104
δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, τοῦ ὑποκάτωθεν(14) δηλοῦντος τὸ ἀπόρρητον μυστήριον τῆς τοῦ Λόγου σαρκώσεως, ἐξ ἧς ἀνέτειλεν ἡ τῶν ὅλων σωτηρία· πτέρυγες δὲ ἂν εἶεν τοῦ ἡλίου τῆς δικαιοσύνης αἱ δύο ∆ιαθῆκαι, δι᾽ ὧν ἱπτάμενος ἐν ἡμῖν ὁ Λόγος τὴν πληγὴν θεραπεύει τῆς παραβάσεως καὶ τὴν κατ᾽ ἀρετὴν τελείαν χαρίζεται ῥῶσιν, διὰ μὲν τῆς Παλαιᾶς ποιούμενος τὴν τῆς κακίας ἀναίρεσιν, διὰ τῆς Νέας δὲ τὴν θέσιν τῆς ἀρετῆς ἐργαζόμενος. Ἢ πάλιν, πτέρυγές εἰσιν ἡ πρόνοια καὶ ἡ κρίσις, δι᾽ ὧν ἱπτάμενος ὁ Λόγος ἀγνώστως ἐπιβατεύει τοῖς οὖσι, σοφίας(15) μὲν λόγοις θεραπεύων τοὺς θέλοντας, παιδείας δὲ τρόποις τοὺς πρὸς ἀρετὴν δυσκινήτους ἰώμενος, καὶ τοῖς μὲν σαρκὸς μολυσμὸν ἐκκαθαίρων, τοῖς δὲ ψυχῶν κηλίδας ἰώμενος.
(14Γ_028> Οὗτός ἐστιν ὁ τὴν αἰχμαλωσίαν τοῦ ἀληθινοῦ Ἰσραὴλ ἐπανάγων, οὐκ ἀπὸ γῆς εἰς γῆν, καθὼς ὁ παλαιὸς πέπραχε Ζοροβάβελ, ἀπὸ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν τὸν λαὸν μεταβιβάσας, ἀλλ᾽ ἀπὸ γῆς εἰς οὐρανὸν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν ἀληθείας Θεοῦ καὶ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν καὶ εἰς ἀθανασίαν ἀπὸ θανάτου, καὶ συντόμως εἰπεῖν, ἀπὸ τοῦ φαινομένου κόσμου καὶ ῥέοντος εἰς τὸν σταθερὸν καὶ νοούμενον καὶ ἀπὸ τῆς διαλυομένης ζωῆς εἰς τὴν ἀδιάλυτον καὶ μένουσαν. Οὗτός ἐστιν ὁ ἀληθινὸς οἰκοδόμος τοῦ διαρρυέντος τοῖς παραπτώμασι λογικοῦ ναοῦ καὶ ἐμπρησθέντος ἀλλοτρίῳ πυρί, ὅπερ ἡμεῖς ἐξεκαύσαμεν, πορευθέντες τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσαμεν, οὐ μόνον τῷ σαρκικῷ(16) φρονήματι τὸ τῆς ψυχῆς νοερὸν ἕπεσθαι δουλικῶς παρασκευάσαντες, ἀλλὰ καὶ τὴν τῶν παθῶν ὕλην ἀνέδην δι᾽ ἐνεργείας ἐξάψαντες. Οὗτός ἐστιν ὁ πείσας διὰ σοφίας ∆αρεῖον τὸν βασιλέα, τουτέστι τὸν νόμον τῆς φύσεως· οὐ γὰρ θέμις κατὰ τὸν τόπον τοῦτον εἰς τὸν διάβολον λαμβάνειν τὸν ∆αρεῖον, συνεργὸν μὲν γεγενημένον ἑκουσίως τῆς κατὰ τὴν ἄφεσιν τοῦ λαοῦ χάριτος, πεισθέντα δὲ μηδὲν ἰσχυρότερον εἶναι μηδὲ τῇ φύσει πρὸς σωτηρίαν λυσιτελέστερον πίστεως καὶ ἀγαθῆς συνειδήσεως. Ἀληθείας(17) γὰρ λόγον ἡ πίστις ἐπέχει, καὶ τῆς διὰ τῶν γυναικῶν ἀλληγορικῶς νοουμένης θείας ἀγάπης ἡ ἀγαθὴ συνείδησις ἐπιφέρεται τόπον, ἐν ᾗ τὸ παράπαν θείων ἐντολῶν οὐκ ἔστι παράβασις. Οὗτός ἐστιν ὁ δειμάμενος ἐν ἑαυτῷ καθ᾽ ἕνωσιν ἄρρητόν τε καὶ ἀδιαίρετον τὴν σκηνὴν ∆αβὶδ τὴν πεπτωκυῖαν, λέγω δὲ τὴν διὰ τὴν ἁμαρτίαν τῷ θανάτῳ διαφθαρεῖσαν φύσιν. Οὗτός ἐστιν Ζοροβάβελ, ὁ μετὰ δόξης ἐγείρας πεπτωκότα τὸν οἶκον τοῦ Θεοῦ, περὶ οὗ φησι τὸ Πνεῦμα τὸ ἅγιον· Ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν. ∆ευτέραν γὰρ κοινωνίαν ὁ Λόγος ἐκοινώνησε τῇ φύσει, πολὺ (14Γ_030> τῆς προτέρας παραδοξοτέραν· ὅσῳ πρῶτον τοῦ κρείττονος μεταδούς, ὕστερον μετέλαβε θέλων τοῦ χείρονος, ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ καί, τὸν ἐνηχηθέντα τῇ φύσει λόγον τοῦ ὄφεως παντελῶς ἐξαφανίσας, ὡς ἐξ ἀρχῆς καθαρὰν κακίας πάλιν παραστήσῃ τὴν φύσιν, τῇ θεώσει πλεονεκτοῦσαν(18) τὴν πρώτην διάπλασιν, καί, ὥσπερ ἐξ ἀρχῆς μὴ οὖσαν ὑπεστήσατο, οὕτω διαρρυεῖσαν ἀνασώσηται, στομώσας πρὸς ἀπτωσίαν τῇ ἀτρεψίᾳ, καὶ τὴν ἐπ᾽ αὐτῇ πᾶσαν βουλὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιτελέσῃ, θεώσας αὐτὴν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως. Αἱ χεῖρες(19) γάρ φησι Ζοροβάβελ τοῦ νοητοῦ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, τουτέστι τὸν ἄνθρωπον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, τὴν προτέραν λέγων διάπλασιν καὶ τὴν ἐν αὐτῷ καθ᾽ ἕνωσιν ἄρρητον τελευταίαν ἀνάπλασιν. Οὗτός ἐστιν ὁ ἀληθινὸς Ζοροβάβελ, ὁ τῶν αἰχμαλώτων λυτρωτής, ὁ ἔχων ἐν τῇ χειρὶ τὸν λίθον τὸν κασσιτήρινον, τὸν τοῖς ἑπτὰ τοῦ Κυρίου κοσμούμενον ὀφθαλμοῖς, δι᾽ ὧν ὁ Θεὸς ἐπιβλέπει ἐπὶ πᾶσαν τὴν γῆν. Κατὰ μὲν τὴν ἱστορίαν οὐδαμῶς ἐσχηκὼς φαίνεται Ζοροβάβελ ἐν τῇ χειρὶ κασσιτήρινον λίθον ἑπτὰ ὀφθαλμοὺς ἔχοντα, καὶ αὐτοὺς τοῦ Κυρίου, ἐπιβλέποντας