ψυχὰς ἁγίων. Καὶ μετ' ὀλίγα. Αἰσχύνης γὰρ αξια λέγει ὁ μὴ προσλαμβάνων ῥῆμα εἰς τὸ εὐαγγελί σασθαι ἀπὸ Θεοῦ δυνάμει πολλῇ. Οὐκ αἰσ χύνης δὲ, ἀλλὰ δόξης αξια λέγει, ὁ τῇ δια θέσει τοῦ προφήτου λέγων τό· Καὶ ἐλάλουν κτλ. Μεγαλοπρεπῶς ἀπὸ γενεᾶς ζούσης ὑ παντᾷ μεταχειριζόμενος εξεως, ἐπειδὴ μεί ζων παντὸς βασιλέως, μᾶλλον δὲ βασιλεὺς βασιλέων ὁ λαλῶν ἐν ἡμῖν ἐστιν, οταν τὰ τοῦ Θεοῦ λαλῶμεν. 118.47,48 Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αις ἠγάπησα σφόδρα. Καὶ ηρα τὰς χεῖράς μου, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώ μασί σου. Τέλος τῆς τῶν ἐντολῶν Θεοῦ μελέτης ἐσ τὶν ἡ κατὰ τὰς ἐντολὰς ἐνέργεια καὶ πρᾶ ξις· διὸ καὶ καλῶς προστετάχθαι φαίνεται τό· ̓Εμελέτων ἐν ταῖς ἐντολαῖς σου, αις ἠ γάπησα, ἑξῆς δὲ τούτοις τό· Καὶ ηρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου. Μετὰ γὰρ τὴν μελέτην καὶ ἀνάληψιν τοῦ τῶν ἐντολῶν λόγου, καλὸν τὸ ἐπᾶραι τὰς χεῖρας ἐπὶ τὰς κατὰ τὰς ἐντολὰς πράξεις, μὴ ἐκ λύπης, η ἐξ ἀνάγκης, ἀλλὰ ἐξ ἀγάπης καὶ διαθέσεως, καὶ μετὰ ταῦτα συνεχῶς ἀποδιδόναι τὸ ερ γον τῶν ἐντολῶν. Καὶ ἐπειδὴ, μετὰ τὴν με λέτην καὶ τὴν ποίησιν τῶν ἐντολῶν, περὶ τούτων διαλέγεσθαι δεῖ, διὰ τοῦτο ἐπιφέρει τό· Ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου, ειπερ τοιοῦτόν ἐστιν ἀπὸ τῆς πρὸς τὰ δι καιώματά σου φιλίας μου, συνεχῶς αὐτοῖς ἐνδιατρίβων τῷ λόγῳ, οἱονεὶ ἠδολέσχουν, ἐ πίπλεον ὁμιλῶν τὰ περὶ τῶν δικαιωμάτων σου. -Τὰς χεῖρας ἐπαίρομεν τῆς ψυχῆς διὰ τῶν ἐντολῶν τοῦ Θεοῦ, κατεργαζόμε νοι τὴν πρακτικήν. Χεῖρας ἐνταῦθα τὰς πρακτικὰς ἐνεργείας ειναί φησι· ἡ γὰρ πρᾶ ξις τέλος μελέτης ἐστὶν ἐντολῶν. 118.49 Μνήσθητι τῶν λόγων σου τῷ δού λῳ σου, ων ἐπήλπισας με. Καὶ ποῖος ὁ λόγος ου μνησθῆναι αὐτὸν ἀξιοῖ, η τὸ ειναι αὐτὸν μετ' αὐτῶν, καθ' ην δέδωκεν αὐτοῖς ἐπαγγελίαν, ητις καὶ παρά κλησις αὐτοῖς ἐν τοῖς διωγμοῖς ἐγένετο; Λό γον χρηματίσας ἐπαγγελίας, ἀνεπτέρωσας ἡμᾶς ἐπὶ τῷ ἐλπίζειν ἐπὶ σοὶ, καὶ καταφρο νεῖν τῶν ἀνεστηκότων. ̓Επεὶ δὲ τῷ ποθεῖν τὰ ἐπουράνια, καὶ ζητεῖν τὰ αἰώνια, ἠγωνισά μην, ἀπαιτῶ τούτων τὸν λόγον, ἀπαιτῶ τούτων τὴν ἀνταπόδοσιν. Νομοθετῶν ὁ Θεὸς, καὶ τοῖς φυλάττουσι τὸν νόμον τὴν οἰκε ίαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς πα ραβάταις τιμωρίας. Μνησθῆναι τοίνυν τὸν Θεὸν τῶν οἰκείων ὑποσχέσεων ἱκετεύει. Εἰς ἐκείνας γὰρ, φησὶ, ἐλπίζειν ἐδίδαξάς με, καὶ δεικνὺς τῆς ἐλπίδος τὸ χρήσιμον, ἐπάγει· Αὐτή με παρεκάλεσε. Ταύτην γὰρ εσχον παραψυχὴν ἐν ταῖς συμφοραῖς, καὶ ὑπερέ πλευσα κυμάτων. 118.50 Αυτη με παρεκάλεσεν ἐν τῇ ταπει νώσει μου, οτι τὸ λόγιόν σου εζησέ με. Αυτη τίς; ἡ ἐλπίς, ἐγγινομένη μοι ἀπὸ τοῦ σοῦ λόγου παρεκάλεσέ με, καὶ παρεμυ θήσατό με, εἰς τό· ει ποτε περιστάσεις, η κίνδυνος, η θανάτου προσδοκία, η νόσος χα λεπὴ, η ἀπώλεια τῶν ὑπαρχόντων, η διωγ μὸς, η τι δήποτε τῶν νομιζομένων χαλεπῶν κατελάμβανέ με, ἡ ἐπὶ σὲ ἐλπὶς παράκλησίς μου ην. -Συντόμως δὲ εἰπεῖν, πάντα τὰ περιστατικὰ ταπείνωσις ἑαυτοῦ, ὡς ειναι τὸν καιρὸν τῶν περιστάσεων καὶ τῶν πειρασμῶν ταπείνωσιν τῆς ψυχῆς καταλειπομένης καὶ παραδιδομένης τῷ πειράζοντι, ινα ἀγωνίση ται πρὸς τὴν ἀντικειμένην δύναμιν. Καὶ διὰ τοῦτο τὸ λόγιόν σου εζησέ με, τουτέστιν ἐ ζωοποίησέ με. Οὐδὲν γὰρ αλλο ποιεῖ ζῆν λο γικὴν ψυχὴν τὴν ἑαυτῆς ζωὴν ὡς τὸ λόγιον τοῦ Θεοῦ. Καθ' ο γὰρ αυξει τὸ λόγιον τοῦ Θεοῦ, καὶ νοούμενον καὶ παραλαμβανόμενον εἰς τὴν τοῦ ἀνθρώπου ψυχὴν, κατὰ τοῦτο αυξεται καὶ τὸ τῆς ζωῆς. Ταῦτα δέ ἐστιν τὸ σὺν ἀρετῇ ζῆν ἐνταῦθα, μετὰ ταῦτα δὲ καὶ τὴν αἰώνιον δίδωσι ζωήν. 118.52 ̓Εμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Ετι τὴν διάθεσιν κατανοήσωμεν τοῦ δι καίου. Μιμνησκόμενος, φησὶ, τῶν περὶ ἡ μᾶς ἀπὸ τοῦ Θεοῦ, τῶν ἀπ' αἰῶνος καὶ εως αἰῶνος ἀποδοθησομένων ἑκάστῳ παρακα λεῖται, καὶ αλυπος μένει καὶ ἀτάραχος, καὶ λέγει· Οὐκ αξια τὰ παθήματα τοῦ νῦν και ροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφ θῆναι ἐφ' ἡμᾶς. 118.53 ̓Αθυμία κατέσχε με ἀπὸ ἁμαρτω λῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Τῷ μὲν ἁμαρτωλῷ γελοῖον ηθος ἡ θεοσέ βεια·