ἀντὶ τοῦ «συνθλάσει» κατ' ἀλλα γὴν χρόνου. Τοῦτο δὲ αὐτοῖς ὁ Θεὸς ποιεῖ εὐεργετῶν, ἵνα μὴ κατεσθίοντες τοὺς ὑπό σφων ἀπατωμένους ἀν θρώπους ὑπερβαλλούσῃ τιμωρίᾳ ὑπεύθυνοι γένωνται. Καὶ τὰς μύλας δὲ αὐτῶν συνέθλασεν, ὅπως μὴ δά κνωσι, μηδὲ κατεσθίωσι. Σημειωτέον δὲ, ὅτι κατὰ τὴν Γραφὴν διαφέρουσι μύλαι ὀδόντων· οἱ γὰρ το μεύουσι καὶ διαιροῦσι τὴν τροφὴν ὀδόντες, αἱ δὲ μασ σώμεναι καὶ λεαίνουσαι μύλαι. Ὥσπερ δὲ τὸ διαπο ρευόμενον διά τινος πόρου ὕδωρ οὐ παραμένον, ἀλλὰ σκεδαννύμενον ἐξουδενεῖται· οὕτω καὶ οὗτοι ἐξευτελι σθήσονται, οὐδὲν βέβαιον καὶ παράμονον ἔχοντες. Ὅθεν ἐπιφέρει· «Ἐντενεῖ τὸ τόξον αὐτοῦ.» Ἐσχημάτισε τὴν τοῦ Θεοῦ τιμωρίαν, ὡς ἐπὶ τόξου, συνε χῶς πέμποντος τὰ βέλη, καὶ πάντας ἀναιροῦντος. Μέ χρι γὰρ τοσούτου, φησὶ, ταῖς ἀφέσεσι χρῆται τῶν βελῶν, μέχρις ἂν πάντας κατατοξεύων ἀσθενεῖς ἐργάσηται. Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε πῦρ ἐπ' αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον, κ. τ. ἑ. Ὥσπερ τῷ μέλιτι ἐπισυμβαίνει κηρὸς, οὕτως κακία ψυχῇ λογικῇ. Τοῦ αὐτοῦ. Ὃν ὡς ἥλιον οὐκ εἶδον, ὡς πυ ρὸς πειραθήσονται. Εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν, κ. τ. ἑ. Ἡ κόλασις τοῦ ἁμαρτωλοῦ ἀσφαλέστε ρον καὶ καθαρώτερον τὸν δίκαιον ἀπεργάζεται. 12.1477 Τοῦ αὐτοῦ. Ὁ δίκαιος, ὁρῶν τὸ σοφὸν τῆς εἰς τὸ κολάζεσθαι τοὺς ἀδίκους θείας κρίσεως, εὐφραν θήσεται. ΨΑΛΜΟΣ ΝΗʹ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός μου, κ. τ. ἑ. ∆ιὰ τὸ, «Ἄνευ ἀνομίας ἔδραμον καὶ κατ εύθυνα·» καὶ διὰ τὸ, «Τὸ κράτος μου πρὸς σὲ φυλά ξω,» ὁ Σωτὴρ λέγει τὸν ψαλμόν· καὶ διὰ τὸ, «Πρό σχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη.» Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, κ. τ. ἑ. Ἐθήρευσαν τὴν ψυχήν μου οἱ κραταιοὶ, καὶ ἐπέθεντό μοι. Οὐκ ἐκ παρέργου, φησὶ, τὴν πρὸς ἐμὲ μάχην ἐνίστανται, ἀλλ' ἐπίκεινται, μὴ βραχὺν ἐκδι δόντες καιρὸν, παντὶ δὲ τρόπῳ πολεμοῦντες ἡμᾶς. Κραταιοὺς δὲ εἶπεν, ὥστε καὶ ἀπὸ τῆς προσούσης αὐτοῖς ἰσχύος μείζονα δεῖξαι τὴν κατ' αὐτοῦ ἐπιβου λήν. Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα, κ. τ. ἑ. Ὁ λέγων· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·» φήσει τὸ, «Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα·» ἢ ὁ Σω τὴρ μᾶλλον ταῦτα φήσει. Τοῦ αὐτοῦ. Οὐκ ἔστι κατευθῦναι τὴν ὁδὸν τὴν εἰποῦσαν· «Ἐγώ εἰμι ἡ ὁδός·» μὴ ἄνευ ἀνο μίας δραμόντα. Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε, κ. τ. ἑ. Τίς ἄρα ἱκανὸς εἰπεῖν τῷ Θεῷ· «Ἐξ εγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε;» Τοῦ αὐτοῦ. Τῷ γὰρ ἀναβαίνοντι δι' ὑγιοῦς βίου πρὸς Θεὸν ἐξεγείρεται εἰς συνάντησιν ὁ Θεός. Καὶ ἐν τῷ Εὐαγγελίῳ δὲ ὁ πατὴρ ἀπαντᾷ τῷ ἐπαν ερχομένῳ πρὸς αὐτὸν υἱῷ. Καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, κ. τ. ἑ. Ῥομφαία ἐν τοῖς χείλεσι τῶν δύσφημα καὶ ἀσεβῆ διδασκόντων ἑτεροδόξων. Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου, κ. τ. ἑ. Ἀποκτείνει τούτους ὁ Κύριος οὓς συγχωρεῖ ἐπὶ πολὺ ἁμαρτάνειν· ἐκ γὰρ τούτου συμβαίνει λήθην γενέσθαι Θεοῦ· «Ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συν τέλειαι, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξου σι, κ. τ. ἑ. Ἀρὰ καὶ ψεῦδος αἰτία τῆς συντε λείας· ὡς εἰ μὴ ταῦτα ἦν, οὔτε ὀργὴ οὔτε συντέ λεια ἦν. ΨΑΛΜΟΣ ΝΘʹ. Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, κ. τ. ἑ. Ὡς ἐκ προσώπου τῶν Ἰουδαίων σφῶν ἀποβολὴν αὐτῶν δηλοῖ διὰ τοῦ εἰπεῖν· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες 12.1480 ἡμᾶς,» ἢ, κατὰ Σύμμαχον, «ἀπεβάλου ἡμᾶς, καὶ διέκοψας ἡμᾶς» ὅπερ δηλοῖ αὐτῶν τὴν ἀποκοπήν. Εἶτ' ἐπιλέγει· «Ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς·» κατὰ δὲ τὸν Ἀκύλαν· «Θυμωθεὶς μετέστρεψας ἡ μᾶς.» Τοῦτον δὲ μᾶλλον τὸν λόγον ἡ τῶν πραγμά των ἔκβασις παρίστησι· μετὰ γοῦν τὴν τοῦ Σωτῆρος παρουσίαν ταῦτα πεπόνθασι. Ὅτε γὰρ ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ, εἰς τέλος ἀπώσθησαν καὶ καθῃρέθη σαν, καὶ ἀπεβλήθησαν, διεκόπησάν τε καὶ περιήχθη σαν, διασκορπισθέντες εἰς πάντα τὰ ἔθνη. Ἴασαι τὰ συντρίμματα αὐτῆς, κ. τ. ἑ. Κινη θεῖσα γὰρ, καὶ σαλευθεῖσα τῆς οἰκείας μονῆς καὶ στάσεως, ἡ προλεχθεῖσα γῆ συντρίμματα καὶ τραύματα ἐκτήσατο· διόπερ ἑξῆς λέγεται· «Ἔδει ξας τῷ λαῷ σου σκληρά.»