1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

109

ἦν αὐτὸν προφασίζεσθαι ὅτι, ἔξω που τῆς πατρίδος ὄντος 273 τοῦ βασιλέως, δικαιοῖτ' ἂν κἀκεῖνος τὰ μέρη κατέχειν. Τὸν δέ γε σεβα στοκράτορα Κωνσταντῖνον, ναυσὶν ἐμβιβάσας, ἐπὶ Μονεμβασίας ἐκπέμπει, παραδοὺς κἀκείνῳ ὅσον ἦν ἐκ Μαγεδῶνος Ῥωμαίων καὶ τὸ Περσικὸν ἅπαν· τὸ γὰρ Ἰταλικόν, μὴ ἁρμόζον πρὸς μάχην Ἰταλικήν, ὁ δεσπότης συνεπεφέρετο. Συνῆσαν δὲ τῷ μὲν δεσπότῃ πολλοὶ μὲν καὶ ἄλλοι τῶν μεγιστάνων καὶ ὁ Καντακουζηνὸς Μιχαὴλ ὁ καὶ μέγας ἐν ὑστέρῳ κονοσταῦλος, οἱ ἀνεψιοὶ ἐκείνου Ταρχανειῶται καὶ ἄλλοι συχνοὶ ἐκ τῆς δύσεως τῷ βασιλεῖ προσχωρή σαντες, τῷ δέ γε σεβαστοκράτορι ἄλλοι τε πλεῖστοι καὶ ὁ μέγας δομέστικος ὁ Φιλῆς Ἀλέξιος, σὺν αὐτῷ δὲ καὶ ὁ Μακρηνός, ὃν παρακοιμώμενον ὁ κρατῶν εἶχε. Τὸ δέ γε ναυτικὸν ἔπλει ἐξ ἦρος ἐς ἀρκτοῦρον κἀν πολλοῖς ηὐστόχει. Ἦγε δὲ τοῦτο ὁ Φιλανθρωπηνὸς ὁ πρωτοστράτωρ Ἀλέξιος, ἀνὴρ γεραρὸς καὶ γενναῖος, παρὰ τοσοῦτον εἰργόμενος τῷ μεγαλοδουκάτῳ σεμνύνεσθαι ἀξιώματι παρ' ὅσον ἦν ἄλλος ἐπὶ τοῦ ἀξιώματος, ὁ τοῦ παλαιοῦ Λάσκαρι τοῦ βασιλέως αὐτάδελφος, ἔξωρος ἤδη καὶ παρηβηκώς, ἐπὶ τῆς Κωνσταντίνου καθήμενος, βουλαῖς καθ' ἡσυχίαν τῷ βασιλεῖ τῆς τῶν κοινῶν φροντίδος ὡς ἐνὸν συναιρόμενος. Ὁ μέντοι γε Φιλανθρωπηνὸς ἀγχιστεύων τῷ βασιλεῖ· τὸν γὰρ ἀνεψιὸν ἐκείνου, τὸν τῆς Μάρθας υἱὸν Μιχαήλ, εἶχε γαμβρὸν ἐπὶ θυγατρί. Ὁ γοῦν τοιοῦτος κατεῖχε τὸ πλόϊμον καὶ ἦρος ἐξαρτυόμενος στόλον ἀπέπλεεν. Ὅμως δ' ἐσύστερον, θανόντος τοῦ Λάσκαρι, τὴν τοῦ μεγάλου δουκὸς ἀξίαν παρὰ βασιλέως εἰς ἀμοιβὴν τῶν κόπων ἐλάμβανεν, ὡς ῥηθήσεται. 275 Ἀλλ' οὗτοι μὲν τριχῇ κοσμούμενοι ἀνὰ μέρος τὰ κατὰ δύσιν μεθεῖπον. Καὶ ὁ μὲν δεσπότης τῷ Μιχαὴλ δεσπότῃ ἐπεῖχε καὶ ἀνεκαλεῖτο τὴν ἐκείνου χώραν, ὡς πάλαι τῇ βασιλείᾳ προσήκουσαν. Ὁ δὲ εἶχε μὲν πρότερον προ φασίζεσθαι καὶ ἐπροφασίζετο πιθανολογούμενος ὡς οὐκ ἀνάγκη, αὐτοῦ τοῦ βασιλέως τὸν τῆς βασιλείας θρόνονὁ δ' ἦν ἡ Κωνσταντινούπολιςμὴ κατέχοντος, αὐτὸν ἀπαιτεῖσθαι τὸ λεῖπον· ἀπαιτητέα γὰρ εἶναι μᾶλλον τὸν θρόνον τοὺς Ἰταλοὺς ἢ ἐκεῖνον τὰ κατὰ δύσιν, οὕτως ἀνηρτημένους πάμπαν καὶ μόλις ὁριζομένους Θεσσαλονίκῃ. Τοιαῦτα γοῦν ἀπελογεῖτο πρότερον. Τότε δὲ ἀλλὰ χώραν ἣν οἱ γονεῖς ἐκείνου πόνοις καὶ ἱδρῶσι καὶ μόνον, οὐχ αἵμασι στάζοντες, προσεκτήσαντο καὶ κλῆρον κατέλιπον τοῖς παισί, πῶς ἂν καὶ δικαίως ἀπαιτούμενος ἀποδῴη; Ἰταλοὺς γὰρ ἀφαιρου μένους καὶ μὴ Ῥωμαίους κατὰ τὸ δίκαιον ἔχειν καὶ τοῖς ἐξ ἐκείνων εἰς διαδοχὴν καταλείπειν ὡς σφέτερον κλῆρον ἐξ ἀρετῆς· εὖ γὰρ καὶ λελέχθαι ὡς οὐδὲν οὐδενὸς πλὴν τοῦ σπουδάζοντος κατὰ πόλεμον. Καὶ οὕτω μὲν διαμφισβητούντων, τὰ Ῥωμαίων τῷ δεσπότῃ στρατεύματα κατετρίβοντο. Ὁ δέ γε σεβαστοκράτωρ, τῇ Μονεμβασίᾳ καὶ τοῖς πέριξ προσκαθήμενος, καθημερινοὺς πολέμους πρὸς τὸν πρίντζην ἐξῆγεμηδὲ γὰρ ἀρκεῖσθαι τῷ μέρει τῆς νήσου, πᾶσαν δὲ κρατῆσαι θέλων, ὑπάρχους ἔχων τόν τε μέγαν δομέστικον τὸν Φιλῆν καὶ τὸν παρακοιμώμενον Μακρηνόν, ὡς ἐνὸν ἠγωνίζετο.

ιζʹ. Τὰ κατὰ τὸν παρακοιμώμενον Μακρηνὸν Ἰωάννην. Ἦν δ' εὐδοκιμῶν ὁ παρακοιμώμενος καὶ παρ' ἐχθροῖς ὄνομα ἔχων ἐπὶ στρατείᾳ καὶ τὸ φοβερὸν ἐνδεικνύμενος, ὥστε καί, τοῦ σεβαστοκράτορος ἐκεῖ θεν ἐπαναζεύξαντος ὕστερον, αὐτοὺς ἐγκαταλελεῖφθαι καὶ τοῦ στρατεύματος ἄρχειν καὶ δὴ μαχομένους πολλάκις μὲν εὐστοχεῖν, μίαν δέ γε σφαλέντας κατὰ πόλεμον κρατηθῆναι καὶ ἀμφοτέρους. Τότε τοίνυν ἐπ' ὀλίγον κατεχο μένων ἐν φυλακαῖς, ὁ μὲν μέγας δομέστικος ἀποθνῄσκει, ἡ δ' ἐκείνου πενθερὰ Εὐλογία δεινὰ ἐποίει τῷ βασιλεῖ προσαγγέλλουσα ὡς προδῴη μὲν ὁ παρα κοιμώμενος τὸν ἐκείνης γαμβρὸν καὶ ὡς ἐπίτηδες κρατηθείη καὶ οὗτος εἰς πόλεμον, ὀρύσσων βόθρον τῷ συστρατήγῳ, καὶ ὡς ἀληθῶς ἐπὶ τούτοις κατηγορεῖται, λόγους ἔχων καὶ συμφωνίας πρὸς τὸν πρίντζην λαμβάνειν τὴν 277 τοῦ Λάσκαρι Θεοδώρου τοῦ βασιλέως θυγατέρακεχήρωτο γὰρ τοῦ ἀνδρός, ἐκεῖσέ που διάγουσαν, καὶ μετ' αὐτῶν εἶναι, παραδόντα τὴν χώραν, καὶ ἀντιπράττειν τῷ