶν· 255 ὅστις δὲ βασιλεύων γλίσχρος ἐστὶ πρὸς τὸ διδόναι, ἐκεῖνος σκηνὴν βασι λείας, οὐ βασιλείαν, μεταχειρίζει. Τεκμήριον δὲ ὁ ἐπὶ σκηνῆς Ἀγα μέμνων καὶ ὁ Οἰνόμαος, Οἰδίπους τε καὶ οἱ ἐξ αὐτοῦ καὶ Ἄδραστος βασιλεὺς Ἄργους καὶ οἱ λοιποί, ἵνα μὴ καθ' ἕκαστον λέγω τῶν ἐπὶ σκηνῆς βασιλέων. Πότε γὰρ ἐξ ἐκείνων τις εὖ πάθοι, πότε δὲ καὶ εὐεργετηθείη, ὑποκρινομένων τὰ τῶν βασιλέων πρόσωπα; Ἀλλ' ἐκείνοις μὲν ἔστι καὶ ἀπολογεῖσθαι καὶ τὴν μέμψιν διαφεύγειν τὴν τῶν πολλῶν· σχήματα γὰρ προσώπων καὶ οὐ πρόσωπα ὄντας, ἀνάγκη καὶ σχήμασι μόνοις εὐεργετεῖν. Τούτοις δέ γε τίς ἀπολογία καὶ ὑπολέλειπται μὴ διδοῦσιν; Εἰ δ' οὖν, ἀλλὰ σχηματίζονται καὶ οὗτοι τὸν βασιλέα, βασιλεῖς μὴ ὄντες μηδ' ὁπωσοῦν. Τοιοῦτοι δ' ὄντες, τί ἀξιοῦσι τιμᾶσθαι, μὴ ἀληθινῶς βασιλεύοντες; Ἡ γὰρ τιμὴ βασιλεῖ μετὸν καὶ οὐ σκηνικῶς βασιλεύοντι. Ταῦθ' ὁρῶν ἐκεῖνος, καὶ μᾶλλον ἐξ ὑπογύου βλέπων τοὺς παρὰ τῶν ἀπελθόντων βασιλέων εὐεργετουμένους, συνειδὸς ἔχων ἠλέγχετο, καὶ εὐηργέτει μέν, πλὴν οὐχ ὅσον ἐκεῖνοι, τὸ μὲν διὰ τὴν ἀνάγκην καὶ τοὺς ἐλέγχους δεδιὼς ὡς κατ' ὀφθαλμοὺς ὄντας, τὸ δὲ τῇ φύσει χρώμενος ἴσως, μὴ παρακατέχειν αἱρούμενος ζωὴν ταλαιπώρων ἀνθρώπων, τῶν προὔργου παντὸς ἀναγκαίου πορίζειν ἔχοντος τὴν τροφὴν ἐπὶ θεραπείαν ἐκείνων ἰόντων κατά τι ἀρχαῖον νόμιμον. Ἀλλὰ ταῦτα μὲν ἴσως καὶ παρα καίρια, ἐφ' ᾧ μόνον δεῖξαι φύσει προσὸν τῇ βασιλείᾳ τὸ εὐεργετικόν· οὗ ἐκεῖνος αὐτάρκως μετεῖχεν, οὐ τὰ πολλά γε μικρολογούμενος. Ἀπέστελλε δὲ καὶ πρὸς τοὺς ἐπιδόξους τῆς Ἰταλίας, καὶ μᾶλλον τοὺς τῆς ἐκκλησίας, φίλους ἐκείνους καὶ μακρόθεν κτώμενος.

ιʹ. Ὅπως τὸν Ἰωάννην ὁ βασιλεὺς ἐκποδὼν ποιῶν ἐξετύφλου. Τότε δ' ἐνευκαιρήσας ἐκ τῶν ἄλλων, τὸν τῆς καρδίας ἔμμονον λογισμὸν ἔγνω καταστέλλειν κακίστοις ἐπιχειρήμασιν. Ὁ μὲν οὖν λογισμὸς τὸ καὶ εἰσέπειτά οἱ συνάρχειν τὸν Ἰωάννην καὶ δυοῖν κεφαλαῖν, τὸ τοῦ λόγου, μίαν ἐπικεῖσθαι καλύπτραν καὶ λίαν ἀπᾷδον εἶχε, χωρὶς καὶ τοῦ μὴ ἐν ἀσφαλεῖ καθίστασθαι· τὸν μὲν γὰρ οὗτος, τὸν δ' ἐκεῖνος στέρξοι, ἀνὰ μέρος ἀποστέρ γων τὸν ἕτερον, καὶ οὕτως ἄτακτον τὸ πολύαρχον· χρῆναι γοῦν σβεννύειν 257 τὸ εἰς ἐκεῖνον τῶν πολλῶν θάρρος καὶ δὴ καταρξάμενον τελειοῦν· ἥμισυ γὰρ τοῦ παντὸς τὴν ἀρχήν φασί τινες, ἀρχὴν δ' εἶναι τὸ οἷον κατασιγασθῆναι τὴν ἐκείνου μνήμην, ὡς μηδὲ συνάρχειν ὑπολαμβάνεσθαι· τῷ γὰρ καὶ δεύτερον στεφομένου μὴ κἀκεῖνον συντιμᾶσθαι καὶ συνευφημεῖσθαι, τοῦ πατριάρχου στέφοντος, ἠρέμα πως ὑπορρεῖν ἀνάγκῃ· καί γ' εὐχερὲς ἂν εἶναι καὶ τὸ πλέον ἐπιτεθῆναι, ὡς μηδ' ἐλπίδα ὑπολελεῖφθαι. Τούτοις καταστρατηγηθέντος τοῖς λογισμοῖς τοῦ βασιλέωςὑπέκαιε γὰρ αὐτὸν ὁ τῆς μοναρχίας ἔρως, καὶ τὴν παρερχομένην δόξαν περὶ πλείονος ἐτίθει τοῦ θείου φόβου διὰ τὴν τοῦ πλείονος ὄρεξιν, βουλὴν βουλεύεται μάλα μὲν αἰσχίστην, μάλα δὲ καὶ Θεοῦ πόρρω βάλλουσαν, καὶ πέμψας ἐκτυφλοῦν τὸν παῖδα προσέταττε, παιδίον ἁπαλὸν καὶ μηδὲν ἔτι σχεδὸν τελέως ἢ τὸ χαίρειν ἢ τὸ λυπεῖσθαι μαθόν, καί γ' ἐν ἴσῳ τιθέμενον τό τ' ἄρχειν καὶ τὸ ἄρχεσθαι, μόνῳ δὲ τῷ πατριάρχῃ πιστεῦον καὶ τοῖς οὕτω τὰ κατ' αὐτὸν διοικοῦσι, καὶ μηδὲ ὅ τί ἐστιν ὅρκος εἰδός, ἐξ οὗ καὶ θαρρεῖν εἶχε μὲν οὐκ αὐτός, ἀλλ' οἱ περὶ ἐκεῖνον, ἐκεῖνον σῴζεσθαι. Γίνεται γοῦν ὡς τὴν ἀρχὴν προσετάχθη, καὶ τὸ βρέφους μικρὸν ὑπερβεβηκὸς παιδίον στε ρεῖται τοῦ βλέπειν, τοῦτο μόνον φιλανθρωπευσαμένων τῶν περὶ τὸν Ἐξώτρο χον ἐξυπηρετουμένων τῷ μιαρῷ τολμήματι τὸ μὴ σιδήροις ἐκπυρωθεῖσι τοὺς ὀφθαλμοὺς λυμήνασθαι, ἀλλ' ἠχείῳ τινὶ πυρωθέντι ἐπὶ τῶν ὄψεων φερομένῳ ἐξοπτῆσαι τῷ νεανίσκῳ τοὺς