αὐτὸς Παῦλος καὶ Βαρνάβας, ὡς δηλοῦσιν αἱ Πράξεις. ἐκ τούτου δείκνυται ὅτι καὶ τὰς καθολικὰς αὐτῶν οἱ ἀπόστολοι τότε γράφουσιν πρὸ τῆς διασπορᾶς αὐτῶν, εἰ καὶ Πέτρος μόνος ἀπὸ Ῥώμης γράφει, ὥς τινες ἱστοροῦσιν, ἀλλὰ καὶ Ματθαῖος πρῶτος ἐκεῖ εἰς τὰ Ἱεροσόλυμα γράφει τὸ εὐαγγέλιον, ὡς λέγει ὁ Χρυσόστομος. οἶμαι δὲ * * * 438 * * * καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Ἰησοῦν Χριστόν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος πάντων τῶν ἁγίων ἀπ' αἰῶνος αὐτοῦ προφητῶν. καὶ μέμνηται τῆς χρήσεως Μωϋσέως τὸ Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεός· καὶ πάλιν ἐπιφέρει, Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας ὑμῶν, λέγων πρὸς Ἀβραάμ, Καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. ὑμῖν πρῶτον ὁ θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν. τούτοις πᾶσι μαρτυρεῖ καὶ ὁ μακαρίτης Πέτρος, ὥσπερ καὶ οἱ εὐαγγε439 λισταί, καὶ ὅτι πάντες οἱ προφῆται προκατήγγειλαν πάντα ταῦτα, ὅτι ὁ θεὸς δευτέραν τινὰ κατάστασιν καινὴν πεποίηκεν καὶ ποιεῖ, ἣν καὶ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν. καὶ οὔτε πρὸ ταύτης τῆς καταστάσεως εἶπεν ἑτέραν εἶναι οὔτε μετὰ τὴν μέλλουσαν ἑτέραν ἀπεφήνατο, ἀλλὰ μετὰ πάντων τῶν προφητῶν καὶ ἀποστόλων δύο μόνον ἐξεῖπεν, ταύτην καὶ τὴν μέλλουσαν. Εἰς Παῦλον τὸν ἀπόστολον Οὗτος ὁ μέγας Παῦλος ὁ ἀπόστολος, ὁ τῆς οὐρανίου φάλαγγος ταξιάρχης, ὁ ἐν ἑαυτῷ ἔχων τὸν Χριστὸν λαλοῦντα, ὁ τὰ γος ταξιάρχης, ὁ ἐν ἑαυτῷ ἔχων τὸν Χριστὸν λαλοῦντα, ὁ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματι περιφέρων, ὁ μέγας διδάσκαλος τῆς ἐκκλησίας, ὁ μυρίους θανάτους καθ' ἑκάστην ὑπὲρ τῆς ἐκκλησίας ὑπομένων, ὁ ἐν κυρίῳ καυχώμενος καὶ ταῖς ἰδίαις ἀσθενείαις, ὁ τὴν χάριν τοῦ Χριστοῦ ἐν ἑαυτῷ βρύουσαν ἔχων, ὁ γλώσσαις λαλῶν πᾶσι τοῖς ἔθνεσιν, ὁ ποτὲ διώκτης, νῦν δὲ διωκόμενος, ὁ ποτὲ ἁμαρτωλός, νῦν δὲ ἠλεημένος, ὁ ἕως τρίτου οὐρανοῦ ἁρπαγεὶς καὶ πάλιν εἰς τὸν παράδεισον, ὁ τῶν ἀῤῥήτων ῥημάτων ἀκουστής, ὁ τῶν πνευματικῶν χαρισμάτων κεκριμένος δικαστής, ὁ μέγας κανονάρχης καὶ ὑπερβαίνων τοὺς λοιποὺς διδασκάλους τῆς ἐκκλησίας Παῦλος, οὗ ὁ ἀσπασμὸς ἐν πάσαις ταῖς ἐπιστολαῖς αὐτοῦ ὡς ἐν τάξει σημείου, ἡ χάρις ἐστὶν 440 τοῦ κυρίου, οὗτος καθόλου ἐν πάσαις ταῖς ἑαυτοῦ ἐπιστολαῖς, 440 ὡς ἤδη γενόμενος ἐν τῇ δευτέρᾳ καταστάσει, γεγηθὼς καὶ πεποιθὼς διατελεῖ, συνήγειρεν καὶ συνεκάθισεν, φάσκων, Ἐν τοῖς ἐπουρανίοις καὶ τῇ ἐλπίδι ἐσώθημεν, καὶ ἄλλα μυρία ἃ νῦν καταλέγειν οὐκ εὐχερές. ἐνίων δὲ μνημονεύσομεν, ἵνα μὴ τὸν λόγον μηκύνωμεν. λέγει τοίνυν ἐν τῇ πρὸς Κορινθίους πρώτῃ ἐπιστολῇ οὕτως. "εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν." ἀλλὰ τί, Παῦλε, μετὰ τὴν ἐνταῦθα ζωὴν ποίαν ἄλλην ἐλπίδα ἐλπίζωμεν; Ναί, φησίν, ἔστι τις κρείττων ζωή, ἰσχυρὰ καὶ οὐράνιος, μεθ' ὅρκου παρὰ θεοῦ ἐπαγγελλομένη. φησὶ γάρ, Ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐνδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. Καὶ πάλιν, Γινώσκοντες ἔχειν ὑμᾶς κρείττονα ὕπαρξιν καὶ μένουσαν. καὶ πάλιν, ∆ιὸ βασιλείαν ἀσάλευτον παραλαμβά441 νοντες. καὶ πάλιν, Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν