αὐτὸν, πᾶσα συναγωγὴ λαοῦ, κ. τ. ἑ. Ὡσεὶ ἔλεγε· Μὴ μόνον τὸ κατ' ἐκλογὴν χάριτος τὸ λεῖμμα· ὅπερ ἔσται, ὅτε πᾶς Ἰσραὴλ σω θήσεται. «Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν.» Ὁ πάντα τὸν φαῦλον ἀποθέμενος διαλογισμὸν, καὶ ἄκρως μετανοήσας, ὡς μηδὲ μεμνῆσθαι τῶν χει ρόνων, ἐξέχεεν ἐνώπιον αὐτοῦ τὴν καρδίαν ἑαυτοῦ. «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Ἑκάστῳ ἀποδώσει ὁ Θεὸς κατὰ τὰ ἔργα, ἢ τὰ ἀγαθὰ, ἢ τὰ κακὰ, ἢ τὰ πολλὰ, ἢ τὰ ὀλίγα· κατὰ ὁποίων δή ποτε μέτρων ποιότητα ἢ ποσότητα, ὧν ἀποδίδωσι. Πλὴν μάταιοι οἱ υἱοὶ ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ. Μάταιοί εἰσιν οἱ τοῖς ματαίοις καὶ φθαρτοῖς τοῦ αἰῶνος τούτου προσκαθεζόμενοι πράγμασι. Μάταια τὰ ἀνθρώπινα πάντα καὶ μεταβολὴν ὀξεῖαν δεχόμενα. Τοῦ αὐτοῦ. Οὐ ψεύδομαι περὶ τὴν δικαιοσύνην· αὐτὴ γὰρ ζυγός ἐστι τῶν ἀρετῶν. Ψευδεῖς εἰσιν υἱοὶ ἐκ τοῦ πατρὸς τοῦ διαβόλου γεγεννημένοι. Ἀμελοῦσι γὰρ, φησὶ, τῆς ἰσότητος· ἀνίσως δὲ κατέχουσι τὰ τῆς διανοίας ζυγὰ, καὶ τοῦ μὲν δικαίου καταφρονοῦσι, ἀδικίᾳ δὲ χαίρουσι. Τοῦ αὐτοῦ. Οἱ κατὰ τοὺς Οʹ οὕτω· κατὰ δὲ Θεοδοτίωνα· «Ἀτμὶς υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς υἱοὶ ἀνδρὸς ὡς ῥοπὴ ζυγοῦ.» Οὐδὲν, φησὶ, μόνιμον τῶν ἀνθρωπίνων, ἀλλ' ἀτμῷ ἔοικε ἀναπεμπομένῳ καὶ παραυτίκα σκεδαννυμένῳ, καὶ ῥοπῇ ζυγοῦ ποτὲ μὲν καθιεμένῃ, ποτὲ δὲ ἀνανευούσῃ. Ζητεῖται δὲ εἰ οἱ ἅγιοι οὐ μάταιοι. Οὐχ υἱοὶ τῶν ἀνθρώπων οἱ ἅγιοι. Κατηργήθη γὰρ αὐτῶν ἡ κατὰ ἄνθρωπον γένεσις. Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα, κ. τ. ἑ. Τὸν λόγον ἅπαξ ἐλάλησεν ὁ Θεὸς, τὸν 12.1488 περὶ προνοίας καὶ κρίσεως ἔχοντα λόγον· τοῦτο γὰρ δηλοῦται ἐκ τῶν ἐπιφερομένων ῥητῶν. ΨΑΛΜΟΣ ΞΒʹ. Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ· οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου, κ. τ. ἑ. Πᾶς ὁ ἀποθέμενος τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς, ὀρθρίζει πρὸς τὸν Θεόν. Τοῦ αὐτοῦ. Τῷ Θεῷ μὲν διψᾷ ὁ τοῦ καλοῦ διψῶν, διαβόλῳ δὲ ὁ τοῦ αἰσχροῦ. Ἀλλὰ καὶ ἐν τῷ ἁγίῳ ὀφθῆναι δεῖ τῷ Θεῷ τὸν ὀψόμενον τὴν δύναμιν καὶ τὴν δόξαν αὐτοῦ. Χριστὸς δὲ Θεοῦ δύναμις καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ. Καὶ ὁ μὲν ἄγαμος με ριμνῶν τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Θεῷ, ἵνα ᾖ ἅγιος τῷ σώματι καὶ τῷ πνεύματι, εἴποι ἂν περὶ τῆς ἑαυτοῦ σαρκὸς τῷ Κυρίῳ· «Σοὶ ἡ σάρξ μου·» ὁ δὲ πορνεύων εἴποι ἂν τῷ διαβόλῳ· «Σοὶ ἡ σάρξ μου·» ὁ ἐν ἁγνείᾳ δ' ὢν λέγοι ἂν τὴν ἑαυτοῦ σάρκα «ἐν τῇ ἐρή μῳ·» ἐπείπερ ἐν ἐρημίᾳ ἐστὶν ἡ σὰρξ αὐτοῦ, καὶ «ἐν ἀβάτῳ,» οὐδὲ πονηροῦ λογισμοῦ ἐπιβαίνοντος αὐτῷ. «Καὶ ἐν ἀνύδρῳ·» ὑγρὸν μὲν γὰρ τὸ σῶμα τοῦ κατα φεροῦς, ξηρὸν δὲ τὸ τοῦ καθαρεύοντος. Ὅθεν ὁ εὐνοῦ χος λέγει· «Ὅτι ἐγώ εἰμι ξύλον ξηρόν.» Πλὴν ὁ λέ γων οὕτως, «ἐν τῷ ἁγίῳ ὤφθην σοι,» ὀρθρίζει πρὸς Θεὸν, καὶ διψᾷ ἑαυτῷ τῇ ψυχῇ ἑαυτοῦ πολλαπλῶς, καὶ ἡ σὰρξ αὐτοῦ ἐν γῇ ἐστιν ἐρήμῳ, ἀβάτῳ καὶ ἀνύδρῳ. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε, κ. τ. ἑ. Ἡ μὲν τοῦ ἀνθρώπου ζωὴ ἡ ἁγία γνῶσις ὑπάρχει· τὸ δὲ ἔλεος Κυρίου ἡ τῶν γεγονότων θεωρία ἐστί. Πολλοὶ δὲ ἡμῖν τοῦ αἰῶνος τούτου καθυπέσχοντο γνώσεις· ἀλλὰ κρεῖσσον τὸ ἔλεος Κυρίου ὑπὲρ ζωάς. Τοῦ αὐτοῦ. Τὰ χείλη μου, φησὶν, ἐπαινεῖ, ψυχὴ δὲ αἰνεῖ, πνεῦμα δὲ καὶ νοῦς ψάλλουσι. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, ἐν τῷ ὀνό ματί σου ἀρῶ τὰς χεῖράς μου, κ. τ. ἑ. Αἴρει καὶ ἐπαίρει τὰς χεῖρας ἑαυτοῦ ὁ ἅγιος, οὐράνια πράττων. Αἵρει δὲ καὶ τὰς χεῖρας ὁ δίκαιος ἐν ὀνόματι τοῦ Κυρίου, ὅτε ἀπὸ ὑγιῶν δογμάτων περὶ Θεοῦ, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐπαίρει ἀπὸ τῶν γηΐνων τὸ πρακτικὸν ἑαυτοῦ· ὅτε δὲ ἐξ ἀλλοφύλου τινὸς διδασκα λίας, αἴρει μὲν τὰς χεῖρας ἑαυτοῦ, οὐ μὲν δὴ ἐν ὀνό ματι Κυρίου. Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, κ. τ. ἑ. Λιπαρὰ καὶ εὐτραφὴς ψυχή. Τὸ, «Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς,» χρήσιμον εἰς τὸ ῥητόν. Καθάπερ γὰρ ἐπὶ τῶν σωματικῶν βρωμάτων δοκεῖ τὰ πίονα καὶ εὐτρα φῆ τῶν ζώων κρείττω τυγχάνειν πρὸς ἡδονὴν,