De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
κατὰ τὸ ποσὸν τῆς τραπέζης. τῇ δὲ κʹ τοῦ Ἰουλίου μηνὸς ἐκτελεῖται διὰ λιτανίου προελεύσεως ἔνδον τοῦ παλατίου ἡ μνήμη Ἡλιοῦ τοῦ προφήτου, καὶ δι' αὐτῆς ἡ ἀνάκλησις τῆς περιορήσεως τοῦ εὐσεβοῦς ἡμῶν βασιλέως. προεκτελεῖται δὲ πρὸ αὐτῆς τῆς ἡμέρας ἐν τῇ παραμονῇ ἑσπερινὸν ἐν τῷ Φάρῳ, καὶ ᾄδεται παρὰ πάντων ἀπολύσιμον ᾆσμα ἰσόμελον τοῦ "συνταφέντες" καὶ δίδοται τοῖς μαγίστροις, πραιποσίτοις, ἀνθυπάτοις, πατρικίοις καὶ ὀφφικιαλίοις εἰς τύπον παρὰ τοῦ βασιλέως σταυρίτζια ἀργυρᾶ. τῇ δὲ ἐπαύριον ἡμέρᾳ, ἐν ᾗ τὴν ἑορτὴν ἐκτελοῦμεν, προκαθέζεται ὁ βασιλεὺς μετὰ ἀλλαξιμάτων ἐπὶ τοῦ ἐνδόξου χρυσοτρικλίνου, καὶ παρεστῶτος τοῦ μυστικοῦ κουβουκλείου, εἰσ 777 άγονται ὅ,τε τοῦ σακελλίου καὶ οἱ ξενοδόχοι καὶ γηροκόμοι, προσάγοντες σταυροὺς χρυσοστοιβάστους κατὰ μίμησιν τῆς ἑορτῆς τῶν βαΐων, καὶ λαμπροφορούντων πάντων, εἰσάγεται ἡ τάξις τῶν μαγίστρων, ἀνθυπάτων, πατρικίων καὶ ὀφφικιαλίων ἔμπροσθεν τοῦ δεσπότου, καὶ διανομῆς τῶν λεχθέντων σταυρίων ὑπὸ τοῦ βασιλέως γενομένης, τελεῖται, ὡς ἔφαμεν, δημοσία λιτάνιος προέλευσις ἀπὸ τοῦ ναοῦ τῆς ἁγίας Θεοτόκου τοῦ Φάρου ἐπὶ τὸν περίβλεπτον ναὸν τῆς μεγάλης νέας ἐκκλησίας, καὶ τελουμένης τῆς ἱερᾶς λειτουργίας, προτίθεται κλητώριον τῷ βασιλεῖ ἐπὶ τοῦ χρυσοτρικλίνου, καὶ συνεστιᾶται τοῖς βασιλεῦσιν ὅ,τε πατριάρχης καὶ οἱ μητροπολῖται, μάγιστροι, πραιπόσιτοι, ἀνθύπατοι, πατρίκιοι, ὀφφικιάλιοι καὶ λοιποὶ βασιλικοὶ κατὰ τὸ ποσὸν τῆς τραπέζης. προκαθέζεται δὲ ὁ βασιλεὺς μετὰ τοῦ οἰκείου διβητησίου, καὶ δεῖ ἡμᾶς εἰσάγειν καὶ ἐξάγειν πάντας τοὺς κεκλημένους μετὰ τῶν οἰκείων αὐτῶν ἀλλαξιμάτων χωρὶς τῶν χλανιδίων. τῇ δὲ ἐπαύριον τελεῖται δεξίωσις δεξίμου καὶ μεγάλου σαξίμου, καὶ προτεθέντος βασιλικοῦ κλητωρίου ἐπὶ ἀποκοπτῆς τραπέζης ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ, προκαθέζεται ὁ βασιλεὺς μετὰ τοῦ οἰκείου διβητησίου, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν αὐτοῦ ἀπὸ τῆς τάξεως πραιποσίτων, πατρικίων, ὀφφικιαλίων καὶ ἀπὸ τῶν σεκραιτικῶν τῶν ὑπὸ καμπάγιον πάντων κατὰ τὸ ποσοὸν τῆς τραπέζης· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων ἀλλαξιμάτων τε καὶ χλα 778 νιδίων. τοὺς δὲ λοιποὺς μαγίστρους, ἀνθυπάτους πατρικίους καὶ ἅπαντας τοὺς βασιλικοὺς ἀνθρώπους ταμιεύειν αὐτοὺς μετὰ θωρακίων καὶ κονδομανίκων εἰς τὸ σάξιμον τῆς τραπέζης, χορευόντων δὲ πάντων πέριξ τῆς βασιλικῆς τραπέζης καὶ τὴν ἀνάῤῥυσιν εὐφημούντων τοῦ σοφωτάτου δεσπότου, δίδοται παρ' αὐτοῦ τούτοις εἰς φιλοτιμίας ἐπίδοσιν ἀποκόμβιον ἔχον χρυσοῦ λίτρας γʹ· προσέχειν δὲ δεῖ τὴν ἀκτολογίαν τοῦ δήμου, καὶ ἐξανιστᾷν ἅπαντας τοὺς κεκλημένους πρὸς εὐφημίαν τοῦ δεσπότου κατὰ τὸν προγραφέντα τύπον. ἐφεξῆς δὲ ταύτης τῆς ἡμέρας τελεῖται πεζοδρόμιον βωτὸν τῶν πολιτῶν τυπωθὲν ἐπὶ Λέοντος τοῦ φιλοχρίστου δεσπότου, καὶ δίδονται σφραγίδια ὡς κατὰ τύπον τοῦ βωτοῦ πεζοδρομίου, καὶ προτίθεται κλητώριον τῷ βασιλεῖ ἐπὶ ἀποκοπτῆς τραπέζης κατὰ τὴν μέσην θέσιν τοῦ περιφανοῦς τρικλίνου τῶν ιθʹ τερπνῶν ἀκουβίτων, καὶ συνεστιῶνται τῷ βασιλεῖ οἱ πραιπόσιτοι σὺν τοῖς εὐνούχοις πρωτοσπαθαρίοις καὶ πριμικηρίοις, τὸν ἀριθμὸν ἓξ, ὡσαύτως καὶ πάντες οἱ πένητες οἱ τὰ σφραγίδια τοῦ βασιλέως διὰ χειρὸς τῶν μεγιστάνων λαβόντες, καὶ δίδοται αὐτοῖς ἀποκόμβιον ἀνὰ νομίσματος α γʹ. καὶ μεθ' ἡμέρας δύο τελεῖται ἱππικὸν ἱπποδρόμιον, καὶ προτίθεται κλητώριον ἐπὶ τοῦ τρικλίνου τοῦ καθίσματος, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῷ βασιλεῖ φίλους κατὰ τὸν ἐν τοῖς ἱπποδρομικοῖς κλητωρίοις λεχθέντα τύπον. ἐπὶ 779 δὲ τῆς ϛʹ τοῦ Αὐγούστου μηνὸς ἡμέρας ἐκτελεῖται ἡ προέλευσις μετὰ ἀλλαξίματος ἐν τῇ μεγάλῃ τοῦ Θεοῦ καθολικῇ ἐκκλησίᾳ, καὶ τελουμένης τῆς ἱερᾶς λειτουργίας, συνεστιῶνται τῷ βασιλεῖ οἱ πολλάκις ἐπὶ τοῦ κράματος μνημονευθέντες φίλοι, καὶ ὑποστρέφει ὁ βασιλεὺς ἐπὶ τὸ παλάτιον ἐμπράτως, καὶ προτίθεται κλητώριον τῷ βασιλεῖ ἐπὶ ἀποκοπτῆς τραπέζης ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῷ βασιλεῖ φίλους ἀπὸ τῆς τάξεως τῶν μαγίστρων, ἀνθυπάτων, πατρικίων, ὀφφικιαλίων, πρωτοσπαθαρίων καὶ λοιπῶν συγκλητικῶν τῶν ὑπὸ καμπάγιον ὄντων κατὰ τὸ ποσὸν τῆς τραπέζης· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων ἀλλαξιμάτων χωρὶς τῶν χλανιδίων διὰ τὸ καὶ τὸν βασιλέα μετὰ τοῦ οἰκείου διβητησίου προκαθεσθῆναι. τῇ δὲ ιεʹ τοῦ αὐτοῦ μηνὸς ἡμέρᾳ τελεῖται δημοσία προέλευσις τῆς κοιμήσεως τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου ἐν τῷ πανσέπτῳ ναῷ αὐτῆς τῷ ἐν βλαχέρναις, καὶ τελουμένης τῆς ἱερᾶς λειτουργίας, προτίθεται κλητώριον ἐπὶ ἀποκοπτῆς