τῷ δὲ θεοσεβεῖ φρικτὸν ἡ παρανομία, διότι προορᾷ τὸ φοβερὸν τῆς τιμωρίας. 118.54 Ψαλτὰ ησάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου. Τὸ περίγειον χωρίον τόπος ἐστὶ παροι κίας τοῦ δικαίου· διό φησι· Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ. Τῷ γὰρ ξένῳ τὰ οικοι ποθεινὰ, καὶ πρὸ τῆς εἰς αὐτὰ ἐπανόδου, πάντα λυ πηρὰ, καὶ ταύτην εὑρὼν παραμυθίαν, τὸ πε ρὶ τῆς παροικίας παρατάχιον [ἀπομανθάνει]. Παρῴκησεν ὁ ∆αυὶδ, ὑπὸ τοῦ Σαοὺλ διωκό μενος, ἀλλ' οὐ τοῦτό φησιν, ἀλλὰ πάντα τὸν βίον, ὡς γὰρ παροικῶν, διατελεῖ, καὶ ᾳδων τὰ τοῦ Θεοῦ δικαιώματα, τὸν βίον διοδεύει. Ψάλλων ουν, φησὶ, τὰ δικαιώματά σου καὶ εὐρύθμως, τοῦτο μὲν λέγων, τοῦτο δὲ πράτ των, καὶ ἐν τῇ ἐπιθυμίᾳ τῆς ἐντολῆς, οὐδὲ τῷ υπνῳ χώραν ἐδίδουν. 118.55 ̓Εμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. Χαλεπὸν ἐν καιρῷ πειρασμοῦ μνησθῆναι τῆς γνώσεως τοῦ Θεοῦ· ὁ γὰρ φαῦλος λο γισμὸς χρονίζων ἐν τῇ διανοίᾳ περισπᾷ τὸν νοῦν, καὶ χωρίζει αὐτὸν τῆς γνώσεως τοῦ Θεοῦ, ἀφ' ου συμβαίνει καὶ τὸ παραβαίνειν τὸν νόμον αὐτοῦ. 118.57 Μερίς μου ει, Κύριε, ειπα τοῦ φυ λάξασθαι τὸν νόμον σου. ̔Ο ἀποταξάμενος τοῖς βιωτικοῖς πράγμα σιν, καὶ μηδεμίαν εχων μερίδα ἐπὶ γῆς, μη δὲν τὸ θέλειν τὰ τοσαῦτα, ἀλλ' ἀρκούμενος ἀντὶ πάντων τῷ Κυρίῳ, ἐρεῖ· Μερίς μου Κύ ριος. Τούτῳ δὲ ἀκολουθεῖ λέγειν· Ειπα τοῦ φυλάξασθαι τὸν νόμον σου, τουτέστι τὸν πνευματικόν ... - Παρασκευῆς γὰρ χρεία πρὸς τὰς ἀντικειμένας δυνάμεις, κωλυούσας τοῦ Θεοῦ φυλάξαι τὰς ἐντολὰς, κατὰ τὸν ̓Απόστολον λέγοντα· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ κτλ. 118.58 ̓Εδεήθην τοῦ προσώπου σου ἐν ολῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ λόγιόν σου. Ορα δὲ πηλικός ἐστιν ὁ ὀψόμενος τὸ πρόσωπον τοῦ Θεοῦ· ̓Ιησοῦς δὲ ἐδιδάξατο λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, οτι αὐτοὶ τὸν Θεὸν οψονται ... -Μήποτε δὲ πλέον τι ἐμφαίνεται τοῦ ἁπλῶς ἐλέησόν με, οτε πρόσκειται αὐτῷ κατὰ τὸ λόγιόν σου; ὁ φαῦλος δὲ λεγόμενος παρά τισιν ελεος ειναι, ἐστὶν, οτε οὐ κατὰ τὸ λόγιον τοῦ Θεοῦ ἐλεού μενος, ὡς οτε ἐλεεῖ Σαοὺλ τὸν ̓Αγάγ. [Κα τὰ] κρίσιν δὲ τὸν ελεον δεῖ γίνεσθαι, καὶ μὴ παρανόμως τῷ λογίῳ σού φησιν· ἐλέησόν με κατὰ λόγιόν σου. Πλὴν νῦν μὲν ευχεται, ἑξῆς δὲ ἐπακουσθείς φησιν· 118.59 ∆ιελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. ̔Ο ̔Εβραῖος· Τὰς ὁδούς μου εχει, ὡσαύτως δὲ καὶ οἱ αλλοι ἡρμήνευσαν. Λέγει δέ· Λο γιστεύων μου τὰς ὁδοὺς, πρὸς τὰ μαρτύριά σου τοὺς ἐμοὺς πόδας κατηύθυνον, καὶ οὐκ ειων ἐκτρέπεσθαι τῆς πρὸς σὲ φερούσης ὁ δοῦ, η οὐδέποτέ τι επραξα, μὴ λογισάμενος εἰ καθῆκόν ἐστιν ἡ πρᾶξις. 118.60 ̔Ητοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. Εἰ ἠσκήσαμεν, εἰ ἡτοιμάσμεθα, εἰ οιον δὴ τρόπον παρεσκευάσμεθα, οὐ ταραχθη σόμεθα ἀπὸ τῶν ἀντικειμένων δυνάμεων, τῶν ἀντιστρατευομένων ἡμῖν, ινα μὴ φυλά ξωμεν τὰς τοῦ Θεοῦ ἐντολάς. -Εἰδὼς τὸ εἰρημένον· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, καὶ τοῦτο μελετῶν διαπαντὸς, ἐν ταῖς ἐφόδοις οὐκ ἐταραττόμην, ατε μεμε λετηκὼς αὐτὰς φέρειν γενναίως. 118.61 Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Τούτοις δὲ τοῖς σχοινίοις καὶ ὁ Σατανᾶς δέδηκε τὴν θυγατέρα τοῦ ̔Αβραὰμ, ην ελυ σεν ὁ Χριστὸς, ειπερ σειραῖς τῶν ἑαυτοῦ ἁ μαρτιῶν εκαστος σφίγγεται. Εἰ δὲ διττή ἐσ τιν ἡ ἁμαρτία, ἡ μὲν κατὰ διάνοιαν, ἡ δὲ κατ' ἐνέργειαν, διττὰ αρα νοητέον καὶ τὰ σχοινία· ὁ δὲ τὰ κατ' ἐνέργειαν λύσας, πάν τως καὶ κατὰ διάνοιαν λέλυκε. Καὶ ἡ μὲν παλαιὰ διαθήκη τὰ κατ' ἐνέργειαν λύει σχοινία· ἡ δὲ καινὴ τὰ κατὰ διάνοιαν. ̓Εῤ ῥήθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις· Οὐ φονεύ σεις. ̓Εγὼ δὲ λέγω· Οὐκ ὀργισθήσῃ κτλ. - Οἱ κακοὶ λογισμοὶ σχοινία τῶν δαιμόνων ἐσ τὶ, περιπλεκόμενα τῇ ψυχῇ, καὶ οὐκ ἐῶντα ἀπιέναι ἐλευθερίως πρὸς τὸν εἰπόντα· ̓Εγώ εἰμι ὁδός. -Εἰ ουτος ἐπιλανθάνεται τοῦ νόμου ὁ μὴ ζῶν κατ' αὐτὸν, ουτος μνημο νεύει τοῦ νόμου ὁ κατὰ τὸν νόμον πολιτευό μενος. 118.63 Μέτοχος ἐγώ εἰμι πάντων τῶν φο