Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
εἶτα μὴ ἔχοντές τι ἕτερον εἰπεῖν εἰ μὴ μόνον, ὡς προεί πομεν, διὰ τὸ μὴ ἡμᾶς ὀρθῶς φρονεῖν τὴν βασιλείαν ἀπωλέσαμεν, καὶ αὐτοὶ τάχα, ὡς δῆθεν ὀρθόδοξοι ἴσως ὄντες αὐτοί, ἑαυτῶν τὴν βασιλείαν κρατοῦσιν, οὐκ εἰδό τες ὅτι οὐ πάντες οἱ κρατοῦντες πάντως ὀρθόδοξοι, οὐδ' αὖθις οἱ κρατούμενοι αἱρε τικοί, ὥς ἐστιν ἰδεῖν ἐφ' ἡμῖν· μὴ γὰρ ὀρθόδοξοί εἰσιν οἱ Ἰσμαηλῖται, ὅτι κρατοῦσιν ἡμῶν, καὶ πρὸ τούτων οἱ εἰδωλολάτραι, οἳ τοὺς Χριστιανοὺς ἐδίωκον, ἢ πάλιν οἱ Αἰ γύπτιοι ἢ Βαβυλώνιοι οἵ ποτε ἐξουσιάζοντες τῶν Ἰσραηλιτῶν. Ἀλλ' οὐκ ἔχουσι τί εἰπεῖν. δῆλον γάρ, ὅτι οἱ μὲν κυριεύσαντες ἀσεβεῖς, οἱ δὲ κυριευόμενοι εὐσεβεῖς. ∆ιὰ τοῦτο οὐ δεῖ αὐτοὺς κομπάζειν ἐπὶ τῆς αὐτοκρατίας. Καὶ ἐπὶ τούτοις ἀντεροῦμεν αὐ τοῖς, πῶς οἱ κατὰ τὴν Μυσίαν καὶ Ῥωσίαν καὶ Ἰβηρίαν τὴν ἑῴαν καὶ Ἀβασγίαν οἰκοῦντες καὶ ἐν λοιποῖς τόποις ἄρχουσι καὶ ἄρχονται ἀφ' ἑαυτῶν, καίτοι γε τοῖς ἡμετέ ροις δόγμασιν ἀκολουθοῦσι. 4. Καὶ ἄλλως τὸ σχίσμα τῶν ἐκκλησιῶν ἐποίησεν ὁ πάπας Στέφανος ὁ Συρφρών, ὃς καὶ πρῶτος τοῖς Ἰταλοῖς μετὰ ἀζύμων παρέδωκεν ἐπιτελεῖν τὴν ἁγίαν ἱερουργίαν καὶ τὴν προσθήκην εἰς τὸ σύμβολον τὸ ἅγιον φανερῶς ἐκύρηξε καὶ τὰς τρίχας τοῦ πώγωνος πρῶτος ἀπέθριξε καὶ τοῖς ὑπ' αὐτὸν πᾶσιν οὕτως ἐξέδωκε, βασιλεύοντος μὲν τῆς νέας Ῥώμης τῷ τότε καιρῷ τοῦ ἀειμνήστου βασιλέως Κωνσταντίνου τοῦ Μονο μάχου, πατριαρχεύοντος δὲ Μιχαήλ, τῇ ἐπωνυμίᾳ Κηρουλάριος. Οὗτος οὖν ὁ πατριάρ χης γνώμῃ τοῦ βασιλέως καὶ τῶν τριῶν πατριαρχῶν καὶ τοῦ Βουλγαρίας ἀρχιεπισκό που καὶ Κύπρου καὶ πάσης τῆς ὑπ' αὐτὸν συνόδου τὸν εἰρημένον πάπαν Στέφανον τῶν διπτύχων ἐξέβαλον, ζητοῦντες τὴν τῶν ἀζύμων καὶ τῆς προσθήκης τῆς ἐκβολῆς αἴτιον, κόσμου ἔτει, #22φ-ῷ, ἰνδικτιῶνος ια-ης. 5. Ἡ δὲ ἐκκλησία τῆς Ἀλεξανδρείας καὶ Ἀντιοχείας καὶ Ἱεροσολύμων, ἡ Θβαῒς ἡ πιστή, ἡ Λιβύη ἡ ὁσία ἡ τοὺς πολίτας θρέψασα τῆς βασιλείας τῶν οὐρανῶν, καθώς φησιν ὁ θεῖος Κοσμᾶς, ἐν ποίῳ καιρῷ ἐδουλώθησαν ὑπὸ τοῦ ἀμηρᾶ Οὐμάρου, ὅστις ἦν ὁ τρίτος μετὰ τὸν τρισκατάρατον Μωάμεθ, καὶ ᾐχμαλωτίσθησαν; Καὶ τοῦτο φανερόν ἐστι καὶ ἐγεγόνει ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, κόσμου ἔτει #22ρλδ-ῳ, πρὶν τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἕκτην σύνοδον συναθροισθῆναι, ὅπου οὔτε σχίσματα ἐν ταῖς ἐκκλησίας ὑπῆρχεν οὔτε διαφοραί. Μετὰ δέ τινα καιρὸν 462 οἱ βασιλεῖς μετὰ κόπου οὐκ ὀλίγου τὴν ἁγίαν πόλιν ἐκ τῶν χειρῶν τῶν ἀσεβῶν ἠλευ θέρωσαν καὶ ὑπὸ τὴν ἐξουσίαν Ῥωμαίοις ἐποίησαν. Καὶ πάλιν ἐκ δευτέρου ἐπὶ τῆς βα σιλείου τοῦ πορφυρογεννήτου τοῦ λεγομένου Βουλγαροκτόνου ὁ τῆς Αἰγύπτου ἀμη ρᾶς Ἀζίζιος τὴν ἁγίαν πόλιν πάλιν ἔλαβε πολέμῳ καὶ τὸν τάφον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐγηγερμένον πολυτελῶς θεῖον ναὸν κατεστρέψατο καὶ τὰ εὐαγῆ ἐλυ μήνατο μοναστήρια καὶ τοὺς ἀσκουμένους ἁπανταχοῦ τῆς γῆς ἐκείνης μοναχούς, Ἰτα λοὺς τὸ πλέον καὶ Ῥωμαίους καὶ ἐξ ἑτέρων φυλῶν, ἐφόνευσε καὶ ἐφυγάδευσε. Πάνυ θαυμαστόν ἐστιν, ὡς λέγουσιν, ἡνωμένων οὐσῶν τῶν ἐκκλησιῶν τῷ τότε καιρῷ, πῶς ὁ Θεὸς ἐπαρέδωκεν αὐτοὺς εἰς χεῖρας ἀσεβῶν, ὥστε ἐκ πάντων τούτων ἦν ἰδεῖν, ὅτι οὐ διὰ παρανομίαν τινὰ παρεδόθημεν τοῖς ἐχθροῖς ἡμῶν, ἀλλὰ πρὸς μερικὴν παιδείαν ὡς καὶ οἱ πρὸ ὑμῶν ἅγιοι. Καὶ πάντα γὰρ ὃν ἀγαπᾷ κύριος, παιδεύει, μαστιγεῖ δὲ υἱόν, ὃν παραδέχεται, καὶ τὰ ἑξῆς. Πιστὸς γάρ, φησιν, ὁ Θεός, ὃς οὐκ ἀφήσει ὑμᾶς εἰς τέλος πειρασθῆναι, ὑπὲρ ὃ δύνασθε. Καὶ ὁ ∆αβίδ· Παιδεύων ἐπαίδευσέ με ὁ κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με. 6. Καὶ τοῦτο ἄκουσον· ὥσπερ τοίνυν ἡ τῶν Ἀσσυρίων βασιλεία κατελύθη ὑπὸ τῶν Βαβυλωνίων, τῶν δὲ Βαβυλωνίων ὑπὸ τῶν Περσῶν, ἡ δὲ Περσῶν ὑπὸ τῶν Μακεδόνων, ἡ δὲ Μακεδόνων ὑπὸ Ῥωμαίων, οὕτως καὶ ἡ τῶν Ῥωμαίων κατελύθηὑπὸ τῶν Ὀτθουμαλίδων. Τῶν δὲ Ὀσμανλιδῶν, ἤτοι Ὀτθουμαλίδων τῶν καὶἈγαρηνῶν τέλος ἕξει ἐν τῷ προσήκοντι καὶ ὡρισμένῳ καιρῷ καὶ καταλυθήσεται ὑπὸ τοῦ ξανθοῦ γένους· ἅμα μετὰ τῶν πρακτόρων ὅλον Ἰσμαὴλ τροπώσουν κατὰ τοὺς χρησμοὺς τῶν θείων ἀνδρῶν. 464