πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. καὶ πάλιν, Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. καὶ πάλιν, Ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. καὶ πάλιν, Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι, ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν. καὶ πάλιν, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. καὶ πάλιν, Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ πάλιν, Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. καὶ πάλιν, Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσον442 ται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα· ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. καὶ πάλιν, οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευσαν, ἀφ' ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι, νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν. καὶ πάλιν, Ἐξεδέχοντο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. καὶ πάλιν, Τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθείας ἣν ἔπηξεν ὁ κύριος καὶ οὐκ ἄνθρωπος. ἀλλὰ καὶ ἐν ταῖς Πράξεσιν, ὅταν τῷ Φήστῳ καὶ τῷ Ἀγρίππᾳ ἐπὶ βήματος διελέγετο, ταῦτά φησι· Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ· τί; ἄπιστον κρίνεται παρ' ὑμῖν, εἰ ὁ θεὸς νεκροὺς ἐγείρει; καὶ πάλιν, Ἕνεκα τούτου Ἰουδαῖοι συλλαβόμενοι ὄντα ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ὥρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσιν. 443 Καὶ εἰ θελήσομεν πάσας τὰς τοῦ ἀποστόλου χρήσεις ἀναλέξασθαι περὶ τούτου, σχεδὸν τὰς ιʹ καὶ δʹ αὐτοῦ ἐπιστολὰς ὅλας δι' ὅλου εὑρήσομεν περὶ τούτου λεγούσας ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν ἐπειγόμεθα δραμεῖν. ὅθεν καὶ παραγγέλλει λέγων, Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, Κατάπαυσιν αὐτὴν εἰρηκώς, ὡς ἑτέρας μὴ οὔσης μετ' αὐτήν, ἀλλὰ καὶ βασιλείαν ἀσάλευτον. ἰδοὺ δέδεικται διὰ τῶν ἀρχαίων ἀνθρώπων καὶ τῶν προφητῶν πάντων, εὐαγγελιστῶν τε καὶ ἀποστόλων, ὡς προειρήκασιν ἅπαντες ὡς ἀπὸ τοῦ πρωτοπλάστου Ἀδὰμ μέχρις Ἰωάννου τοῦ βαπτιστοῦ εἰς τὴν μέλλουσαν κατάστασιν ἀφορῶσιν. τοῦτο πεποιήκαμεν ὅπερ καὶ ὁ δεσπότης Χριστὸς καὶ οἱ τούτου μαθηταὶ καὶ ἀπόστολοι διαῤῥήδην λοιπὸν ἐκήρυξαν ὡς ἔστιν τις μέλλουσα κατάστασις κρείττων τῆς ἐνταῦθα πολύ, ἣν ἐν ἑαυτῷ πρῶτος ἡμῖν ἔδειξεν ὁ δεσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν καὶ εἰς οὐρανὸν ἀνεληλυθώς, ἣν καὶ οἱ πρῶτοι σκοπῷ τινι ἐμήνυσαν καὶ οἱ μετὰ ταῦτα σαφῶς διαγγέλλουσιν, καὶ ὅτι οὐδεὶς αὐτῶν ποτε οὔτε τῶν νεωτέρων οὔτε τῶν