Τρίβος ἡ τε τριμμένη ὁδὸς, ην πολλοὶ τῶν δικαίων πρὸ ἡμῶν ἐπορεύθησαν, πρὸς ην ὁδηγοῦντος χρεία Θεοῦ. Χριστοῦ γὰρ ἡμᾶς δεῖ γενέσθαι μιμητὰς, καὶ αιρειν τὸν σταυρὸν, καὶ ἀκο λουθεῖν ὀπίσω αὐτοῦ. 118.36 Κλίνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Τὰ γὰρ μαρτύρια τοῦ Θεοῦ οὐ φιλαργυ ρίαν διδάσκει, λέγοντα· Οὐκ ἐπιθυμήσεις κτλ. 118.37 ̓Εν τῇ ὁδῷ σου ζῆσόν με. ̓Εγώ εἰμι, φησὶν, ἡ ὁδὸς, ἐν τοῖς εὐαγγε λίοις Κύριος. 118.39 Περίελε τὸν ὀνειδισμόν μου ον ὑ πώπτευσα, οτι τὰ κρίματα σου χρηστά. Εἰ χρηστά ἐστι τὰ κρίματα τοῦ Θεοῦ, χρηστότητος καρποὺς ζητητέον. Νόησαι ἐ πὶ πάντας τοὺς κρινομένους, καν πικρότερά τισι διὰ τῆς ἁμαρτίας ἀπαντᾷ. 118.40 ̓Ιδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. ̓Επεὶ ἐπεθύμησα, φησὶ, τὰς ἐντολάς σου, διὰ τοῦτο ζωοποίησόν με κατὰ τὴν σὴν δι καιοσύνην, καὶ αμειψαί με, μὴ μόνον ποιή σαντά σου τὰς ἐντολὰς, ἀλλὰ καὶ ἐρωτικῶς πρὸς αὐτὰς διατιθέντα· διὸ οὐκ αλλου χά ριν, ἀλλ' αὐτῶν ενεκα ἐπιτελῶν, αὐτός φημι· ̓Εν τῇ δικαιοσύνῃ σου ζῆσόν με, οπερ ἐστὶ ζῆσαι κατ' ἀρετήν. Καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ ζῆσαι βουλόμενος, τοῦτό φησιν· ζωοποιεῖ γὰρ ἡμᾶς διὰ τῆς ἰδίας δικαιοσύνης ὁ Θεὸς καὶ Πατήρ. Εστι δὲ αὐ τὴ Χριστός. -∆ικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. 118.41,42 Καὶ ελθοι ἐπ' ἐμὲ τὸ ελεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λό γον, οτι ηλπισα ἐπὶ τοῖς λόγοις σου. Πρὸς τοῖς εἰρημένοις, τὸ ελεός σου ἐπ' ἐ μὲ ελθοι κατὰ τὸν λόγον σου, καὶ μετὰ τοῦ ἐλέους σου τὸ σωτήριον, ινα ὑπ' αὐτοῦ ἐλεη θεὶς σωθῶ. Τὸ τέλος γὰρ τοῦ ἀπὸ Κυρίου ἐλέους ἡ παρ' αὐτοῦ σωτηρία· διὸ καλῶς οὐ πρὸ τοῦ ἐλέους σωτηρίαν αἰτεῖ, ειτα τὸν ε λεον, ἀλλ' ἀνάπαλιν· οὐ γὰρ τοσοῦτον, φησὶ, διὰ τὰ ἡμέτερα εργα, οσον διὰ τὴν σὴν χά ριν σώζομαι. Εἰ δὲ δυνατὸν πάντα διὰ τοῦ ἀποσταλέντος Λόγου εἰρῆσθαι, ἐπίστησον· αὐτὸς γὰρ καὶ ελεος καὶ σωτήριον Κυρίου ἐστί. ∆ιὸ εὐκτέον ηκειν ἐφ' ἡμᾶς τὸ ελεος Κυρίου, τὸ σωτήριον κατὰ τὸ ελεος αὐτοῦ. Εἰ τοῦ σοῦ ἐλέους τύχω, φησὶ, παῤῥησίαν εξω πρὸς τοὺς ἐνισταμένους καὶ ὀνειδίζον τας. ̓Εὰν ελθοι ἐπ' ἐμὲ τὸ ελεος καὶ τὸ σω τήριον, κατὰ τὸν σὸν λόγον σωθεὶς, εὐπορή σω λόγον, ωστε τοῖς ὀνειδίζουσί με εχειν ἀ ποκρίνεσθαι καὶ παραστῆσαι αὐτοῖς, οτι οὐκ αξιόν ἐστιν ὀνειδίζεσθαι τὸν τοιαῦτα εχοντα δόγματα, ατινα γελῶσι μὲν οἱ τῆς πίστεως ἀλλότριοι ὡς μῶρα, συνέσεως δὲ ἀποδείξω καὶ σοφίας πεπληρωμένα, ἐπεὶ καὶ εἰς τοὺς λόγους ἐπήλπισα· διὸ τοῦτο πρὸς τοῖς προ τέροις ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον. 118.43,44 Καὶ μὴ περιέλῃς ἐκ τοῦ στό ματός μου λόγον ἀληθείας εως σφόδρα, οτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ταῦτά φησιν, ὡς δυνατοῦ οντος τοῦ ηδη ἀνειληφότος λόγον ἀληθείας, ἀποθέσθαι αὐ τὸν, περιελόντος αὐτὸν τοῦ Θεοῦ ἐκ τοῦ στό ματος τοῦ ηδη αὐτὸν ἀνειληφότος, ἐπὰν ὁ ηδη διδάσκων, ἀνάξιον ἑαυτὸν ποιήσῃ τοῦ λόγου· διὸ καλῶς λέγεται· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος. ̓Αμελεῖ δὲ οὐ μόνον ὁ μὴ γεωργῶν τὸ χάρισμα, καὶ αὐξάνων αὐτὸ, ἀλ λὰ καὶ ὁ μὴ βιῶν κατ' αὐτό. Ζητήσει δ' αν τις εἰ ἀπὸ στόματος μὲν περιαιρεῖται λόγος ἀληθείας, ἀπὸ δὲ καρδίας οὐδέποτε περιαι ρεῖται, ινα σώζηται ἡ ἀφορμὴ τῆς ἐπιστρο φῆς, διὰ τὸ ἐνυπάρχειν τὸν τῆς ἀληθείας λόγον τῷ απαξ αὐτὸν ἀνειληφότι. Τῷ γὰρ ἁμαρτωλῷ ειπεν ὁ Θεός· Ινα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; οὐχ ινα τί σὺ φρονεῖς τὰ δικαιώματά μου; τάχα δὲ καὶ ἐὰν ἐπίπλεον ἁμαρτάνῃ τις, καὶ ἀπὸ τῆς καρδίας περιαιρεῖται ὁ τῆς ἀληθείας λόγος, θολουμένης, καὶ οἱονεὶ τυφλουμένης τῆς καρδίας πρὸς τὸ μὴ θεωρεῖν τὴν ἀλήθειαν. 118.46 Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Χαριέντως ἁρμόσειε τοῦτο τῷ μάρτυρι, τῷ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγομένῳ διὰ Χριστόν. ̔Αρμόττει καὶ τοῖς ἀνοίγουσι τὸ στόμα ἐπὶ τῶν βασιλικῶν τὰς