107
μόλις ἔπειθον καὶ ἐδούλουν τὰς γνώμας, χρυσίῳ μερίζοντες. Καὶ νῦν μὲν τοῦτον, νῦν δ' ἐκεῖνον ὑπερχόμενοι τοῖς μηνύμασι, τοῦτο μὲν θεραπεύοντες, τοῦτο δέ γε καὶ ὑπισχνούμενοι, παρέπειθον τοὺς πολλούς, καὶ μᾶλλον τοὺς ἐπιδήλους· οἳ δὴ ὁσημέραι πλέον μαλακιζόμενοι ὑποψίαν τοῦ προδιδόναι παρεῖχον τοῖς ἄλλοις. Πλὴν καὶ τῆς μεταβολῆς αἰσθανόμενοι οὐκ εἶχον ὅ τι καὶ πράξειαν· μόνους γὰρ τοὺς σπενδομένους ὑπελάμβανον σῴζεσθαι, κἀκείνοις ὁσημέραι πολλοὶ προσετίθεντο δέει τοῦ κινδυνεύειν. Ἦσαν δὲ καί τινες οἳ πολὺ κρείτ τονα τὸν ἐν τῷ πολέμῳ ἡγοῦντο θάνατον τῆς προσδοκωμένης, εἰ καθυφεῖντο καὶ προδοθεῖεν, κολάσεως, καὶ ἀντέχειν διὰ ταῦτα διὰ τέλους ἤθελον.
ιγʹ. Ἀπολογία τῶν Ζυγηνῶν πρὸς ἀλλήλους ὑπὲρ τοῦ ὃν ὡς Ἰωάννην ὑπεδέξαντο. Ἐπλεονέκτουν δὲ μᾶλλον οἱ καὶ τὰ ὑπὲρ τοῦ τυφλώττοντος προβαλλόμενοι. Καί· «Τί γάρ, ἔλεγον, δίκαιον ἡμῖν πέπρακται ἐπὶ τῷ ἀλλοδαπῷ τῷδε, εἰ κἀκεῖνος εἴη, εἰ ἄλλος; Ἐπειδὴ δεξάμενοι ἐτίθεμεν ὑπὲρ αὐτοῦ τὰς ψυχάς, γυναῖκας καὶ αὐτὰ τὰ γνήσια προβαλλόμενοι, ἐς ὃ σωθείη ὁ εἰς χεῖρας ἡμετέρας καταφυγών, νῦν μεταβαλόντες καταπροώμεθα; Τί δ' ἡμῖν εἰς ἀπολογίαν πρὸς τοὺς μεμφομένους ἐσεῖται προδοῦσι; Ὅτι παρώτρυνε μὴ θέλοντας; Ἀλλ' ἡμῖν γλιχομένοις ὑπὲρ δεσπότου πάσχειν ἐπέστη. Ἀλλ' ὅτι τὰ καθ' ἡμᾶς ἐν ταραχῇ κατέστησεν; Ἀλλ' ἡμῖν γε προθυμουμένοις μᾶλλον ἢ τούτῳ μέμψαιτό τις. Ἀλλ' ὅτι ὑπεκρίθη τὸν βασιλέα καὶ προσικέ τευσε; Καὶ πρῶτον μὲν τίς οἶδεν ἂν ἀληθῆ ταῦτα; Ῥᾷον αὐτοῖς ἄλλον ἀντὶ τοῦ ἀληθοῦς ἐμφανίζειν καὶ ἀπατᾶν, εἰ ἐπισταῖμεν, ἢ τοῦτον ἄλλον ὄντα ἐκεῖνον ὑποκρινεῖσθαι. Εἶτα ἔστω καὶ τοῦτο. Πλὴν πᾶσι μὲν ἡ τοῦ πλείονος ἔφεσις, καὶ ἀγαπητὸν μὲν αὐτὸν ἕκαστον ὄντα τὸν σπουδαζόμενον τῶν καλῶν τυγχάνειν· εἰ δ' οὖν, ἀλλὰ καὶ τὸ δοκοῦντα μεγαλύνεσθαι μοῖραν 267 οὐ τὴν τυχοῦσαν φιλοτιμίας ἔχει. Τί οὖν ἑαυτοῖς ἀφέμενοι μέμφεσθαι, συναρπασθεῖσιν οὕτως καὶ κίνδυνον ἐπανῃρημένοις, μῶμον ἐκείνῳ προστρί βομεν καὶ ἀντὶ τοῦ σῴζειν μεγίστῳ κινδύνῳ περιβάλλομεν; Ἄλλως τε, εἰ καί οἱ τὰ παγχάλεπα πέπρακται, τὸ γοῦν σχῆμα τῆς ἱκετείας ἱκανὸν καὶ τὸν κάκιστον σῴζειν. Οὐδὲ γὰρ ἂν τί παθεῖν ἐκεῖνον, ἀλλὰ τί ποιεῖν ἡμᾶς ἄξιον προσκοπεῖν.» Ταῦτά τινων λεγόντων, ἐδόκει τισὶν ἀδοξεῖν τὰ μεγάλα, εἰ καταπροοῖντο τὸν ἱκέτην. Καὶ τὸ μὲν διηνεκῶς πολεμεῖνκαὶ γὰρ ἂν ἀνάγκῃ τοῦτ' εἶναι μὴ περιγενομένους τῶν πάντων· τοῦτο δ' ἦν ἀδύνατονὡς κινδυνῶδες καὶ ἄλλως ὂν ἀπρεπὲς ἀπέλεγον, τὸ δ' αὖθις καταπροεμένους τὸν ξένον σπένδεσθαι ἐπίμωμον ἔκρινον καὶ ἄδικον πάντη πρὸς τὸν ἡκότα, εἰ πιστεύσας ἐκείνοις σφάζοιτο. Τῷ τοι καὶ τὴν μέσην χωροῦντες, αὐτὸν μὲν ἀπεῖπον μὴ προδιδόναι, αὐτοὺς δὲ σπένδεσθαι οὕτως, εἰ θέλοιεν· εἰ δ' οὖν, ἀλλὰ διὰ τέλους μαχεῖσθαι συνετίθεντο. Ἐν τοσούτῳ οὖν τοῦ καιροῦ τριβομένου καὶ τῶν μὲν μηδὲν ἐχόντων ποιεῖν, τῶν δὲ μή τι ἀποκρινεῖσθαι, ὁ μὲν ξένος ἀνεῖτο φεύγειν εἰς Πέρσας· οἷς δ' ἦσαν ὑποσχέσεις παρὰ τῶν τῇδε καὶ συνθεσίαι, ἐσπένδοντο, τὰ πιστὰ λαβόντες τοῦ μὴ παθεῖν. Οἱ δέ, ταῖς σπονδαῖς πρὸς ἐκείνους ἡμερωθέντες, τοῖς ἄλλοις κακῶς καὶ ἀπηνῶς προσ εφέροντο καὶ προσετίμων ζημίαις οὐ φορηταῖς καὶ μείζοσιν ἢ ὥστ' ἐνεγκεῖν ἐκείνους· τὸ δ' ἐλαύνειν ἐκεῖθεν ἐξορίζοντας, ἄσμενοι ἂν εἰς τιμωρίαν μεγίστην πράξοντες, ὅμως ἐκωλύοντο πράττειν, μὴ καὶ τὰς ἄκρας ἐρημοῦν ἀνδρῶν τὰς ὁρμὰς τῶν Περσῶν ἀνέχειν δυναμένων. Ταῦτα περὶ τοὺς Τρικοκκιώτας καὶ τοὺς Ζυγηνοὺς διαπραξάμενοι, ἀνεχώρουν ἐπ' οἴκων.
ιδʹ. Ὅπως διετέθη ὁ πατριάρχης μαθὼν τὰ συμβάντα καὶ ὅπως τὸν βασιλέα ἀφώρισεν. Τὸ μέντοι περὶ τὸν παῖδα Ἰωάννην συμβάν, μέγιστον ὂν ἢ ὥστε κρυβῆναι, ἔκπυστον γέγονε καὶ τῷ πατριάρχῃ. Ὁ δ' ἀκούσας ἐν δεινῷ ἐτίθει τὴν ἀγγελίαν καὶ οὐκ εἶχεν ὅ τι καὶ πράξοι, οὐδὲ καθεκτὸς ἦν ἀλύων. Εἶτα μὴ κρίνας ἀσφαλὲς ἑαυτῷ ἐπὶ τοιαύταις πράξεσι σιωπᾶν καὶ μὴ ἐπεξιέναι ἐπιτιμῶντα, προσκαλεσάμενος τοὺς περὶ αὑτὸν ἱεράρχας καὶ δεινὰ σχετλιάσας τὸ πρῶτον ὡς χλευασθεὶς καὶ ὅτι νόμοι