μηδὲν αὐτῆς ἀ ποῤῥεῖν, ἡ τοῦ δικαίου ψυχή· ἡ δὲ τοῦ φαύ λου οὐ τοιαύτη, ἀλλὰ μὴ δυναμένη κρατεῖν ον διδάσκεται λόγον Θεοῦ· διόπερ ἡ τοιαύτη ψυχὴ στάζειν αν λέγοιτο. Τοιαύτην δέχεται διάνοιαν καὶ τό· Υἱέ μου, μὴ παραῤῥυῇς, ἐν Παροιμίαις γεγραμμένον, καὶ τό· ∆ιὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀ κουσθεῖσιν, μήποτε παραῤῥυῶμεν, ἐν τῇ πρὸς ̔Εβραίους λελεγμένον. -Βεβαίωσον, οἱονεὶ τοιοῦτόν με ποίησον ἐν τοῖς λόγοις, ωστε ασειστον ειναι, καὶ μηδαμῶς μετακι νούμενον. 118.29 ̔Οδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. ∆υνάμενος εἰπεῖν· ἀπόστησόν με ὁδοῦ ἀ δικίας, τοῦτο μὲν οὐκ εφησεν, τὸ δέ· ̔Οδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, ὡς τυγχάνου σαν ἐν ἐμοὶ, καὶ ἐνυπάρχουσάν μοι. Οσον γάρ ἐσμεν ετι φαῦλοι, ἡ ὁδὸς τῆς ἀδικίας ἐν ἡμῖν ἐστιν, καὶ πάντα μὲν πρακτέον, ινα αὐ τὴν ἀπωθήσωμεν τῆς ψυχῆς ἡμῶν· μάλιστα δὲ Θεὸν συνεργὸν εἰς τοῦτο παρακλητέον, ινα, ταύτης ἀποστάσης ἡμῶν, δυνηθῶμεν εἰπεῖν· καὶ τῷ νόμῳ σου ἐλέησον· ἀξιοῦντες νόμῳ Θεοῦ ἀπὸ Θεοῦ ἐλεηθῆναι, ῳ νενομο θέτηκεν ὁ Θεὸς, ὡς αν τις ειποι ἰατρῷ· ὡς ἀπαντᾷ ὁ ἰατρικὸς λόγος, αγαγέ με ἐπὶ τὴν ὑγιείαν, ειτε τομαῖς, ειτε καυτῆρσιν, ειθ' ὁποσοῦν ὑποβάλλεται τῶν ἐπιπόνων ὑπὸ τῆς ἰατρικῆς καὶ τῶν νόμων αὐτῆς. Τοῦτο δὲ ὁ μὲν ̓Ακύλας ὁδὸν ψεύδους ἐκ δέδωκεν· ὁ δὲ Σύμμαχος ὁδὸν ψευδῆ περίε λε. Καὶ οιμαι προσφορώτερον, ἐπεὶ ὁ ἐχόμε νος στίχος τὴν ἀπεναντίας τοῦ ψεύδους ἀν τιτίθησιν ἀλήθειαν, δεικνὺς τὸ ἀκόλουθον· ̔Οδὸν γὰρ, φησὶ, ἀληθείας ᾑρετισάμην. 118.30 ̔Οδὸν ἀληθείας ᾑρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Ταῦτα γὰρ τίς ἐρεῖ; καταφρονῶν μὲν τῶν βλεπομένων, ὡς προσκαίρων, σκοπῶν δὲ τὰ μὴ βλεπόμενα, ὡς αἰώνια, καὶ ἀληθῆ κυρίως ὑπάρχοντα· οὐκ ἀληθείας γὰρ ἡ ὁδὸς, ἡ ἐπὶ δόξαν καὶ πλοῦτον ἐπίγειον ὁδηγοῦσα. ̓Ε κεῖνα δὲ τίς ζητεῖ, τῶν κριμάτων τοῦ Θεοῦ μεμνημένος, καὶ τῆς ἐπ' ἐκείνοις ἀνταποδό σεως; 118.32 ̔Οδὸν ἐντολῶν σου εδραμον, οταν ἐπλάτυνας τὴν καρδίαν μου. Οἱ λόγοι δὲ τῶν ἐντολῶν πλατύνοντες τὴν καρδίαν, ευκολον αὐτῇ παρασκευάζουσι τῆς πρακτικῆς τὴν ὁδόν. 118.33-35 Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Συνέτισόν με, καὶ ἐξερευ νήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ολῃ καρδίᾳ μου. ̔Οδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, οτι αὐτὴν ἠθέλησα. Πάντα ἐπὶ τὸν Θεὸν ἀναφέρουσιν οἱ αγιοι, διδάσκοντες ἡμᾶς οτι χωρὶς Θεοῦ οὐδὲν δυ νάμεθα. ̓Εὰν γὰρ μὴ ἐν ἐμοὶ, φησὶ, μένητε, οὐδὲν δύνασθε ποιεῖν. ̓Αλλ' ισως τις ἐρεῖ· Εἰ πάντα ἀναφέρεται ἐπὶ τὸν Θεὸν, ποῦ τὸ ἐπ' ἐμοί; Ιδε εἰ μὴ πανταχοῦ ἐπέπλεξεν τῷ ἀπὸ τοῦ Θεοῦ, τὸ ἐφ' ἡμῖν. ̔Ως ἐνταῦθα τὸ ἀπὸ τοῦ Θεοῦ· Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν δικαιωμάτων σου. Τὸ δὲ ἐφ' ἡμῖν· Καὶ ἐκζητήσω αὐτὴν διαπαντός. ̓Απὸ Θεοῦ αἰτῶ πάλιν· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου. Τὸ δὲ ἐπ' ἐμοί· Καὶ φυλάξω αὐτὸν ἐν ολῃ τῇ καρδίᾳ. Καὶ τρίτον ἀπὸ Θεοῦ αἰτῶ λέγων· ̔Οδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου. Τί τὸ ἐπ' ἐμοί; Οτι αὐτὴν ἐθέλησα. ∆εῖ ουν τὸ μὲν αἰτεῖν παρὰ τοῦ Θεοῦ, τὸ δὲ ἑαυτοὺς εἰσφέρειν ὁμολο γεῖν. Σὺ μὲν γὰρ, φησὶ, ω Κύριε, νομοθέτη σόν με τὴν ὁδὸν τῶν δικαιωμάτων σου. ̓Ε γὼ δὲ τὸν τῆς ζωῆς μου απαντα χρόνον ἐπι δώσω ἐμαυτῷ εἰς ἀναζήτησιν αὐτῆς. Οὐκέτι γὰρ σαφὲς η εὐκαταφρόνητον. ∆εῖται δὲ τῆς Θεοῦ συνεργείας καὶ τῆς ἡμετέρας σπου δῆς, ὡς ἐξ αὐτοῦ λαβεῖν τήν τε χρῆσιν καὶ τὴν κατάληψιν τῶν τε πρακτικῶν καὶ θεω ρητικῶν. Ουτως γὰρ μηδὲν ἐνδοιάζων, ἐν ολῃ καρδίᾳ φυλάξω τὸν νόμον. Εἰ δὲ καὶ ἡ ερευ να δεῖται συνέσεως, πόσῳ μᾶλλον, ινα τις ευρῃ τὸ τέλος. -∆εῖ ουν τὰ μὲν αἰτεῖν, τὰ δὲ ἐπαγγέλλεσθαι καὶ πληροῦν, ινα μὴ τὰς πρὸς Θεὸν ἀτεθῶμεν συνθήκας, ἐπὶ τὸν Θεὸν τοίνυν ἀναφέρειν τὴν αὐτοῦ εὐμένειαν καὶ τὸ ανωθεν δίδοσθαι τὴν ἐπὶ τοῖς κα τορθουμένοις εὐόδωσιν. ̓Επὶ σοὶ δέ ἐστιν ἡ συνέργεια τοῦ ἀγαθοῦ, καὶ ἡ τῆς μοχ θηρίας ἀποστροφὴ, ωστε τὰ ἀπὸ τοῦ Θεοῦ αἰτῶμεν γενέσθαι ἡμῖν μετὰ τοῦ συνεισφέ ρειν τὰ ἐφ' ἡμῖν, καὶ ουτω τὰς πρὸς Θεὸν συνθήκας οὐκ ἀτεθήσοιμεν. -