105
ὀφθαλμούς, ἀπομαρανθέντας τῇ ἐκπυρώσει καὶ ἠρέμα σβεσθέντας τὸ ὀπτικόν. Μεθὸ δὲ ταῦτ' ἐτολμήθη κατ' αὐτὴν ἡμέραν τῆς ἑορτῆς τοῦ Σωτῆρος καθ' ἣν ἄρα καὶ ἐγεννήθη, χειρὶ μὲν παρανόμῳ, προστάξει δὲ παρανομωτέρᾳ, φέροντες ἐκ Χηλῆς φόρτον ἐλεεινὸν καὶ οἷον ἄψυχον, τῷ πρὸς θάλασσαν τῆς ∆ακιβύζης φρουρίῳ ἐν ἀσφαλεῖ κατακλείουσι καί οἱ φρουροὶ ἐγκαθίστανται, ἀποταχθέντος αὐτάρκους σιτηρεσίου τῷ ἐγκεκλεισμένῳ. Ὅρκοι δ' ἐκεῖνοι καὶ συνθεσίαι καὶ ἐμπεδώσεις φρικταὶ ὡς λάχανα κατεδήδοτο βασιλεῖ δοκοῦντι θεοφίλειαν ἔχειν, δι' ἣν καὶ προὐτιμᾶτο 259 παρὰ τῆς ἐκκλησίας εἰς τὴν ἀρχήν. Ἀλλ' ἦν ἄρα τὸ λεγόμενον ἀληθές, ὡς ἀρχὰ δείξοι ἄνδρα· ἔδειξε γὰρ ἡ ἀρχὴ κἀκεῖνον, ὅπως ἔμελέ οἱ τοῦ δικαίου καὶ τῆς περὶ τὸν Θεὸν εὐλαβείας. Πλὴν τυφλώττων κἀκεῖνος τῇ τῆς δόξης ματαιότητι τὴν ψυχήν, ἐκτυφλοῦν ἐκέλευε σωματικῶς τὸν ἀναίτιον.
ιαʹ. Τὰ περὶ τοῦ Ὁλοβώλου Μανουὴλ καὶ τῆς τῶν λοιπῶν ὑποβλέψεως διὰ τὸν Ἰωάννην. Τότε καὶ αἰτίας πλασάμενος τῷ Ὁλοβώλῳ Μανουήλ, παιδίῳ ὄντι καὶ εἰς τοὺς οἰκείους τότε τελοῦντι γραμματικούς, ὑπερπαθοῦντι δ' ὅμως τοῦ Ἰωάννου, τοιαῦτα παθόντος ἀδίκως, ὦ ∆ίκη, καὶ παρὰ τὸ εἰκός, ἀφαιρεῖται ῥινὸς αὐτῆς μετὰ τῶν χειλέων· ἐκεῖνος δέ, παραυτίκα ῥακενδυτήσας, τὴν μονὴν τοῦ Προδρόμου εἰσέρχεται. Καὶ δὴ ἄλλους πλείστους διὰ ταῦτα ὑπο βλεπόμενος, τοὺς μὲν ἐν οὐδεμιᾷ ἔταττε μοίρᾳ, τοὺς δὲ καὶ ἐκόλαζε. Τοιοῦτον γὰρ τὸ μὴ ἐννόμως ἄρχειν, ἀλλὰ τυραννικῶς· οἷς γὰρ ἁμαρτάνειν συμβαίνοι τὸν ἄρχοντα, τούτοις ὑπειδόμενον τοὺς τῶν ἀνθρώπων εὐσυνειδήτους ἄχθεσθαι, ἐπεὶ οὐκ ἔστιν ἐκεῖνον μετανοεῖν ἐφ' οἷς ἐπράχθη καὶ συγγνώμην ζητεῖν παραιτούμενον, ἀνάγκη, δικαίως πιστεύοντα ἀπεχθάνεσθαι, μισεῖν ἐντεῦθεν τοὺς ὑπονοουμένους καὶ τιμωρεῖν. Ἦν οὖν τότε κατὰ τὸ ἀρχεῖον ταραχὴ λογισμῶν φόβῳ σύμμικτος, τῶν μὲν λογισμῶν μηδὲ τὸν ἀνάλγητον φύσει ἠρεμεῖν ἐώντων, τοῦ δὲ φόβου, ὡς μή τις μαθὼν προσαγγείλοι καὶ οὐ φυκτά οἱ τὰ τῆς κολάσεως γένοιτο, παρευθὺς συστέλλοντος· δεινὴ γὰρ ἐν προσαγγελίαις διαφερόντως ἦν ἡ τοῦ τινα δοκεῖν προσκεῖσθαι τῷ παιδὶ Ἰωάννῃ καὶ συμπαθεῖν.
ιβʹ. Τὰ κατὰ τοὺς Ζυγηνούς, ὅπως ἀπεστάτησαν βασιλέως διὰ τὸν Ἰωάννην. Παρ' ἣν αἰτίαν καὶ ὀλίγον ὕστερον οἱ κατὰ τῆς Νικαίας ἄκρας χωρῖται, ἀγρόται μὲν ὄντες καὶ γεωργίᾳ προσέχοντες, θαρραλέοι δ' ἄλλως, πίσυνοι 261 τόξοις, ἅμα δὲ καὶ ταῖς κατὰ σφᾶς δυσχωρίαις τὸ πιστὸν ἔχοντες, ὡς οὐ ῥᾳδίως πεισόμενοι, κἄν τι πράττοιεν, εὑρόντες ἥκοντά ποθεν νεανίσκον νόσῳ λελυμασμένον τοὺς ὀφθαλμούς, φήμης προοδευούσης ἐκείνου παρὰ τῶν συσκευασαμένων τὸ δρᾶμα ὡς αὐτὸς εἴη τὸ παιδίον ὁ Ἰωάννης, ἀπρὶξ συναχθέντες ἔχονται τούτου, ἅμα μὲν ὡς δεσπότου ὑπονοουμένου σφίσιν, ἐφ' ᾧπερ καί, ὅρκοις τοῖς πρὸς τὸν πατέρα πεδούμενοι, ταῖς ὑπὲρ ἐκείνου προθυμίαις ἐσφάδαζον, ἅμα δὲ καὶ ὡς ἠδικημένῳ προσαμύνοντες. Καὶ ἀποστατεῖν ἤρξαντο, δῆλοι ὄντες ἐξ ὧν ἐποίουν τοῖς ἐπιθησομένοις πολε μησείοντες· καὶ δὴ περιστείλαντες τοῖς εἰκόσιν ἐκεῖνον καὶ δουλικῶς προσφερόμενοι, προΐστων εἰς βασιλέα καὶ ὑπὲρ αὐτοῦ κινδυνεύειν ὥρμων. Ὁ μέντοι γε βασιλεύς, μαθὼν τὰ περὶ τούτου, ἀνέζει τε τῷ θυμῷ καὶ καθεκτὸς οὐκ ἦν, εἰ ἄκραι τοιαῦται παρασπᾶσθαι τῆς ἐντρεχούσης φήμης ἕνεκα κινδυνεύουσιν, ἐξ ὧν εἰκὸς εἶναι καὶ ἄλλους παρακινεῖσθαι πλείστους ἀποστατεῖν. Ὅθεν καὶ πάσαις ταῖς κατ' ἐκείνων προθυμίαις ἐνεδίδου καὶ ἅπαν τὸ στρατιωτικὸν ἐν ταὐτῷ συλλέξας ἀπέστελλε πολέμους πολεμήσοντας ἐμφυλίους. Καί γε πολλοί, τῆς κατὰ σφᾶς ἰσχύος κρείττονες, ὥρμων δοκήσει τῆς πρὸς βασιλέα εὐνοίας, καὶ ἔρις ἦν, ἤν τις προκινδυνεύσας χαρίσαιτο. Οἱ δέ, μαθόντες πολλοὺς καθ' αὑτῶν ὁρμῶντας ὡς ἀποστατῶν ἄντικρυς, τὴν μὲν ἀποστασίαν πολλοῦ τινος συγκαλύπτειν ἐδέησαν, ὥστε καὶ ὡμολό γουν καὶ μέγα τι ἐδόκουν πράττειν εἰς δεῖγμα τῆς κατὰ σφᾶς εὐσεβείας, εἴ γε καὶ ὑπὲρ βασιλέως καὶ ἠδικημένου κινδυνεύοιεν· καὶ σύνθημα ἦν