βουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐν τολάς σου. ̔Ο μέτοχος τῶν φοβουμένων τὸν Κύριον, καὶ αὐτὸς φοβεῖται τὸν Κύριον· καὶ ὁ μέτο χος τῶν δικαίων, καὶ αὐτὸς δίκαιός ἐστι· τῶν μὲν γὰρ ὁ φόβος κοινὸς, τῶν δὲ δικαιο σύνη. 118.65,66 Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδα ξόν με, οτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. ̔Η χρηστότης τοῦ Θεοῦ τῇ γευστικῇ δυ νάμει τῆς ψυχῆς ὑποπίπτει. Γεύσασθε γὰρ, φησὶ, καὶ ιδετε οτι χρηστὸς ὁ Κύριος. Γεῦσις δέ ἐστιν ἡ ἀπάθεια ψυχῆς λογικῆς, διὰ τοῦ πνευματικοῦ νόμου προσγινομένη· χρηστότης δέ ἐστιν γεῦσις ἀληθὴς τῶν γε γονότων ὑπὸ Θεοῦ· παιδεία δὲ μετριοπάθεια παθῶν· γνῶσις δέ ἐστιν ἡ θεωρία τῆς Τριά δος. Πλουσίως ἐκχεῖς, φησὶν, ἐπὶ πάντας τὰς τοῦ ἐλέους πηγὰς, καὶ οὐκ ἐπάγεις καθ' ε καστον φέρων, γάμους διορυττομένους, αι ματι μιαινομένους, σφετεριζομένους τὰ ἀλ λότρια, καὶ τὰ λοιπά. Τούτου κἀμὲ ἀξιώ σας, τῶν σῶν δικαίων τὴν γνῶσίν μοι χα ρίσαι· πεῖραν γὰρ λαβών σου τῆς χρηστό τητος, καὶ αυθις ταύτης ἀπολαῦσαι παρα καλῶ, ινα σὺν αὐτῇ καὶ παιδείαν καὶ γνῶσιν μάθοιμι· παιδείαν μὲν τὴν ἠθικὴν, γνῶσιν δὲ τὴν θεωρητικήν. -Οιδεν ὁ προφήτης τῆς παιδείας τὸ χρήσιμον, καὶ οτι φιλανθρωπίᾳ χρώμενος, ὁ δεσπότης ταύτην ἐπιφέρει τοῖς ἀνθρώποις· καὶ ὡς ἡ παιδεία τὴν γνῶσιν ἐρ γάζεται, ἐπεὶ ὀρθῶς καὶ φρονίμως ταῖς πα ρὰ σοῦ ἐντολαῖς προσελθὼν ἐπίστευσα αὐ ταῖς, ὡς τηρῆσαι αὐτὰς, ορεξόν μοι σοφίαν, καὶ δίδαξον παιδείαν καὶ γνῶσιν. - ̔Ο δὲ Σύμμαχος ἀντὶ τοῦ χρηστότητα ἐποίησας, εὐηργέτησας τὸν δοῦλόν σου ἐξέδωκε. ∆ι δασκώμεθα δὲ μὴ ἀναισθήτως διακεῖσθαι πρὸς τὰς θείας εὐεργεσίας. Ουσης περὶ τὸν Θεὸν χρηστότητος καὶ ἀ ποτομίας κατὰ τὸν ἀπόστολον, ἡ μὲν χρηστό της γίνεται ἐπὶ τοὺς ἑστηκότας τῇ πίστει, ἡ δὲ ἀποτομία ἐπὶ τοὺς ἀφεστηκότας αὐτῆς· ἐπεὶ ουν ὁ αγιος ἐβεβαίωτο ἐν τῇ πίστει, χρηστότητα, ειπεν, ἐποίησας μετὰ τοῦ δού λου σου, οστις ποτ' αν ῃ αὐτός. Τὸ δὲ κατὰ λόγιόν σου, ἀντὶ τοῦ σὺν λόγοις καὶ αἰτίᾳ λογικῇ γίνεσθαι μετά τινος τὴν τοῦ Κυρίου χρηστότητα. 118.67 Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐ φύλαξα. Καίπερ δὲ εἰδὼς οτι μὴ μόνον δι' ἁμαρ τίας, ἀλλὰ καὶ διὰ δοκιμασίαν ἐπάγεται ταῦ τα, τῷ προτέρῳ τρόπῳ ὑπέβαλλεν ἑαυτὸν, ἀλ λὰ ἐφύλαξα, φησὶ, τὸ λόγιόν σου, ιν' ωσπερ πλημμελήσας ἐταπεινώθην, ουτω κατορθώ σας διὰ τῆς τοῦ λογίου σου φυλακῆς, ἀφε θῶ τῆς ταπεινώσεως. - ̓Εγὼ, φησὶν, ἐμαυ τῷ τὴν παιδείαν προυξένησα· ἀδικίας ἐλευ θέρα τῆς τιμωρίας ἡ ψῆφος· τῇ ἁμαρτίᾳ ἠ κολούθει ἡ παιδεία, τῇ παιδείᾳ τῶν νόμων ἡ φυλακή. ∆έομαι ουν διδασκαλίας, ινα γνῶ οτι ἡ γενομένη ταπείνωσις κατὰ χρηστότη τα καὶ παιδείαν ἐγένετο. Η πρὸ τοῦ πα θεῖν τελείως τὴν ἁμαρτίαν, πλημμελοῦμεν ἡμεῖς τῇ συνέσει τῶν λογισμῶν [ἐκ τῆς ἡ μετέρας ῥᾳθυμίας] αὐτὴν καταδεχόμενοι, καὶ τόπον εἰσόδου διδόντες διὰ τούτων τῷ Σατανᾷ. 118.68,69 Χρηστὸς ει σὺ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώ ματά σου. ̓Επληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπε ρηφάνων· ἐγὼ δὲ ἐν ολῃ καρδίᾳ μου ἐξερευ νήσω τὰς ἐντολάς σου. ̓Επεὶ λέγεται· ιδε ουν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ, μήποτε οἱ μὲν πεσόντες διδάσκωνται ἐν τῇ ἀποτομίᾳ τοῦ Θεοῦ τὰ δικαιώματα αὐτοῦ, οἱ δὲ μακάριοι μανθάνω σιν αὐτὰ ἐν τῇ χρηστότητι αὐτοῦ; οἱ μὲν ἐκ δικαιωμάτων Θεοῦ κολαζόμενοι, οἱ δὲ κατὰ τῶν ἁρμοζόντων αὐτοῖς τυγχάνοντες. 118.70 ̓Ετυρώθη ὡς γάλα ἡ καρδία αὐ τῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Λεπτὴ μὲν ἡ τῶν ἁγίων, πίων δὲ ἡ τῶν ὑπερηφάνων καρδία. 118.71 ̓Αγαθόν μοι οτι ἐταπείνωσάς με, οπως αν μάθω τὰ δικαιώματά σου. Εὐαρεστούμενος τοῖς ἐπιπόνοις πειρασμοῖς καὶ περιστάσεσιν, ατινα εθος ταπείνωσιν ὀ νομάζεσθαι, ταῦτά φησιν, ὡσεὶ ελεγεν· Εὐ δοκῶ ἐν ἀσθενείαις, ἐν υβρεσιν, ἐν ἀνάγ καις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ιν' ἐκ τοῦ ταῦτα ὑπομεμενηκέναι, αξιος κριθῶ τοῦ μανθάνειν τὰ δικαιώματά σου, οὐδενὸς αὐτὰ εἰδομένου, μὴ πρότερον ταπεινωθέντος καὶ ἐν πολλοῖς θλιβέντος.