1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

107

αὐτοὺς ἀπὸ τῶν πραγμάτων, 81.1148 ὅτι τὰ μὲν ἐμὰ ἅπαντα καὶ ὀρθὰ καὶ δίκαια, τὰ δὲ σφῶν αὐτῶν διεστραμμένα. Εἶτα τὸ αὐτὸ σαφέστερον κατ' ἐρώτησιν λέγει· ιηʹ. Ἀκούσατε δὲ, οἶκος Ἰσραήλ· μὴ ἡ ὁδός μου οὐκ εὐθεῖα; οὐχὶ αἱ ὁδοὶ ὑμῶν οὐκ εὐθεῖαι; Εἶτα ἐπαναλαμβάνει τὰ εἰρημένα, καί φη σιν, ὅτι ὁ δίκαιος τὴν κακίαν προαιρούμενος κολα σθήσεται, καὶ ὁ ἁμαρτωλὸς εἰς τὴν δικαιοσύνην ἐπανιὼν σωτηρίας τεύξεται· ὑμῖν δὲ, φησὶ, τοῦτο οὐ κατεφάνη δίκαιον. ∆ιὸ ἐπήγαγεν· κʹ. Καὶ τοῦτό ἐστιν ὃ εἴπατε· Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου. Ἔπειτα ἀποφαντικῶς· "Ἕκαστον κατὰ τὰς ὁδοὺς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ." Ἱκανὸν δὲ τοῦτο πεῖσαι καὶ τοὺς λίαν ἀδαμαντίνους τὴν τῆς κακίας ἀγαπῆσαι μεταβολήν. καʹ, κβʹ. Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δεκάτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ἱερουσαλὴμ λέγων· Ἑάλω ἡ πόλις. Καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ' ἐμὲ ἑσπέρας πρὶν ἢ ἐλθεῖν τὸν ἀνασωθέντα, καὶ ἤνοιξέ μου τὸ στόμα, ἕως ἦλθε πρός με τοπρωῒ, καὶ ἀνοιχθὲν τὸ στόμα μου οὐ συνεσχέθη ἔτι. Ὁ Σύρος, "Τῷ ἑνδεκάτῳ ἔτει καὶ τῷ δωδεκάτῳ μηνὶ," καὶ μᾶλλον ἀκολούθως· τῷ γὰρ ἑνδεκάτῳ ἔτει ἥλω ἡ πόλις. Λέγει δὲ, ὅτι κατὰ τὸν εἰρημένον χρόνον ἧκέ τις ἀπαγγέλλων τῆς Ἱερουσαλὴμ τὴν ἅλωσιν, προλαβὼν δὲ ὁ ∆εσπότης ἀφ' ἑσπέρας τὸν τῆς προφητείας ἐνέθηκε λόγον· ἕωθεν δὲ ἐκείνου φανέντος, καὶ τὴν ἀγγελίαν κομί σαντος, οὐκέτι με σιγῇ κατέχειν τοὺς προφητικοὺς εἴασε λόγους, ἀλλ' ἀπαύστως τούτους προσφέρειν ἐκέλευσέ τε καὶ παρεσκεύασε· πάντων γὰρ μάλιστα τῆς σιγῆς καὶ τῆς λαλιᾶς καιρὸν ὁ ∆εσπότης ἐπί σταται. κγʹ, κδʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρη μωμένας ταύτας ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ, λέ γοντες λέγουσιν· Εἷς ἦν Ἀβραὰμ, καὶ κατέσχε τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμὲν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν. Ἀναλγησίας νοσοῦσιν ὑπερ βολήν· μετὰ γὰρ τὰς τοσαύτας καὶ τηλικαύτας τιμω ρίας, ἔτι θρασύνονται, καὶ τὴν ἐρημίαν τῆς Ἰουδαίας ὁρῶντες τολμῶσι λέγειν· Εἰ μόνος ὢν Ἀβραὰμ τήνδε κατέσχε τὴν γῆν, πολλῷ μᾶλλον ἡμεῖς πλείους ὄντες ταύτης ἐσόμεθα κύριοι. Ἔδει δὲ συνιδεῖν καὶ τοῦ Ἀβραὰμ τὴν ἀρετὴν καὶ τὴν οἰκείαν κακίαν, καὶ μὴ πλήθει θαῤῥεῖν, ἀλλὰ δικαιοσύνην ἐπιζητεῖν. Ὅθεν καὶ ὁ ∆εσπότης τοῦτον αὐτοῖς προσφέρει τὸν ἔλεγχον· κεʹ, κʹ. ∆ιὰ τοῦτο εἰπὲ αὐτοῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐπειδὴ τοῦ αἵματος ἐσθίετε, 81.1149 καὶ τοὺς ὀφθαλμοὺς ὑμῶν αἴρετε εἰς τὰ εἴδωλα ὑμῶν, καὶ αἷμα ἐκχέετε, καὶ τὴν γῆν κληρονο μήσετε; Ἔστητε ἐπὶ τῆς ῥομφαίας ὑμῶν, ἐποιή σατε βδελύγματα, καὶ ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ ἐμιάνατε, καὶ τὴν γῆν κατα κληρονομήσετε; Τοῖς οἰκείοις, φησὶ, θαῤῥοῦντες ἔργοις ἐλπίζετε τῆς πατρῴας κρατήσειν γῆς· καὶ μὴν παράνομος ὑμῶν ὁ βίος, τὰ γὰρ ἀπηγορευμένα τῷ νόμῳ δρᾶτε· αἷμα μὲν γὰρ ἐσθίετε, ὃ καὶ τῷ Νῶε νομοθετῶν ἀπηγόρευσα, καὶ διὰ Μωσέως ἐκ χεῖσθαι ἐπὶ τὴν γῆν προσέταξα· τὴν δὲ τῶν εἰδώλων θεραπείαν περὶ πολλοῦ ποιεῖσθε, μιαιφονίαις τε καὶ μοιχείαις κεχρημένοι διατελεῖτε. Τοιαῦτα τοίνυν τολ μῶντες μὴ ἐλπίζετε κληρονομῆσαι τὴν γῆν. κζʹ, κηʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ζῶ ἐγὼ, εἰ μὴ οἱ ἐν ταῖς ἠρημωμέναις πεσοῦνται μα χαίρᾳ, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις, καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ. Καὶ δώσω τὴν γῆν εἰς ἔρημον. Τῶν εἰρημένων ἡ σφαγὶς τὸ, Ζῶ ἐγώ· λέγει ὅτι καὶ οἱ τὰς τετειχισμένας πόλεις οἰκοῦντες, καὶ οἱ τὰ σπήλαια, καὶ οἱ τοὺς ἐρήμους τόπους, τὰς προειρημένας τίσουσι τιμωρίας. Καὶ τὴν αἰτίαν δει κνὺς ἐπάγει· Καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ἰσραὴλ παρὰ τὸ μὴ εἶναι διαπορευόμενον. (κθʹ) Καὶ γνώσονται ὅτι ἐγὼ Κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρη μον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν ἃ ἐποίησαν. ∆ιὰ πάντων κἀκεῖνοι καὶ ἡμεῖς ἐδιδάχθημεν, παρανομίᾳ συζῶντες, μηδὲ πολλαῖς καὶ ἀριθμοῦ κρείττοσι μυριάσι θαῤῥεῖν· μόνοις δὲ τοῖς τῆς μετανοίας φαρμάκοις, ἃ προλαβὼν ἔδειξεν ὁ