Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
λοιπόν, ἵνα πέρας λάβωσι τὰ ὅσα ὁ θεόπτης Μωσῆς ἔφησε, καὶ οὐχὶ ὅτι οὐκ ἐφρονοῦσαν ὀρθῶς Ῥωμαῖοί τε καὶ Σέρβοι καὶ Βούλγαροι, καθὼς λέγουσιν οἱ κατηγοροῦντες ἡμᾶς καὶ ὀνειδίζουσιν· ἐὰν δὲ πά λιν καὶ ὑπὸ ἁμαρτιῶν ἡμεῖς ἐπαιδεύθημεν, καὶ ὑμεῖς οἱ Ἰταλοὶ μὴ ἀμερίμνως μείνατε, ἀλλὰ τὰς χεῖρας ἐπὶ τὸ στῆθος ὑμῶν βάλετε καὶ κατὰ νοῦν ἐνθυμήθητε καὶ κατηγο ροῦντες ἡμᾶς παύσατε. 13. Αὐτοὶ δὲ οἱ Ἰσμαηλῖται ἄπιστοι, ὄντες χαλεποὶ καὶ ἀνελεήμονες, προστά ξει δὲ θεοῦ τοὺς πιστοὺς παιδεύουσι καὶ τὸ πλεῖον μέρος τοῦ κόσμου κυριεύουσι. ∆ιὸ οὐ δεῖ μεγαλοῤῥημονεῖν περὶ τούτων τοὺς Ἰταλούς, ὅτι διὰ τὸ ὀρθῶς φρονεῖν καὶ δί καιοι καὶ ἅγιοι ἑαυτοὺς λέγουσιν εἶναι καὶ διὰ τὴν αὐτῶν ὀρθοδοξίαν καὶ δικαιοσύ νην ἕως τοῦ νῦν βασιλεύουσι. Καὶ τοιούτοις μὲν τοῖς ὀλίγοις εἰρήκαμεν ῥήμασιν οὐχὶ πρὸς τὸ κατακρίνειν ἢ κατηγορεῖν τινα, μὴ γένοιτο, ἀλλ' ἵνα τοῖς καταλαλοῦσιν ἡμᾶς δείξωμεν, ὅτι οὐκ ὀρθῶς καὶ σαφῶς τὰς γραφὰς οἴδασι. ∆ιὰ τοῦτο μὲν ἡμᾶς μέμφονται καὶ σοφοί εἰσι πάντες τοῦ νουθετεῖν, αὑτοὺς δὲ ἁμαρτάνοντας οὐ γινώσκουσιν. 470
II.Ἐπὶ τὴν ἡμετέραν διήγησιν ἐπανέλθωμεν οὖν.
Ἐάν τις ἐρωτήσῃ, τί τὸ πραχθὲν παρὰ τοῦ βασιλέως τῷ διὰ μέσου καιρῷ τῆς
μάχης, εἴπω αὐτῷ· ἐν ᾧ δὲ χρόνῳ καὶ καιρῷ ὁ ἀμηρᾶς πα ρεσκευάζετο, καὶ τὴν βοήθειαν ἐποίησαν οἱ ἔξωθεν αὐθένται οἱ χριστια νοί. Καὶ τῶν μὲν ἔξωθεν αὐθέντων, ἤτοι περικύκλωθεν χριστιανῶν δῆλόν ἐστι τοῖς πᾶσιν οὐδέν, ἀλλὰ μᾶλλον καὶ πρὸς τὸν τῆς Σερβίας αὐθέντην Γεώργιον πρέσβυν ὁ ἀμηρᾶς ἀπέστειλεν, ἵνα μεσιτεύσῃ περὶ τῆς εἰρή νης τῆς ἀναμεταξὺ τῶν Οὐγκάρων καὶ τοῦ ἀμηρᾶ. Μετὰ δὲ τοῦ ἀπερχο μένου πρέσβυος χριστιανός τις γραμματικὸς ἦν, ἀνατεθειμένος παρά τινων Τουρκῶν τῶν τῆς βουλῆς εἰπεῖν τῷ δεσπότῃ, ἵνα ποιήσῃ ἀναβολὴν εἰς τὴν ἀγάπην, ὅτι, ἐὰν γένηται ἡ μετὰ τῶν Οὐγκρῶν συνθήκη τῆς ἀγάπης, ἤτοι εἰρήνης, εὐθὺς ὁ Τοῦρκος κατὰ τῆς Κωνσταντινουπόλεως καθορμή σεται. Κἀκεῖνος οὐκ ἐφρόντισε περὶ τούτου, οὔτε ἔμελεν αὐτῷ, οὐκ εἰδὼς ὁ ἄθλιος, ὅτι, εἰ ἀφαιρεθῇ ἡ κεφαλὴ τοῦ σώματος, τὰ μέλη εἰσὶ νεκρά. 2. Τότε οὖν καὶ ἐν τῇ Ἑνετίᾳ βουλῆς μεγάλης γενομένης περὶ τού του, ἀνέστη ὁ τῷ τότε καιρῷ δοὺξ τοὔνομα Φραγκίσκος Φούσκαρις λέ γων, οὐ κατ' ἄγνοιαν γάρ, ὁ βασιλεὺς Ἰωάννης ὥριζεν ἡμᾶς, ἀλλὰ καὶ ἄλλοι οἱ ἰδόντες καὶ ὁμιλήσαντες αὐτῷ φρονιμώτερον αὐτοῦ ἄνθρω πον ἐν τῇ Ἰταλίᾳ οὐκ εἶδον, εἰ μὴ διὰ κακίαν καὶ φθόνον· οὐκ οἶδε γὰρ ὁ φθόνος προτιμᾶν τὸ συμφέρον. Ἦν δὲ τὸ αἴτιον τούτου· τοῦ Ἀλωϋσίου ∆ιέδου ἐκείνου ποτὲ μεσιτεύσαντος, ἵνα ὁ μακαρίτης ὁ αὐθέν της μου ὁ κὺρ Κωνσταντῖνος, δεσπότης ὢν τῷ τότε καιρῷ ἐν τῇ Πελο ποννήσῳ, λάβῃ εἰς γυναῖκα αὑτοῦ τὴν τοῦδε τοῦ δουκὸς θυγατέρα μετὰ προικὸς πολλῆς, ὁ οὖν αὐθέντης μου οὐ δι' ἄλλο, εἰ μὴ ἵνα γένηται οἱονεὶ καὶ αὐτὸς καὶ ὁ τόπος αὑτοῦ μετὰ τῆς Ἑνετίας ἕν, συνεκατέβαινε τῇ τοιαύτῃ ἀγχιστείᾳ, ἐμοῦ τε καὶ ἄλλων πλειόνων συναινούντων τοῦτο καὶ ἀναγκαζόντων σχεδὸν ἤδη ἐγένετο. Ὡς δὲ ἐγένετο βασιλεὺς καὶ ἀπελ θὼν εἰς τὴν πόλιν, τοῦτο ἀνοίκειον γὰρ ἦν· πῶς ἐδύναντο οἱ τῆς πόλεως ἄρχοντες καὶ ἀρχόντισσαι κυρίαν καὶ δέσποιναν αὑτῶν καταδεχθῆναι Ἑνετοῦ θυγατέρα καὶ τοὺς γαμβροὺς αὐτοῦ τοὺς ἄλλους καὶ υἱοὺς συγ γάμβρους καὶ γυναικαδέλφους εἶναι τῷ βασιλεῖ, ἐνδόξου μὲν ἴσως καὶ δουκὸς ὄντος, ἀλλὰ πρόσκαιρος ἦν. Καὶ αὖθις μετὰ τὸ βασιλέα γενέ σθαι τὸν αὐθέντην μου ὁ δοὺξ ἐζήτει τὸ τοιοῦτο, ἀλλ' ἀπεπέμφθη· ἕνεκεν τούτου λοιπὸν ὁ ἄνθρωπος ἐγένετο ἐχθρός. Καὶ πολλὰ εἰπόντος τοῦ Ἀλωϋ σίου Λαουρεδάνου καὶ τοῦ Ἀντωνίου ∆ιέδου καὶ ἄλλων πολλῶν καὶ ἀπο δειξάντων, ὅτι, εἰ καὶ ἡ Πόλις ἁλωθῇ, πλείστη ζημία συμβαίνει καὶ τῇ αὐτῶν αὐθεντίᾳ, πλὴν οὐκ ἴσχυσαν παρωτρῦναι τὸν δοῦκα συνδραμεῖν τῷ βασιλεῖ. 3. Καὶ ἡ ἐκκλησία τῆς Ῥώμης, περὶ