105
τοῦτο διδάσκων ὁ ∆εσπότης ἔλεγεν· "Εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον, καὶ βάλε ἀπὸ σοῦ." Καὶ περὶ χειρὸς δὲ καὶ ποδὸς τὸ αὐτὸ εἴρηκε καὶ προστέθεικε· "Συμφέρει σοι, ἵνα ἀπό ληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν." Μέλη δὲ ἐνταῦθα τὰς τῶν με λῶν ἐκάλεσεν ἐνεργείας, ἃς προσήκει περιτέμνειν, καὶ ἐκκόπτειν, καὶ τὸ λογικὸν ἀποκαθαίρειν, καὶ ὅλον τοῖς θείοις νόμοις ἀφιεροῦν τε καὶ καθοσιοῦν. Οὕτω γὰρ τῆς μὲν τοῦ ἐναντίου κοινωνίας ἀλλότριοι γενησόμεθα, τὸν δὲ ἡμέτερον καὶ ∆εσπότην καὶ εὐερ γέτην ἔνοικον ληψόμεθα, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 81.1141
ΤΟΜΟΣ ΙΓʹ. ΚΕΦΑΛΑΙΟΝ ΛΓʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων· Υἱὲ ἀνθρώπου, λάλησον
τοῖς υἱοῖς τοῦ λαοῦ σου. Εὐμενὴς ὢν ὁ Θεὸς, ἑαυτοῦ λαὸν καλεῖ τὸν λαόν· διὰ δὲ τὰς παρανομίας ἀποστρεφόμενος, οὐκ έτι τῷ οἰκειώσεως ὀνόματι κέχρηται· τοῦτο καὶ ἐπὶ τοῦ μεγάλου Μωσέως ἔστι γεγενημένον ἰδεῖν. Πρὸ μὲν γὰρ τῆς παρανομίας ἔφη τῷ Φαραώ· "Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ·" μετὰ δὲ τὴν τοῦ μόσχου λατρείαν, λέγει τῷ Μωσεῖ· "Σπεῦσον, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ἠνόμησεν ὁ λαός σου." Οὕτω τοίνυν κἀνταῦθα οὐχ ἑαυτοῦ, ἀλλὰ τοῦ προφήτου λαὸν καλεῖ τὸν λαόν. Καὶ ἐρεῖς πρὸς αὐτούς· Γῆ, ἐφ' ἣν ἂν ἐγὼ ἐπ άγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρω πον ἕνα ἐξ αὐτῶν, καὶ δώσῃ αὐτὸν ἑαυτοῖς εἰς σκοπόν· (γʹ-εʹ.) καὶ ἴδῃ ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν, καὶ σαλπίσῃ τῇ σάλπιγγι, καὶ σημάνῃ τῷ λαῷ· καὶ ἀκούσῃ ὁ ἀκούσας τῆς σάλπιγγος, καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία, καὶ καταλάβῃ αὐτὸν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται. Ὅτι τῆς φωνῆς τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷ μα αὐτοῦ ἐπ' αὐτὸν ἔσται. Ῥομφαίαν λέγει τὸν πόλεμον, σκοπὸν δὲ τὸν κατάσκοπον· διδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὅτι εἰρήνην μὲν τοῖς ἀνθρώποις αὐτὸς παρέχει δι' ἀγαθότητα, πόλεμον δὲ συγχωρεῖ γενέσθαι διὰ τὰς τῶν ἀνθρώπων παρανομίας ἐφελ κομένων τὰ λυπηρά. Ἐὰν τοίνυν, φησὶ, πολέμου κατά τινος πόλεως γενομένου κατάσκοπον ἐπὶ γη λόφου τινὸς καταστήσωσιν οἱ πολεμούμενοι, εἶτα ἐκεῖνος θεασάμενος ἐπιοῦσαν τὴν στρατείαν σημάνῃ τῇ σάλπιγγι, καὶ μὴ καταφρονήσῃ, μηδὲ ἀμελήσῃ τῶν εἰς τοῦτο αὐτὸν προβαλλομένων, αὐτὸς μὲν, φησὶν, ἀθῶος ἔσται τὸ ἐγκεχειρισμένον ἔργον πε πληρωκὼς, ὁ δὲ μὴ βουληθεὶς φυλάξασθαι καὶ τῆς οἰκείας φροντίσαι σωτηρίας, πρόξενος ἑαυτῷ σφαγῆς καὶ αἰχμαλωσίας γενήσεται. ∆ιό φησι· "Τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται·" ἑαυτῷ, φησὶ, τὰς αἰτίας τῆς σφαγῆς ἀνατιθέτω. "Οὗτος δὲ, ὅτι ἐφυλάξατο, τὴν ψυχὴν ἑαυτοῦ ἐξείλετο." Ἐὰν δὲ, φησὶ, φυλά ξηται, αἴτιος ἑαυτῷ σωτηρίας γενήσεται. ʹ. Καὶ ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχο μένην, καὶ μὴ σαλπίσῃ τῇ σάλπιγγι, καὶ 81.1144 μὴ σημάνῃ τῷ λαῷ, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐπελθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυ χὴν, αὐτὴ μὲν διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, τὸ δὲ αἷμα αὐτῆς ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω. Ἐὰν δὲ, φησὶν, ἀμελήσας ὁ χειροτονη θεὶς κατάσκοπος μὴ σημάνῃ τῷ λαῷ τῶν πολεμίων τὴν ἔφοδον, οἱ μὲν ἀναλισκόμενοι δίκας ὧν ἐπλημμέ λησαν τίσουσι, τῆς δὲ γεγενημένης ὑπὸ τοῦ σκοποῦ προδοσίας αὐτὸς ὑφέξει τὰς εὐθύνας· ταῦτα δὲ ἔφη σπουδαιότερον τὸν προφήτην περὶ τὴν τοῦ λόγου δια κονίαν ποιῇ. ∆ιὸ ἐπάγει· ζʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ προφυλάξῃς αὐτὸν παρ' ἐμοῦ. Ὅπερ ἐν τοῖς πολεμίοις, φησὶν, εἴωθε ποιεῖν ὁ κατά σκοπος, τοῦτό σε δρᾷν, ὦ προφῆτα, προσήκει, καὶ τὰ παρ' ἐμοῦ λεγόμενα μετὰ πάσης προθυμίας δια πορθμεύειν. ηʹ. Ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ· Ἁμαρτωλὲ, θανάτῳ ἀποθανῇ, καὶ μὴ διαστείλῃ τῷ ἁμαρτωλῷ τοῦ φυλάξασθαι τὸν ἀσεβῆ, τοῦ ἀπο στρέψαι αὐτὸν ἀπὸ τῆς