De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
τούτου ἐκ τῆς αὐτῆς ποσότητος τῷ μὲν πρωτοβεστιαρίῳ ... κατὰ τὴν ποσότητα τῶν λιτρῶν τῇ λίτρῃ αʹ, τῷ δὲ τῆς καταστάσεως "κʹ καὶ τῷ ὀστιαρίῳ "κʹ, τῷ μέρει Βενέτων "δʹ, τῷ μέρει Πρασίνων "δʹ, τῷ ὀρχιστῇ ... διατρέχουσι "γʹ, τοῖς μανδάτορσι τοῦ λογοθέτου .. τοῖς νομοφύλαξι "γʹ, καὶ τῷ ἀρτικλίνῃ τῷ διανέμοντι τὸ ἀποκόμβιον. καὶ ταῦτα μὲν ἐπὶ τῆς τῶν βρουμαλίων δωρεῶν διανομῆς· ἐν δὲ τοῖς στεψίμοις τῶν βασιλέων καὶ ταῖς αὐτοκρατορίαις 787 ὑπεξαιροῦνται πάντες οἱ τῶν σεκρέτων χαρτουλάριοι καὶ νοτάριοι καὶ τὰ βεστία καὶ ὑπουργίαι καὶ οἱ διὰ πόλεως πάντες. καὶ γίνεται ἡ διανομὴ εἰς μόνους τοὺς ἄρχοντας τοῦ λαυσιακοῦ, οἷον εἰς μαγίστρους, πραιποσίτους, ἀνθυπάτους, πατρικίους, πρωτοσπαθαρίους, σὺν τοῖς εὐνούχοις πρωτοσπαθαρίοις καὶ μόνον· σπαθαροκανδιδάτοις, σπαθαρίοις, καὶ στράτωρες καὶ κανδιδάτοις, καὶ εἰς τοὺς λεχθέντας ἐξωβρεματῶν ἀποκομβίων. οἱ γὰρ τοῦ κουβουκλείου πάντες ἰδιαζόντως τὰ ἀποκόμβια λαμβάνουσιν. Περὶ συνηθείας τῶν ἀρτικλινῶν. Ἐπεὶ δὲ τὰς διὰ τῶν βραβείων καὶ διὰ λόγων προσγινομένων ἀξιῶν διαιρέσεις καὶ ὑποδιαιρέσεις, αὔξεις τε καὶ μειώσεις, προσκλήσεις τε καὶ ὑποκλήσεις, εἰς τοὐμφανὲς ἐποιήσαμεν, φέρε δὴ καὶ τὰς ἔκπαλαι τοὺς ἀρτικλίνας παρὰ τῶν βασιλέων ἐκτυπωθείσας συνηθείας, καὶ ἐκ τίνων προσώπων ταύτας διδόναι αὐτοῖς ἠφορίσθη, ἐκ τῶν ἀρχαιοτέρων ἐρανισάμενοι τῇδε τῇ γραφῇ παραδοίημεν. προβαλλομένης γὰρ ζωστῆς ἢ μαγίστρου, δίδοται αὐτοῖς ἐξ ἑκάστου αὐτῶν καθάπαξ "κδʹ. τιμωμένου δὲ συγκέλλου, δίδοται αὐτοῖς συνήθεια παρ' αὐτοῦ καθάπαξ "ιβʹ. ἀναγομένου δὲ εὐνούχου ἢ βαρβάτου εἰς πατρικιότητα, ἢ ἀνθυπάτου γενομένου τινὸς, 788 δίδοται αὐτοῖς ἐξ ἑκάστου αὐτῶν "ιβʹ· ὁμοίως καὶ ἐκ τῆς διανομῆς τοῦ κομβίου τοῦ διδομένου παρὰ τοῦ τιμωμένου πατρικίου λαμβάνουσιν νομίσμ. ιβʹ. οἱ δὲ χειροτονούμενοι στρατηγοὶ ἔν τε τῇ ἀνατολῇ καὶ τῇ δύσει παρέχουσιν αὐτοῖς ἀνὰ νομισμ. ιβʹ. εἰ δὲ καὶ ἐπιμένωσι στρατηγοὶ, ὁσάκις ἂν ῥογευθῶσιν, οἱ μὲν ἀνατολικοὶ ἀνὰ νομισμ. ιβʹ, κἂν τάχα τύχοιεν εἰς τὸ ἴδιον θέμα, τὴν ῥόγαν αὐτῶν ἀποσταλῆναι. οἱ δὲ τῆς δύσεως καὶ μὴ ῥογευόμενοι, ὁσάκις ἂν ἐν τῇ βασιλευούσῃ τῶν πόλεων ἐπανέλθωσι, παρέχουσιν αὐτοῖς ἀνὰ νομισμ. ιβʹ. προβαλλομένου δὲ ἐκ προσώπου στρατηγοῦ ἢ κλεισουράρχου ἢ κατεπάνω Παφλαγωνίας, δίδοται αὐτοῖς ἐξ ἑκάστου αὐτῶν ἀνὰ νομισμ. ηʹ, καὶ ὁσάκις εἰσελθόντες ῥογευθῶσι, πάλιν τὴν αὐτὴν ποσότητα παρέχουσιν αὐτοῖς. οἱ δὲ ὀφφικιάλιοι, κἄν τε τῇ τῶν πρωτοσπαθαρίων τετίμηνται ἀξίᾳ, κἄν τε καὶ μὴ, ἀπό τε τοῦ πραιποσίτου καὶ τοῦ δομεστίκου τῶν σχολῶν μέχρι τῆς τοῦ πρωτοσπαθαρίου τῶν βασιλικῶν, δίδουσι καὶ αὐτοὶ ἅπαξ ἀνὰ"ιβʹ· οἱ δὲ λοιποὶ πάντες ὀφφικιάλιοι μέχρι τοῦ δομεστίκου τῶν βασιλικῶν ἀνὰ"ηʹ. εἰ δέ τις εὐνοῦχος πρωτοσπαθάριος γένηται, δίδωσιν αὐτοῖς ἅπαξ "ηʹ· πριμικήριος ἢ ὀστιάριος ἀνὰ"ϛʹ· ὡσαύτως ὁ ἄρχων τοῦ ἀρμαμέντου, ὁ μινσουράτωρ, ὁ κουράτωρ τοῦ κτήματος, οἱ χαρτουλάριοι τοῦ ὀξέου δρόμου, ὁ ἀκτουάριος, ὁ πρωτονοτάριος τοῦ δρόμου, ὁ χαρτουλάριος 789 τοῦ σταύλου, ὁ ἐπίκτης καὶ ὁ τῆς ὑπουργίας δομέστικος, ὁ ζυγοστάτης, ὁ οἰκιστικὸς καὶ ὁ χρυσεψητής. ἐπὶ προβολῇ δὲ παντὸς πρωτοσπαθαρίου ἀπό τε μαγλαβιτῶν καὶ τῶν ἐν τῷ οἰκειακῷ βασιλικῷ βεστιαρίῳ καταλεγομένων, καὶ τῶν εἰς τοὺς βασιλικοὺς ἀνθρώπους συντεταγμένων, καὶ τῶν ἐπὶ τῆς βασιλικῆς τραπέζης παρισταμένων, καὶ τῶν διὰ πόλεως σὺν τῶν ἐξωτικῶν τιμωμένων, δίδοται αὐτοῖς ἅπαξ ἀνὰ νομισμ. ηʹ, οἱ δὲ τῇ τῶν σπαθαροκανδιδάτων ἢ σπαθαρίων τιμώμενοι ἀξίᾳ ἀνὰ"ϛʹ, οἱ δὲ τῇ τῶν στρατώρων ἢ ὑπάτων, ἢ κανδιδάτων ἢ μανδατόρων, ἢ βεστητόρων, ἢ σιλεντιαρίων, ἢ ἀπὸ ἐπάρχων τιμώμενοι ἀξίᾳ, παρέχουσι καὶ αὐτοὶ νομισμ... ὡσαύτως καὶ ἐπὶ τῶν σεκρετικῶν ἤγουν συγκλητικοῦ τιμωμένου αὐτοῦ ἐν ἀξιώμασιν, δίδοται ἐξ ἑκάστου αὐτῶν κατὰ τὸ οἰκεῖον ἀξίωμα, οἱ μὲν τῇ τῶν πρωτοσπαθαρίων ἀνὰ"ηʹ, οἱ δὲ τῇ τῶν σπαθαροκανδιδάτων ἢ σπαθαρίων ἀνὰ"ϛʹ, οἱ δὲ τῇ τῶν στρατώρων ἢ ὑπάτων ἢ κανδιδάτων ἢ μανδατόρων ἢ βεστητόρων ἢ σιλεντιαρίων ἀνὰ νομισμ. δʹ, ἀπράτων δὲ σεκρετικῶν γενομένων, ἀνὰ"γʹ, οἱ δὲ τῶν ταγμάτων καὶ τῶν πλοΐμων καὶ τῶν νουμέρων καὶ τειχέων τοποτηρηταὶ ἅμα τοῖς χαρτουλαρίοις αὐτῶν ἀνὰ"ϛʹ. οἱ δὲ λοιποὶ πάντες ἄρχοντες ἅμα τοῖς τριβούνοις καὶ βικαρίοις ἀνὰ νομίσματος ἑνός. τούτων τοίνυν ἀνέκαθεν πλατικώτερον εἰσενηνεγμένων, νυνὶ δὲ ὡς οἷόν τε ἦν σαφῶς καὶ 790 εὐσυνόπτως ἐν ἐπιτόμῳ συνειλεγμένων, χρὴ τοῖς, ὅσοι τὴν περὶ τούτων φροντίδα καὶ ὑπηρεσίαν πεποίηνται κατὰ τὴν προκειμένην διδασκαλίαν, καὶ περὶ τῶν βασιλικῶν κλητωρίων, καὶ περὶ τῶν διανομῶν, ἐκ