Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
Γαλατᾶ, ἵνα στείλωσιν ἀνθρώπους καὶ οὐκ ἔστειλαν; ἢ τίς νηστείας καὶ δεήσεις ἐποιεῖτο δι' ἑαυτοῦ καὶ διὰ τῶν ἱερέων, διδοὺς αὐτοῖς χρήματα, ἢ τοῖς πτωχοῖς μᾶλλον ἐθεράπευσεν; ἢ ἐπαγγελίας ἐποιή σατο πλείστας πρὸς θεὸν εἰς τὸ ἐλευθερωθῆναι τοὺς Χριστιανοὺς ἀπὸ τῆς αἰχμαλωσίας τῶν ἀσεβῶν; Ἀλλ' ὅμως ταῦτα πάντα τὰ μὲν παρεῖδε θεός, διὰ τίνων ἁμαρτιῶν οὐκ οἶδα αἰτίαν, τὰ δὲ ἠγνόησαν οἱ ἄνθρωποι· καὶ ἕκαστος ἔλεγεν, ὡς αὐτῷ ἐδόκει. 20Ἐγὼ δὲ κατὰ τὸ δοκοῦν μοι, τὰ αὐτὰ γὰρ κρίσις ἦν ὄντως θεοῦ πάλαι κυρωθεῖσα πρὸς ἐσχατιὰς καταβῆναι δυστυχημά των τὰ Ῥωμαίων πράγματα. ∆ιὰ τοῦτο λόγοις ἀποῤῥήτοις τῆς προνοίας τῶν μὲν λυπηρῶν καὶ ἐναντίων καὶ βλαπτόντων μεγάλη τις γίνεται συνδρομή, τῶν δὲ ἀγαθῶν καὶ ὠφελούντων πλεῖστα τὰ ἐμπόδια. Πρὸ ὀλίγου λοιπὸν τὰ περὶ τοῦ τρισκαταράτου Μωάμεθ εἰρήκαμεν μέρος τῶν φληναφιῶν αὐτοῦ καὶ μύθων ἑτέρων γέ λωτος ἀξίων· τὰ νῦν οὖν τὰς ἀντιῤῥήσεις αὐτῶν καὶ ἐλεγμοὺς εἴπωμεν.20 476
Περὶ τῶν κατὰ Μωάμεθ ἀντιῤῥήσεων, καθώς φησι Μελέτιος μοναχὸς καὶ
πάντες οἱ τῆς ἀληθείας φοττηταί, ὡς ἐκ τῆς πρὸς Σαμψατίνην Σφαχάνην αὐτοῦ ἀπολογίας.
III.Φέρετε εἰς κατηγορίαν ἡμῶν, ὦ ἀσεβεῖς, ὅτι ἐρωτηθεὶς ὁ Χριστὸς παρὰ τῶν Ἰουδαίων ὅτι υἱὸς θεοῦ εἶ σύ; ἠρνήσατο καὶ εἶπεν ὅτι ὑμεῖς λέγετε τοῦτο. Καὶ φέρετε αὐτὸ εἰς μαρτυρίαν καθ' ἡμῶν, ἵνα δείξητε τὰ παρ' ὑμῶν λεγόμενα ἀληθῆ. Ταῦ τα οὖν ποιεῖτε ἀπὸ τοῦ μὴ γινώσκειν ὑμᾶς τὰς γραφάς· εἰ γὰρ εὑρίσκεσθε ἐξετάζοντες καὶ ἐρευνῶντες τὰς γραφάς, ὡς δεῖ, οὐκ ἂν ἐπλανήθητε. Ὅμως ἀφίημι τοῦ λέγειν κατὰ παρὸν τὰς ἀπ' ἀρχῆς τοῦ κόσμου μαρτυρίας, αἵτινες ἐλαλήθησαν περὶ τοῦ Χριστοῦ, δεικνύουσαι αὐτὸν υἱὸν θεοῦ καὶ θεὸν καὶ ἄνθρωπον, πολλὰς οὔσας· διὸ ἀπὸ τούτων φθάσαντες εἴπωμεν μερικάς τινας. Ὅμως λέγω καὶ τοῦτο, ὅτι οὐ δι' ἄλλο τι ἐσταύ ρωσαν οἱ Ἰουδαῖοι τὸν Χριστόν, ἢ ὅτι ἐδείκνυεν ἑαυτὸν θεόν τε καὶ ἄνθρωπον καὶ θεοῦ υἱόν· καὶ πῇ μὲν ἔλεγεν ὅτι ὁ ἐμὲ θεωρῶν θεωρεῖ τὸν πατέρα μου, πῇ δὲ ὅτι ἐγὼ καὶ ὁ πατήρ μου ἕν ἐσμεν, πῇ δὲ ὅτι εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν πατέρα μου ἐγνώ κειτε ἄν, πῇ ὡσαύτως ὅτι ἐάν τις τὸν λόγον μου τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα, καὶ ἀλλαχοῦ ὅτι ἀφέωνταί σου αἱ ἁμαρτίαι. Ἅπερ θεωροῦντες οἱ Ἰου-δαῖοι ἔλεγον πρὸς αὐτόν, τίνα σεαυτὸν ποιεῖς; Ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν; Τί δὲ ὁ Χριστὸς εἶπεν; Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ· καὶ ὅτι οὐ δεὶς εἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἑώρακεν εἰ μὴ ὁ υἱὸς καὶ ᾧ βούλεται ὁ υἱὸς ἀποκαλύψαι. Ὁ γοῦν Χριστὸς ὁ λέγων ταῦτα καὶ διδάσκων τοὺς ἀν θρώπους ἐρωτηθεὶς ἔμελλε κρύψειν τὴν ἀλήθειαν; Καὶ ποῖος ἄφρων καὶ εὐήθης ὑπο λάβοι τοῦτο; Εἰ γὰρ οὐκ ἦν θεὸς καὶ υἱὸς θεοῦ, οὐκ ἂν εἶπον αὐτῷ οἱ μαθηταὶ αὐ τοῦ ἐρωτηθέντες παρ' αὐτοῦ, τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώ που; καὶ εἶπον πρὸς αὐτόν, ὅτι οἱ μὲν λέγουσιν εἶναί σε Ἠλίαν, οἱ δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. Καὶ εἶπεν αὐτοῖς ὁ Χριστός, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Καὶ ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. Ἔμελλε γὰρ εἰπεῖν ὁ Χριστὸς τῷ Πέτρῳ, ὅτι πεπλάνησαι, βλασφήμως εἴρηκας, κακῶς λελάληκας· οὔκ εἰμι υἱὸς θεοῦ. Καὶ γὰρ ἐπεὶ διδάσκαλος αὐτῶν ἦν ὁ Χριστός, τί ἕτε ρον ἔμελλε διδάσκειν αὐτοὺς εἰ μὴ τὴν ἀλήθειαν; Τί οὖν ὁ Χριστὸς τῷ Σίμωνι Πέ τρῳ; Μακάριος εἶ, Σίμων υἱὲ τοῦ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Οὐκ ἀγνοῶν δὲ ἐρώτα ὁ Χριστὸς τὸν Πέτρον τὸ τίνα λέγουσιν αὐτὸν εἶναι οἱ ἄνθρωποι· ἀλλ' ὥσπερ ἐπὶ τοῦ Λαζάρου πρὸ τοῦ θανά του ἐκείνου ἔλεγεν ὅτι Λάζαρος ὁ φίλος ἡμῶν ἀπέθανεν· ἀλλὰ πορεύσομαι, ἀναστή σω αὐτόν· πορευθεὶς δὲ ἠρώτα ποῦ τεθήκατε αὐτόν; Εἶτα