τ. ἑ. 12.1473 Ἴδωμεν τί ἐστιν ἀληθῶς δικαιοσύνην λαλεῖν, καὶ ὁσαχῶς ἐνδέχεται τὸ τοιοῦτον γίνεσθαι. Καὶ καθ' ἕνα μὲν τρόπον δικαιοσύνην ἔστι λαλεῖν, ὅτε ὑγιῆ περὶ δικαιοσύνης ἔχων τις δόγματα, περὶ τούτων διαλέ γεται· κατὰ δεύτερον δὲ τρόπον δικαιοσύνην τις λα λεῖ ὁ ἀπὸ δικαιοσύνης ἐνυπαρχούσης τῇ ψυχῇ πάντα λέγων. Συναγαγὼν δέ τις ἀμφότερα, εὕροι ἂν τὸν ἀληθῶς δικαιοσύνην λαλοῦντα. Οἱ γὰρ ἔξωθεν φαινό μενοι τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοὶ ὑπο κρίσεως καὶ ἀνομίας τυγχάνοντες, κἂν λαλῶσι δικαιο σύνην, οὐκ ἀληθῶς αὐτὴν λαλοῦσιν. Ἡγοῦμαι δὲ ὅτι οὐδεὶς δύναται δικαιοσύνην λαλῆσαι, μὴ μετέχων Χριστοῦ, «ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιο σύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.» Ἀκολου θεῖ δὲ τὸ ἀληθῶς λαλεῖν δικαιοσύνην τῷ εὐθέα κρί νειν, ὥστε μηδὲν εἶναι σκολιὸν ἐν τοῖς κρίμασι καὶ τοῖς λογισμοῖς τοῦ ἀληθῶς δικαιοσύνην λαλοῦντος. Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας, κ. τ. ἑ. Ἵνα δη λώσῃ ὁ λόγος πηγὴν μὲν καὶ ἀρχὴν πάσης ἁμαρ τίας τὸ τοῦ φαύλου ἡγεμονικὸν, ἀνομιῶν πεπληρω μένον, ὥς τι ῥεῦμα ἀπὸ τῆς γῆς· τὴν δὲ πρᾶξιν, ἧς σύμβολον αἱ χεῖρες, τὴν ἀπὸ τοῦ ἡγεμονικοῦ προ αχθεῖσαν μελέτην· πρότερον μὲν τὸ κατὰ τὴν καρδίαν ὠνόμασε, δεύτερον δὲ τὸ κατὰ τὰς χεῖρας. Καὶ ἡ μὲν τῆς ἁμαρτίας ἀρχή ἐστιν ἀπὸ καρδίας, καὶ τὸ τέλος ἐν ταῖς πράξεσιν· ἐπὶ δὲ τῶν ἐπιστρεφόντων πρὸς Θεὸν ἡ ἀρχὴ μὲν ἀπὸ τῆς ἀποχῆς τῶν κακῶν πρά ξεων· τέλος δὲ ἡ καθαρότης τῆς καρδίας. ∆ιόπερ ἐν ταῦθα μὲν ὅτε ἐλέγχονται οἱ ψεκτοὶ, τὰ τῆς καρδίας ἀνομήματα πρότερον, καὶ τότε τὰ συμπλεκόμενα ἀδικήματα ταῖς χερσὶν ὠνόμασται. Ἀντὶ δὲ τοῦ «συμ πλέκουσι» Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις, «δια σταθμίζουσιν·» Ἀκύλας δὲ «διασταθμίζεται» περι έχει. Οὐχ ὡς ἔτυχε, φησὶ, συμπλέκουσι τὴν ἀδικίαν, ἀλλὰ διὰ ταύτας τὰς κακίας, ἐπελθόντος αὐτῇ στρα τοπέδου, ἔφθασεν ἡ ἀνομία καὶ ἡ ἀντιλογία, καὶ ἐπὶ τὰ τείχη αὐτῆς τοὺς φρουροῦντας αὐτὴν ἱεροὺς ἀγ γέλους· καὶ γὰρ οὗτοι ἐγκατέλιπον αὐτὴν ἀνομοῦσαν καὶ ἀντιλέγουσαν ἑωρακότες. ∆ιότι «ἀνομία καὶ πό νος,» ἐναντίος τῇ ἐπαινετῇ ἡδονῇ, «ἐν μέσῳ αὐτῆς» σὺν ἀδικίᾳ γεγένηται, ὡς «μὴ ἐκλείπειν ἐκ τῶν πλατειῶν αὐτῆς τόκον καὶ δόλον,» δολιευομένων τῶν οἰκούντων αὐτὴν δι' ὧν φρονοῦσι πονηρῶς· κοπιών των δὲ τῷ αἴρειν ἐφ' ἑαυτοῖς τὸ τῆς κακίας ἄχθος, μολίβδῳ παραβαλλομένης. Καὶ πλατείας αὐτῆς ἡγη τέον εἶναι τὰς διὰ τὸ φιλήδονον πλατυνούσας ἑαυτὰς, τῷ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύειν ὁδὸν, τουτέ στι, τὸν ἡδονικὸν καὶ παθητικὸν βίον· ἐν αὐταῖς γὰρ ἀεὶ μένων ὁ περὶ τὰ κακὰ κόπος, καὶ ὁ περὶ τὰς ἀπάτας δόλος, πληροῦσθαι ποιεῖ τὸ, «Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.» Καὶ γὰρ διασταθμίζοντες ἕκαστα τῶν ἀδικημάτων εἰς τὴν συμ πλοκὴν τῆς κακίας οἱ πρὸς τὴν ἀδικίαν εὐχερεῖς, ἀδιαστάτως ἐνεργοῦσι τὰ αἱρετὰ εἰς ἀνεξάλειπτον στήλην παραλαμβανομένων τῶν πράξεων τῆς ἀδι κίας αὐτῶν. 12.1476 Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ, κ. τ. ἑ. Ἀλλοτριοῦνται ἀπὸ μήτρας, καὶ πλα νῶνται ἀπὸ γαστρὸς οἱ ἐκ παιδὸς οὐκ ἐπὶ τὴν ἀρε τὴν, ἀλλ' ἐπὶ τὴν κακίαν ὁδεύοντες. Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐ τῆς, κ. τ. ἑ. Πᾶσα ψυχὴ μὴ ἀκούσασα λόγων σωζόντων αὐτὴν, ἀσπίς ἐστι βύουσα τὰ ὦτα αὐ τῆς. Τοῦ αὐτοῦ. ∆ιὰ τὸν ὡς ὄφεως τῶν ἁμαρτα νόντων θυμὸν λέγεται αὐτοῖς· «Ὄφεις, γεννήματα ἐχιδνῶν·» μὴ ἀνειληφόσι τὸ καθ' ὁμοιότητα τοῦ Θεοῦ, ἀλλὰ τοῦ ὄφεως. Καὶ ὁ μὲν ἅγιος βύει τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καὶ ὡσεὶ κωφὸς οὐκ ἀκούει τῶν χειρόνων· ὁ δὲ ἁμαρτωλὸς οὐκ ἀκούει τῶν καλῶν, ὁμοίως ἀσπίδι κωφῇ βυούσῃ τὰ ὦτα αὐ τῆς, ἵνα μὴ ἀκούσῃ φωνὴν ἐπᾳδόντων. Βύουσι δὲ καὶ οὗτοι τὰ ὦτα, περὶ ὧν ὁ λόγος, οὐ τὰ τῆς αἰσθήσεως, ἀλλὰ τῆς νοήσεως, ὅπως μὴ ἀκούσωσι τῶν τὰς σο φὰς ἐπῳδὰς προφητικὰς καὶ ἀποστολικὰς προσφε ρόντων. Τούτων γὰρ ἕκαστος σοφός ἐστι φαρμα κεύων, τουτέστι σκευάζων φάρμακον λογικὸν, ἀλε ξοῦν τὴν τῆς ἀσπίδος ὁρμήν. Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας, κ. τ. ἑ. Τὸ «συνέθλασεν»