De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;" Ἐπιφωνείτω δὲ πᾶς αὐτοῖς φιλόθεός τε καὶ εὐσεβής· "Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, τῆς χάριτος ἐξεπέσετε." Μερὶς δὲ καὶ κλῆρος ὑμῖν Θεὸς μὲν οὐκέτι, πολλοῦ γε καὶ δεῖ· νόθος δέ τις ἁπλῶς καὶ ψευδώνυμος, κατάπλαστον ἔχων τὴν τῆς θεότητος δόξαν. Λελατρεύκασιν ἀληθῶς τῇ κτίσει παρὰ τὸν κτίσαντα, διὰ τοῦτο καὶ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατὴρ καὶ ἐπακτὸν ἔχειν τὴν ζωήν, μᾶλλον δὲ καὶ ἐν οἷς ἡ ζωὴν ἰδίαν οὐκ ἔχουσα κτίσις, πεπιστεύκασι τὸν Υἱόν. Εἶτα τί προσκυνεῖν ἐγνώκασιν ὃν τοῖς τῆς κτίσεως ἐγκαταδεσμοῦσι μέτροις, καὶ τῆς κατὰ πάντων οὐσιώδους ὑπεροχῆς δυσσεβοῦντες ἀπαλλάττουσι, καίτοι λέγοντος Ἰωάννου σαφῶς· "Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν." Οὐ γὰρ δὴ ταῖς κατὰ σύγκρισιν ὑπεροχαῖς τὸ ἐπάνω πάντων ὁ Υἱὸς κεκτή σεται· ἐπειδὴ δὲ ἐν τῷ πάντα εἰπεῖν, γενητοῦ παντὸς εἰσφέρεται δήλωσις, ὑπερανεστήξει τὰ πάντα τὸ τελεῖν ἐν κτίσμασιν οὐδαμόθεν ἔχων ὡς ἴδιον ὁ Υἱός· ἐπεὶ μὴ ἐν τοῖς πᾶσίν ἐστιν, ἀλλ' ἐπάνω πάντων ἐξῃρημένως, διὰ τὸ εἰς λῆξιν ἰέναι τὴν ἀνωτάτω λοιπόν, ἧς ἐπέκεινα παντελῶς οὐδέν. Ἦ οὐχὶ Θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καθὰ καὶ ὁ θεῖος ἡμῖν ἔφη Παῦλος; {Β.} Ναί. {Α.} Τοῦτο δὲ ἦν ὁ Υἱός· "Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος." {Β.} Τί οὖν ἐροῦμεν εἰ φαῖεν ὅτι γέγραπται περὶ τοῦ Πατρὸς ὅτι ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; {Α.} Ἀλλ' εἰ προσθεῖεν ἡμῖν, ὦ Ἑρμεία, τὸ ἀναμαθεῖν ἐθέλειν ὅπη τε καὶ ὅπως εἰσποίητον ἔχει τὸ εἶναι Θεὸς ὁ Υἱός, καίτοι κατὰ φύσιν καὶ αὐτῷ τῷ εἶναι συμπαρο μαρτοῦν τὸ ἀξίωμα λαχών, αὐτόθεν, οἶμαί που, καταβαλοῦσι, καὶ τὸ δύσερι μεθέντες ὡς νόσον ἀποπληξίας, ἀποπεπαύ σονται μὲν τὴν ἄρρητον τοῦ Υἱοῦ συκοφαντοῦντες οὐσίαν, φρονεῖν δ' ἂν ἕλοιντο μεθ' ἡμῶν ὀρθά. Ἀλλ' ἐκεῖνοι μέν, κατὰ τὸ εἰκός, ἐνστήσονται ταῖς σφῶν αὐτῶν ἐπαμύνοντες δόξαις καὶ τοῦ ψεύδους ὑπερμαχόμενοι καὶ προεστηκότες 567 γεννικῶς οὐ προθυμίαις, οἶμαι, δευτέραις, ἢ αἷσπερ ἂν ἕλοιντό τινες τοῖς ἐθέλουσι καταδηλοῦν τὸν πολέμου καὶ μάχης ὁπλίζεσθαι νόμον πρό τε παίδων καὶ πρὸ γυναικῶν. Ἡμᾶς δὲ ἀνάγκη, λεπτοεπεῖν ᾑρημένους, ἀνασκαλεύειν τὰ κεκρυμμένα, καὶ τὴν τοῖς ἀμαθεστέροις οὐ ῥᾳδίαν ἑλεῖν ἀπογυμνοῦν ἀλήθειαν. {Β.} Εὖ λέγεις. {Α.} Ἔφη τοίνυν ἡμῖν ὁ θεσπέσιος Παῦλος περὶ τοῦ Μονογενοῦς· "Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενό μενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." Ἆρ' οὖν οὐχὶ καὶ αὐτὸς ἡμῖν ὁ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου καιρός, εἴπερ ἕλοι ποθὲν τὸ ἀνακεκραγεῖν δύνασθαι, τοῖς οὔπω νενοηκόσιν ἀναφανδὸν ἐρεῖ ὡς οὐχ ᾗπερ ἂν νοοῖτο Θεὸς ὢν ὁ Λόγος, ἀλλ' ᾗ πέφηνεν ἄνθρωπος εἰς τὴν τῆς θεότητος ἀναπεφοίτηκε δόξαν, καὶ μετὰ σαρκός, καὶ ὅτε κεκένωκέ τε καὶ τετα πείνωκεν ἑαυτόν, τότε καὶ ὑψοῦσθαι λέγεται; Ἐπεὶ δίδασκε· πυθοίμην γὰρ ἂν ὡς ἥδιστά σου καὶ ἐρομένῳ φράσον. {Β.} Τὸ τί δὴ φής; {Α.} Κεκένωκεν ἑαυτὸν ὁ Μονογενής, καθεὶς ἐν δούλου μορφῇ, καὶ ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου. Τοιγάρτοι, φησίν, ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Ἆρ' οὖν ἐν τάξει τῇ καθ' ἡμᾶς μισθὸν ἀνδραγαθημάτων καὶ δῶρον ὑπακοῆς καὶ στέφανον εὐτολμίας τὸ κεκλῆσθαι Θεὸς ἐκτήσατο καὶ τὸ προσκυνεῖσθαι δεῖν πρός τε αὐτῶν τῶν ἁγίων ἀγγέλων, ἡμῶν τε τῶν ἐπὶ γῆς καὶ τῶν ἤδη κατοιχομένων; {Β.} Ἔοικεν. {Α.} Οὐκοῦν (ἐρῶ γὰρ δή τι μικρὰ τοῦ πρέποντος εἴς γε τὸ παρὸν φροντίσας διὰ τὸ ἀναγκαῖον), τοῖς τῶν ἐπὶ γῆς