108
∆εσπότης. λʹ, λαʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου λαλήσουσι περὶ σοῦ παρὰ τοὺς τοίχους, καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν, καὶ λαλήσουσιν ἕκαστος τῷ πλησίον αὑτοῦ, καὶ ἕκαστος τῷ ἀδελφῷ αὑτοῦ, λέγοντες· Συνέλθωμεν, καὶ ἀκού σωμεν τί τὸ ῥῆμα τὸ ἐκπορευόμενον παρὰ Κυ ρίου. Καὶ ἔρχονται πρὸς σὲ, ὡς ἐκπορεύεται λαὸς, καὶ κάθηται ἐνώπιόν σου ὁ λαός μου, καὶ ἀκούουσι τὰ ῥήματά σου, καὶ οὐ μὴ ποιήσουσιν αὐτά. Τὰ μὲν οὖν προειρημένα πάντα περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ ἐῤῥέθη· ταῦτα δὲ περὶ τῶν αἰχμα λώτων ἤδη γεγενημένων, καὶ τὴν Βαβυλῶνα οἰκούν των, οἳ ἀκούειν μὲν ἐβούλοντο τῶν προφητικῶν λο γίων, πείθεσθαι δὲ τοῖς λεγομένοις οὐκ ἔτι, ἀλλ' ἐν τοῖς ἑαυτῶν συλλόγοις ἀλλήλοις παρακελευόμενοι πρὸς τὸν προφήτην δραμεῖν, καὶ μαθεῖν τὰ ὑπὸ τοῦ Θεοῦ διηγορευμένα, ἀντιλέγοντες διετέλουν· διό φησι 81.1152 "Καὶ οὐ μὴ ποιήσουσιν αὐτά. Ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν." Οὐ συνομολογεῖ, φησὶν, ἡ καρδία τῇ γλώττῃ. "Ὀπίσω γὰρ τῶν μιασμάτων ἡ καρδία αὐτῶν πορεύεται." Τέρψεως γὰρ μόνης, ἀλλ' οὐκ ὠφελείας, τὸν λόγον ἀκούουσιν. Ὅθεν ἁρμοδίως ἐπήγαγε· λβʹ. Καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυ φώνου εὐαρμόστου. Καθάπερ, φησὶν, οἱ ὀργάνου τινὸς εὐαρμόνιον ἠχὴν ἀποτελοῦντος ἀκούοντες τέρψιν ἐκεῖθεν καρποῦνται, οὐ μὴν καὶ τῶν κρου μάτων τὴν μάθησιν· οὕτω καὶ οἱ λόγοι σου, ὦ προ φῆτα, τὴν ἀκοὴν αὐτῶν μόνην τέρπουσι, τὴν δὲ ψυχὴν οὐ καταθέλγουσι πονηρίᾳ συζῶσαν. Τοῦτο γὰρ ἐπ ήγαγεν· "Καὶ ἀκούσονταί σου τοὺς λόγους, καὶ οὐ μὴ ποιήσουσιν αὐτοὺς, διότι ψεῦδος ἐν τῷ στό ματι αὐτῶν." Ἀλλὰ νῦν, φησὶ, μὴ πιστεύοντες, ὅταν ἴδωσι τὴν ἔκβασιν, διὰ τῆς πείρας πιστεύσου σιν. λγʹ. Ἡνίκα γὰρ, φησὶν, ἔλθωσιν, ἐροῦσιν· Ἰδοὺ ἥκει, καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὑτῶν. Οἷς γὰρ νῦν ἀπιστοῦσι, διὰ τῶν πρα γμάτων πιστεύσουσι, καὶ τηνικαῦτα τὴν προφη τικὴν μαθήσονται δύναμιν. Ἐντεῦθεν ἐπὶ τοὺς ποιμένας μεταφέρει τὸν λόγον· καλεῖ δὲ ποιμένας οὐ μόνον τοὺς βασιλέας, ἀλλὰ καὶ τοὺς ἱερέας· κατηγορεῖ δὲ αὐτῶν ἀναίδειαν, καὶ ῥᾳθυμίαν, καὶ τὴν τῶν προβάτων προδοσίαν.
ΚΕΦΑΛΑΙΟΝ Λ∆ʹ. βʹ. Υἱὲ γὰρ, φησὶν, ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ·
προφήτευσον, καὶ εἰπὲ τοῖς ποιμέσι· Τάδε λέγει Ἀδωναῒ Κύ ριος· Ὦ οἱ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; Οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Εἴπατε, φησὶν, ὑμεῖς, τί τοῦ ποιμέ νος ἴδιον, τὸ ἑαυτὸν νέμειν, ἢ τὰ πρόβατα βόσκειν; γʹ. Ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὰ ἔρια περιεβάλλεσθε, καὶ τὸ παχὺ ἐσφάζετε, καὶ τὰ πρόβατά μου οὐκ ἐβόσκετε. Τροπικῶς ἅπαντα λέγει. Ὑμεῖς μὲν γὰρ, οἱ ἱερεῖς, τὰς ἀπαρχὰς, καὶ τὰς δεκάτας, καὶ τὰ τῶν θυσιῶν ἀφαιρέματα ἐκαρ ποῦσθε· ὑμεῖς δὲ, οἱ βασιλεῖς, τὸν δασμὸν λαμβά νοντες καὶ τὸν φόρον, οὐκ ἠρκεῖσθε τούτοις, ἀλλὰ καὶ τοὺς εὐπόρους κατασφάζοντες τὸν τούτων ἐκαρ ποῦσθε πλοῦτον· οὔτε δὲ οἱ ἱερεῖς ὑμῶν, οὔτε ὑμεῖς τῆς τῶν προβάτων ἐπεμελεῖσθε θεραπείας. Εἶτα κατὰ μέρος αὐτῶν τὴν ἀτοπίαν διηγεῖται. δʹ. Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ ἀῤῥωστοῦν οὐκ ἰάσασθε, καὶ τὸ συντετριμ μένον οὐ κατεδήσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπ εστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐπεζητή 81.1153 σατε (καὶ τὸ πάντων χαλεπώτατον), τὸ ἰσχυ ρὸν κατειργάσασθε μόχθῳ, καὶ ἐν κράτει ἐπαιδεύσατε αὐτὰ, καὶ ἐν παιγνίῳ. Οὐ γὰρ μόνον τοῖς ἀσθενοῦσι τὴν προσήκουσαν οὐ προσενηνέγ κατε θεραπείαν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσι πόνους πολλοὺς ἐπεθήκατε. Καὶ τοῦτο διὰ τῶν ἱστοριῶν ῥᾴδιον κατιδεῖν. Τοὺς μὲν γὰρ τὰ εἴδωλα προσκυ νοῦντας καὶ παρανομίᾳ συζῶντας, ἰατρεύειν καὶ πρὸς τὸν Θεὸν ἐπιστρέφειν οὐκ ἠθέλησαν οἱ κακοὶ ποιμένες, τοὺς δὲ θείους προφήτας τὴν ἰσχὺν τῆς ἀρετῆς κεκτημένους αἰκιζόμενοι καὶ καθείργοντες, καὶ μυρίοις ἀλγεινοῖς ὑποβάλλοντες διετέλεσαν καὶ ταῦτα ποιοῦντες ἐπετώθαζον