Καὶ ὁ μὲν Ἰακὼβ ὀρ θρίσας ἐπάλαιε μετὰ ἀγγέλου· Ἀβραὰμ δὲ ἐν μεσημβρίᾳ ἑώρα τοὺς ἀγγέλους· Λὼτ δὲ ἐν ἑσπέρᾳ. Τοῦ αὐτοῦ. «Ἑσπέρας», κατὰ τὴν ἑνδεκάτην ὥραν, περὶ τὴν τελευτὴν τοῦ κόσμου, ὅτε ἔπαθεν ὁ Σωτήρ. «Πρωῒ,» ὅτε ἀνέστη. «Μεσημβρίας,» ὅτε ἰσχυ ρότερον πεισθέντες ἐπίστευσαν. Ἢ ἄρχεται τῆς διη γήσεως ἑσπέρας, καὶ ἀκμάζει ἐν αὐτῷ πρωῒ καὶ τελειοῖ ἀκμαζούσης ἡμέρας ἐν μεσημβρίᾳ. Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεὸν, κ. τ. ἑ. Εἰ πάντα δι' αὐτοῦ ἐγένετο, καλῶς λέγεται ὑπάρχειν πρὸ τῶν αἰώνων. Καὶ ἐντεῦθεν γινώσκομεν, ὅτι αἰῶνες ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γεγόνασιν. Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει, κ. τ. ἑ. Ὡς διέθρεψε τὸν εἰπόντα Ἰακώβ· «Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου.» ΨΑΛΜΟΣ ΝΕʹ. Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄν θρωπος· ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με, κ. τ. ἑ. Ὁ Χριστὸς λέγει πρὸς τὸν Πατέρα· «Ἐλέησόν με.» Θεὸν γάρ με ὄντα ἄνθρωπος κατεπάτησε. Καὶ, οἶμαι, ἐντεῦθεν ἐλήφθη· «Ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας.» Τοῦ αὐτοῦ. Οἱ μὲν ἐπίγειοι δαίμονες κατα πατοῦσιν ἡμᾶς· οἱ δὲ καταχθόνιοι ἐὰν ἀναβῶσι, κα λύπτουσιν ἡμᾶς· διὸ εἴρηται· «Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.» Οὐ φοβηθήσομαι τί ποιήσει μοι σὰρξ, κ. τ. ἑ. Ὁ τὴν τοῦ δούλου μορφὴν λαβὼν καὶ ἐν ὁμοιώ ματι γενόμενος σαρκὸς ἁμαρτίας, ὁ μὴ γνοὺς ἁμαρ τίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἑαυτὸν ἐποίησε, σάρκα ἀνα λαμβάνων, καὶ μηδὲν μόνος τῶν ἐν σαρκὶ ζησάντων ἁμαρτὼν, θαῤῥούντως λέγοι τό· «Τί ποιήσει μοι σάρξ;» Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι, κ. τ. ἑ. ∆ι' ὧν ἐνεργοῦ μεν ἐπιτηροῦντες μαθεῖν· καρδιογνῶσται γὰρ οὐκ εἰσὶν οἱ δαίμονες. Τοῦ αὐτοῦ. Ὁμοίως τῷ ὄφει οἱ πονηροὶ, ὡς εἴρηται· «Καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν,» τὴν πτέρναν Χριστοῦ ἢ τοῦ δικαίου φυλάξουσι. Τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων, κ. τ. ἑ. Φῶς ζώντων ἐστὶν ἡ γνῶσις ἡ τῶν ἀγγέλων. 12.1472 ΨΑΛΜΟΣ Νʹ. Καὶ ἐν σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία, κ. τ. ἑ. Πρὸς τὸ Πνεῦμα λέγει τὸ ἅγιον· τοῦτο γὰρ ἐν εἴδει ὤφθη περιστερᾶς. Τοῦ αὐτοῦ. Ἕως μὲν παρέλθοι ἡ ἀνομία, ἐλ πίζει ὁ δίκαιος ἐν τῇ σκιᾷ τῶν πτερύγων τοῦ Θεοῦ· ἐπὰν δὲ παρέλθοι, καὶ ἀνύπαρκτος γένηται, οὐκέτι ἐλπίσει ἐν σκιᾷ, ἀλλ' ἐν αὐτῷ. ∆ύναται δὲ καὶ οὕτω νομεῖσθαι ταῦτα· Ἐλπιῶ μὲν ἐν σκιᾷ τῶν πτερύγων σου· ἕως δὲ παρέλθοι ἡ ἀνομία, κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον. Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με, κ. τ. ἑ. Ἐξ οὐρανοῦ ἤτοι τὸν Σωτῆρα ἐξαπέστει λεν, ἢ ἄγγελον σώζοντα. Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, κ. τ. ἑ. Μήποτε ὁ εἰπών· «Ἐγώ εἰμι ἡ ἀλήθεια,» ἐστὶ καὶ αὐτὸ ἔλεος, ἵνα μὴ ἄλλο ζητῶμεν ἢ τὸν αὐτὸν ἔλεον. Ἐκοιμήθην τεταραγμένος, κ. τ. ἑ. Εἰπὼν γάρ· «Ἡ ψυχή μου τετάρακται,» μετ' οὐ πολὺ κεκοίμηται. Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα, κ. τ. ἑ. Ὀδόντες εἰσὶ τῶν δαιμόνων οἱ πονηροὶ λογι σμοὶ, δι' ὧν κατεσθίουσιν ἡμῶν τὴν ψυχήν. Τοῦ αὐτοῦ. Τῶν διαβαλλόντων ἡ γλῶσσα μά χαιρα ὀξεῖα, καὶ τῶν διδασκόντων τὰ τῆς ψευδωνύμου γνώσεως. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, κ. τ. ἑ. «Ἐὰν ὑψωθῶ, φησὶν ὁ Σωτὴρ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτή ριον καὶ κιθάρα, κ. τ. ἑ. ∆όξαν λέγει τὸ χάρι σμα τοῦ νοῦ. Αὐτὸς ὁ νοῦς ψαλτήριόν ἐστι, τὸ δὲ περι κείμενον τῷ νῷ, ὅπερ ἐστὶν ἡ ψυχὴ, κιθάρα. Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι, κ. τ. ἑ. ∆ύναται τοῦτο προτρε πτικὸν εἶναι πρὸς τὸ ἐξομολογεῖσθαι περὶ ἁμαρτιῶν ἐν Ἐκκλησίᾳ. Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου, κ. τ. ἑ. Ἐπεὶ ὁ ἐλεούμενος μέχρι βασιλείας ἀναβαίνει τῶν οὐρανῶν, ἐμεγαλύνθη ὁ ἔλεος τοῦ Θεοῦ ἕως τῶν οὐρανῶν. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, κ. τ. ἑ. ∆ὶς ἐν τῷ ψαλμῷ τούτῳ εἴρηνται οἱ δύο οὗτοι στίχοι. ΨΑΛΜΟΣ ΝΖʹ. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, κ.