προσδοκᾶται δοθησομένη μετὰ τὴν ἀνάστασιν ἐν τῷ μέλλοντι αἰῶνι· ἀλλά γε τῷ ἤδη ηὐ τρεπίσθαι δέδοται τοῖς εἰς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ἀχθησομένοις. Καὶ ἔτι τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ὁ Θεὸς κληρονομίαν ἔδωκεν. Ἐάν τις ᾖ διαφορὰ φοβουμένων τὸν Θεὸν καὶ τὸ ὄνομα αὐτοῦ, πιστευόντων αὐτῷ καὶ τῷ ὀνόματι αὐτοῦ, ἐπεὶ πολλά κις εἴρηται, ὑποδεεστέρους εἶναι τοὺς οἰκειωθέντας τῇ τοῦ Θεοῦ προσηγορίᾳ, τῶν ἑνωθέντων αὐτῷ τῷ Θεῷ· ὅρα ὡς καὶ τοῖς φοβουμένοις τὸν Θεὸν δέδοται ἡ κληρονομία· εἰ γὰρ τοῖς ὑποδεεστέροις ὑπῆρκται ἡ χάρις αὕτη, πολλῷ πλέον τοῖς ὑπεραναβεβηκόσιν. 12.1484 Τοῦ αὐτοῦ. Τάχα κληρονομίαν τὴν ἀνάλογον τῷ Ἰσραὴλ ἔδωκε τοῖς φοβουμένοις αὐτὸν ὁ Κύριος, τὴν δὲ ἀνάλογον τοῖς Λευΐταις ἔδωκε τοῖς ἀγαπῶσιν αὐτόν. Οὕτως ψαλῶ τῷ ὀνόματί σου, κ. τ. ἑ. Ἐπεὶ ὧν ἠξίωσα παρὰ σοῦ τέτυχα, εὐχάριστος οὕτω γεγονὼς «ψαλῶ τῷ ὀνόματί σου,» ὑμνῶν δι' ἔργων, νοημάτων τε καὶ λόγων ἀγαθῶν τὴν ἐπ' ἐμοὶ κληρω θεῖσαν προσηγορίαν σου. Καὶ πρὸς τούτῳ ἡμέραν ἐξ ἡμέρας ἃ ηὐξάμην ἀποδώσω· ὥσπερ ὁ Ἰακώβ φησιν· «Ἐὰν δῷ μοι ὁ Θεὸς ἄρτον φαγεῖν,» καὶ τὰ ἑξῆς, «πάντων ὧν ἐάν μοι δῷς δεκάτην ἀποδεκατώσω σοι αὐτά·» πρὸ γὰρ τούτων τῶν λόγων φέρεται τὸ, «Ηὔ ξατο ὁ Ἰακὼβ λέγων τὸ, Ἐὰν ᾖ Κύριος μετ' ἐμοῦ,» ἕως τοῦ, «∆εκάτην ἀποδεκατώσω σοι αὐτά.» Εὖ δὲ καὶ τὸ εἰπεῖν, ἡμέραν ἐξ ἡμέρας τὰς εὐχὰς ἀποδοῦ ναι, ψάλλειν τε τῷ ὀνόματι τοῦ Θεοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τῷ τὸ μὲν ψάλλειν τῷ ὀνόματι τοῦ ὑμνου μένου παρεκτείνειν ἕως τοῦ μέλλοντος αἰῶνος· τὸ δὲ τὰς εὐχὰς ἀποδοῦναι πληροῦσθαι, ἕως ἔτι ὁ ἐξ ἡμερῶν συμπληρούμενος χρόνος ἐστίν· οὗτος δέ ἐστιν ὁ παρα μετρούμενος τῇ ἑκάστου ζωῇ. Ἕως οὖν ἐν βίῳ ἐσμὲν τὰς εὐχὰς ἀποδώσωμεν, ἵνα καὶ ψάλλειν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τῷ ὀνόματι τοῦ Θεοῦ δυνηθῶμεν. ΨΑΛΜΟΣ ΞΑʹ. Εἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ ψαλμὸς τῷ ∆αυῒδ, κ. τ. ἑ. Ἰδιθοὺμ κριτοῦ ἐρχομένου ∆αυῒδ ἱκανοῦ χειρί. Ἔστι δὲ ὁ ψαλμὸς περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ αἰωνίου κριτοῦ ἐρχομένου, τοῦ ὄντος ἱκανοῦ χειρί. Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; κ. τ. ἑ. Πᾶς ὁ ὑποτασσόμενός τινι τὰ αὐτὰ ἐκείνῳ φρο νεῖ. Καὶ εἰ κατὰ τὸν Παῦλον πάντες ὑποταγησόμεθα τῷ Χριστῷ, πάντες τὰ αὐτὰ Χριστῷ φρονήσωμεν. Τοῦ αὐτοῦ. Τὸ, «ὑποταγήσεται,» ἐπεὶ ὁ Σω τὴρ λέγει, ἀναφέρεται εἰς τὸ, «τότε Υἱὸς ὑποταγή σεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Ὅτι δὲ τὸν Πατέρα λέγει, δῆλον ἐκ τοῦ, «Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει.» Ἅμα δὲ μανθάνομεν, ὅτι τὸ ὑποταγησόμενον ψυχή ἐστιν· ὅτι τὸ σωτήριον τῆς ψυχῆς ἡ αὐτοσωτηρία παρὰ Θεοῦ ἐστι, διὸ αὐτὸς ὁ Σωτήρ ἐστι τοῦ ταῦτα λέγοντος· καὶ οὐκ ἔστι σωτήριον ἀπό τινος λαβεῖν ὑποταγέντα ἢ ἀπὸ Θεοῦ. ∆ιὸ Θεῷ ὑποτασσώμεθα, τῷ ἀντιλαμβανο μένῳ τῶν αὐτῷ μόνῳ ὑποτασσομένων, καὶ σώζοντι αὐτοὺς, ὥστε διὰ τὴν πρὸς τὸν Θεὸν αὐτῶν ὑποταγὴν ἐπὶ πλεῖον ἑστηκέναι αὐτοὺς ὑπὸ μηδενὸς σαλευομέ νους. «Ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Ἤτοι ὅτι ἐσαλεύθη, ἐξ οὗ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ταῦτά φησιν, ὡς ὀλίγον σαλευθεὶς διὰ τὸν ὀλίγον ἐν σώματι χρόνον· εἴτουν περίλυπος γενό μενος τὴν ψυχὴν, ἤρξατο μόνον λυπεῖσθαι, καὶ τετα ράχθαι ὀλίγον, λέγει τὸ, «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» 12.1485 Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, ὡς οἱ ἐπὶ πλεῖον σα λευόμενοι. Ἕως πότε ἐπιτίθεσθε εἰς ἄνθρωπον; κ. τ. ἑ. Τοῦτο ὅμοιόν ἐστι τῷ, «Νῦν ζητεῖτέ με ἀποκτεῖ ναι.» Ἄνθρωπον ζητοῦσιν ἀποκτεῖναι· καὶ οἱ ἐπιτι θέμενοι ἀνθρώπῳ ἐπιτίθενται. Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, κ. τ. ἑ. Τιμὴ τῆς λογικῆς ψυχῆς ἀρετὴ καὶ γνῶ σις. Πλὴν τῷ Θεῷ ὑποτάγηθι ἡ ψυχή μου, κ. τ. ἑ. Ἐπὶ μὲν τῇ προτέρᾳ ὑποταγῇ σωτήριον, ἐπὶ δὲ τῇ δευτέρᾳ ὑπομονὴ παρὰ Θεοῦ. Καὶ γὰρ, φησὶ, πολ λὰ τὰ παρὰ τούτων ἐπαγόμενα κακά· ἀλλὰ πρὸς αὐ τὸν βλέπω τὸν Θεὸν, αὐτὸν ἔχων προσδοκίαν καὶ ἐλπί δα· διὸ καὶ ὑπομένω τὰ γενόμενα· εἰωθὼς γάρ μοι βοηθεῖν, βοηθήσει καὶ νῦν, καὶ οὐ συγχωρήσει τούτοις τὸν οἰκεῖον ἐξανύσαι σκοπὸν, ὥστε περιγενέσθαι μὲν ἡμῶν, ἀναστῆσαι δὲ καὶ ἀποδιῶξαι τῶν ἡμετέρων, καὶ ἐν φυγῇ καταστῆσαι. Ἐλπίσατε ἐπ'