Ἔδειξας τῷ λαῷ σου σκληρὰ, κ. τ. ἑ. ∆είκνυ ταί τινι σκληρὰ, ὅταν ἐπιπόνοις περιπέσῃ· ἅπερ ἄν τις δέξηται ἐπὶ μετάγνωσιν προτέρων ἁμαρτη μάτων, οἶνον κατανύξεως πίνει, αἰτίαν τοῦ κατανύτ τεσθαι ἐπὶ μετανοίᾳ λαμβάνων. Πολλαχοῦ δὲ τῆς Γραφῆς ἀκράτῳ ὁμωνυμεῖ τὰ σκληρὰ τὰ περιστα τικά· ὡς ἐν τῷ, «Ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου.» Ὁμωνυμεῖ δὲ τὰ σκληρὰ ταῖς εἰρημέναις σκληραῖς ὁδοῖς ἐν ἑκκαιδεκάτῳ ψαλμῷ, οὕτως· «∆ιὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.» Ἐκεῖ μὲν γὰρ ὁδοὶ σκληραὶ εἴρηνται αἱ ἀρεταὶ διὰ τὸ σὺν ἱδρῶτι πολλῷ καὶ πόνῳ κατορθοῦ σθαι αὐτάς· ἐνταῦθα δὲ εἶδεν ὁ λαὸς σκληρὰ, πειρα σθεὶς κακωτικῶν. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, κ. τ. ἑ. Ἡμεῖς μὲν, φησὶ, δι' ἣν ἐπράξαμεν δυσσέβειαν, τετιμωρήμεθα· οἱ δὲ φοβούμενοί σε ση μεῖον ἐδέξαντο, (δῆλον δὲ ὅτι ἐν ᾧ ἐσφραγίσθημεν·) ὅπως πάσης κολαστικῆς τιμωρίας ἔξω γένοιντο. Τού του δὲ τοῦ σημείου τύπος ἦν τὸ ἐν ταῖς φλιαῖς τῶν προβάτων ἐν Αἰγύπτῳ χριόμενον αἷμα. ΨΑΛΜΟΣ Ξʹ. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, κ. τ. ἑ. Ὁ αἰσθανόμενος ἑαυτοῦ ἐν ὅσοις λείπεται τῆς τελειότητος, ἐν τῷ νοεῖν τίς ὁ τέλειος, καὶ ἀνα φέρων ἐν ταῖς εὐχαῖς, περὶ τούτου λέγει τὸ, «Εἰσ άκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου,» εἰσακουσθήσεται. Ὅταν δὲ ὁ ἀτελὴς ἀναισθητεῖ ὧν ἐστιν ἐνδεὴς, σιω πᾷ αὐτοῦ ἡ δέησις, τοῦ αἰσθανομένου, καὶ ἐμπαρέ χοντος ἑαυτὸν τῷ Θεῷ εἰς τὸ τελειωθῆναι, βοήσαντος. Ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου, κ. τ. ἑ. Ἀκηδιᾷ γὰρ ὡς ἀληθῶς καὶ ἀδημονεῖ πᾶσα θεοφιλὴς ψυχὴ, τῷ θνητῷ ἐνδιατρίβουσα βίῳ· ἀκη διᾷ δὲ καὶ ἀδημονεῖ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆ θος τῶν ἀπολλυμένων θεωρῶν. Πενθεῖ δὲ καὶ πολ λοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ ἀνομίᾳ, καὶ ἀσεβείᾳ, ᾗ ἔπρα ξαν, ὥσπερ οὖν καὶ ὁ ∆αυΐδ· διὸ αὐτὸς μὲν ἔφυγε 12.1481 τὰ μέσα τῆς γῆς, καὶ ἐν ἄκροις αὐτῶν γενόμενος ἐβόα πρὸς τὸν Θεόν· ἐπὶ δὲ τῇ τῶν πολλῶν καὶ αὐ τοῦ τοῦ Σαοὺλ ἀπωλείᾳ, τὴν ψυχὴν ἀλγῶν, ἀπ εκλαίετο. Ἐν πέτρᾳ ὕψωσάς με, κ. τ. ἑ. Πέτραν σημαί νεσθαι ἐκδεξόμεθα ῥέουσαν πνευματικὸν πόμα, τὸν Χριστόν φημι. Ὁ ἐν ταύτῃ τῇ πέτρᾳ γενόμενος, τῷ μετέχειν αὐτῆς (ὑπάρχει γὰρ «σοφία, καὶ δικαιο σύνη, καὶ ἁγιασμὸς») μετεωρίζεται κατὰ τὸν νοῦν, ὑψούμενος ὑπὸ τοῦ Θεοῦ. Καὶ οἱ ἕπεσθαι δὲ τῷ Σω τῆρι προθέμενοι, κατὰ τὰς αὐτοῦ προτροπὰς λέγοντος, «∆εῦτε ὀπίσω μου,» ὁδηγῷ αὐτῷ χρώμενοι, τῆς αὐ τῆς ἐπάρσεως κοινωνοῦσι, οὐκ ἄλλον ἐλπίσαντες ἡγε μόνα εὑρήσειν τῆς ἀγούσης πρὸς τὸν πάντων αἴτιον ὁδοῦ. Ταύτης τῆς δωρεᾶς τυχὼν καὶ ∆αυῒδ, μεθ' ὕμ νου λέγει τῷ Κυρίῳ· «Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου·» οὐ μόνον δὲ ὁδηγὸς, ἀλλὰ καὶ πύργος γέγονάς μοι ἀπὸ προσώπου ἐχθροῦ· σὲ γὰρ ἰσχὺν ἔχων, καὶ ἰσχύος πύργον, ἀβλαβὴς διέμεινα· καίτοι τοῦ ἐχθροῦ τυγχάνοντος ἀντιπροσώπου, καὶ πολεμεῖν θέλοντος. ∆ύναται ἀναφορὰν ἔχειν εἰς τὸ, «ἀπὸ προσ ώπου ἐχθροῦ,» καὶ τὸ, «ὡδήγησάς με,» εἱρμῷ τοιούτῳ· Ὡδήγησάς με ἀπὸ προσώπου ἐχθροῦ, ἐλπίς μου γεγενημένος· ἀλλὰ καὶ πύργος ἰσχύος πρὸς τὸ ὡδηγηκέναι με, ἀπὸ προσώπου ἐχθροῦ γέγονάς μοι. Ἐλπὶς τῶν ἁγίων ἀληθινὴ καὶ ἀδιάπτωτος ὁ Σωτήρ· περὶ οὗ φησι Παῦλος· «Καὶ Ἰησοῦ Χριστοῦ τῆς ἐλπί δος ἡμῶν·» καὶ ἡ προφητεία· «Ἐπ' αὐτῷ ἔθνη ἐλ πιοῦσιν.» Αὐτὸς γὰρ ὁ προαναφωνηθεὶς ἔσεσθαι ἐθνῶν προσδοκία. Παροικεῖ δέ τις τελειωθεὶς ἐν ἁγιό τητι εἰς τοὺς αἰῶνας ἐν ἐκείνῳ τῷ σκηνώματι· ὃ δη λοῖ τὸ, «Τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;» Αἰώ νιον γὰρ τοῦτο ταυτὸν ὂν τῇ σκηνῇ, ἣν ἔπηξεν ὁ Κύ ριος, καὶ οὐκ ἄνθρωπος. Πλὴν εἰ καὶ οὕτω τελειότητος ἔχει ἡ τοιαύτη σκηνὴ, ὡς καὶ Ἅγια ἁγίων εἶναι, ἀλλ' οὖν ἐστι μετ' αὐτὴν κατάστασις ὑπερέχουσα τῶν λο γικῶν, καθ' ἣν ἔσονται ἐν Πατρὶ καὶ Υἱῷ, μᾶλλον δὲ τῇ Τριάδι· διὸ παροικεῖν εἰς τοὺς αἰῶνας, ἀλλ' οὐ κατοικεῖν ἐν τῷ σκηνώματι εἴρηται. Ὁ ἐν τούτῳ τῷ οἴκῳ γεγονὼς σκεπασθήσεται ἐν τῇ τῶν πτερύγων τοῦ Θεοῦ σκέπῃ. Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις, κ. τ. ἑ. Πλούσιος γὰρ ὢν, φησὶ, καὶ μεγάλας δωρεὰς παρέχεις· μᾶλλον δὲ χαριζόμενος τοῖς τελείοις ἀνθρώ ποις τὸ γενέσθαι σου υἱοὺς, κληρονομίαν αὐτοῖς δέ δωκας· εἰ γὰρ καὶ