110
βασιλεῖ. Ταῦτα λέγουσα καί γε προστιθεῖσα, ἡ Εὐλογία πρὸς τὸν ἀδελφὸν πιθανὴ ἐδόκει· ἦν γὰρ ἐκ πολλοῦ τοιαῦτα ἀκούσας περὶ ἐκείνου καὶ ὁ βασιλεύς. Συνίστα δὲ τὰς κατηγορίας καὶ τὰ τοῦ ἀνδρὸς κατορθώματα, ὡς εἰκὸς εἶναι οὕτως εὐδοκιμοῦντα ὑπελθεῖν ἐκεῖνον τὸν πρίντζην καὶ τοιαῦτα μετ' αὐτοῦ συσκευάζεσθαι. Τὸ δέ γε πρὸς τὴν θυγατέρα τοῦ βασιλέως κῆδος καὶ λίαν ἱκανὸν οἰόμενος πείθειν ἐκεῖνον, ὡς μεγίστοις ἐπιγαμβρευσόμενον, καὶ λίαν παρέκνιζεν εἰς ὀργὴν διὰ τὴν τοῦ μίσους τῆς γυναικὸς ὑποψίαν. Ὅθεν καὶ ὡς ἀληθινὰ τὰ πιθανὰ δεξάμενος, τιμωρεῖν ἤθελε παραυτίκα καὶ παρὰ τοῖς ἐχθροῖς ἐν τῇ φυλακῇ συνισχημένον τὸν ἄνδρα. Καὶ πέμψας αὐτὸν ἀνταλλάττει μεγίστων προσώπων Ἰταλικῶν καὶ παρασχεδὸν τῶν ὀφθαλμῶν ἀφαιρεῖται, ἀξίας ἀντιδόσεις διδοὺς τῶν ἀνδραγαθημάτων ὧν ἐκεῖνος εἰργάζετο κατὰ πόλεμον, τοῖς ἐχθροῖς γενναίως καὶ ἀνδρικῶς ἀνθιστάμενος. Ἀλλ' οὕτω μὲν καὶ ταῦτα συνέβη. Ὁ δέ γε πρωτοστράτωρ Φιλανθρωπηνὸς Ἀλέξιος, ταῖς νήσοις προσ ίσχων τὰς ναῦςτὸ γὰρ Γασμουλικὸν θαρρούντως εἶχε πρὸς μάχας, ὡς αὐτοὺς μὲν πρὸς μάχην, τοὺς δέ γε λεγομένους προσελῶντας εἰς ἐλασίαν καὶ μόνην τάττεσθαι, προσέτι δὲ καὶ Λακωνικὸν ἔχων, οὓς δὴ ἀπὸ Πελοπονήσου μετῴκιζεν ὁ κρατῶν, τούτους πάντας ἐπὶ νηῶν φέρων, ἐκάκου τὰς νήσους καὶ τὸν τῶν ἐχθρῶν πλοῦτον προσῆγε τῷ βασιλεῖ.
ιηʹ. Ὅπως ὁ βασιλεὺς τὰ περὶ τὸν Αἷμον διατεθείκει, αὐτὸς ἐπιτάττων τοῖς στρατηγοῖς τῶν δυνάμεων, οἴκοι καθήμενος. Οὐ μὴν δ' ἀλλ' οὐδὲ βασιλεὺς οἴκοι καθήμενος ἠπράκτει καὶ τῶν πραγμά των κατερρᾳθύμει· πόθεν; Πολλοῦ γε καὶ δεῖ. Εἶχε γὰρ ταῖς ἀληθείαις καὶ βασιλικὸν φρόνημα ὁ ἀνὴρ καὶ οὐ κατεδέχετο περιφρονούμενος. Ὅθεν καὶ συχνάκις μὲν πρὸς τὸν πάπαν πρέσβεις ἐξῆγε καὶ δώροις ὑπήρχετο· αἰὲν γὰρ ἐκεῖθεν τὸν κίνδυνον καθυπώπτευεν, ὡς μηδ' ὁπωσοῦν ἠρεμησόντων τῶν Ἰταλῶν· δι' ὧν καὶ τἀκεῖθι ὡς ἐνὸν κατασφαλιζόμενος, ἐπεχείρει τοῖς 279 ἄλλοις θαρρούντως. Συχναῖς οὖν πρεσβείαις καὶ δεξιώσεσι μὴ μόνον πάπαν, ἀλλὰ καὶ πολλοὺς τῶν καδδηναλίων καὶ τῶν παρ' ἐκείνῳ δυναμένων ἐξεμειλίσσετο. Πρὸς δέ γε τοὺς Βουλγάρους, οὐδ' ἐκείνους ἠρεμεῖν εἴα, ἀλλ' ἐκ τοῦ σύνεγγυς παρεκίνει· ἦν γὰρ καὶ ἄλλως προφανὲς τὸ πρὸς ἐκεῖνον ἔχθος τοῦ Κωνσταντίνου, ἐξοτρυνομένου παρὰ τῆς γυναικὸς Εἰρήνης τοῦ παιδὸς χάριν Ἰωάννου, ἀδελφοῦ γε ὄντος, καὶ ὧν ἐξ ὑπογύου οὐκ ἐνδίκως, ὦ ∆ίκη, πέπονθεν. Ἀνάγκη δ' ἦν ἔχθος ἔχοντα παρ' ἐκείνων τὸν βασιλέα καὶ αὐτὸν ἐχθραίνειν καὶ ἀντιξύειν τὸν ξύοντα. Μέχρις οὖν Ὀρεστιάδος ὁριζομένης τῆς Ῥωμαΐδος καὶ μόλις πρότερον, ὡς τῶν ἐκεῖθεν ὑπὸ Βουλγάροις ὄντων, πέμπων αὐτὸς συχνὰς ἀποστολὰς στρατευμάτων, αὐτὸς ἐντεῦθεν διαταττό μενος, τὸ θαυμάσιονκαὶ γὰρ ἃ μὲν ξυνέβη ἰδεῖν, τούτοις γινώσκων, τοὺς πεμπομένους ἐπέταττε καὶ ὅπου προσκαθίσαιντ' ἂν καὶ ὅπως ξυμβαλοῖεν καὶ ὅθεν ὁρμήσαιντ' ἄν, ἢ ἐκ λόχων ἢ φανεροί, ἡμέρας ἢ καὶ νυκτός, τάττων ἐντεῦθεν τὰ πάντα· εἰ δ' οὐκ εἶδε τὸν τόπον, κελεύων διαγράφειν τοὺς εἰδό τας, αὐτὸς καθίστα προστάττων, καὶ ἦν ἐπηρτημένη κρίσις τῷ παρακού σαντι, αὐτὸς τοίνυν, πέμπων τὰς δυνάμεις τῷ τότε, συχνὰ τῶν ἐκεῖ ὑφ' αὑτῷ ἐποίει, καὶ ἡλίσκετο μὲν Φιλιππούπολις, ἐκρατεῖτο δὲ Στενίμαχος φρούριον, καὶ ἅπας ὁ Ἔξω τοῦ Αἵμου Ζυγὸς συγκατείχετο. Ἑάλω δέ, τοῦ Μυτζῆ διδόντος, ὡς λεχθήσεται, καὶ Μεσέμβρεια μεγάλη πόλις, καὶ Ἀγχίαλος συνηλίσκετο· καί γε τὰ πέριξ ἐκείνων, ἅπαξ γευσάμενα τῆς μεταβολῆς, ἠγάπων ὑπὸ βασιλεῖ διοικούμενα. Κωνσταντίνῳ δὲ διὰ ταῦτα ἔκπληξις ἐμπίπτει, καὶ ἀμύνεσθαι μὲν οὐκ εἶχε τὸ τηνικάδε, ὅμως δ' ἐνεκότει τοῖς πεπραγμένοις καὶ καιρὸν ἐζήτει, ὃν δὴ καὶ τῶν πραγμάτων ψυχὴν λέγουσιν, ἀξίως ἀμυνεῖσθαι. 281
ιθʹ. Ὅπως, ὑπερχόμενος τὸν πατριάρχην, ὁ βασιλεὺς τὴν τοῦ ἀφορισμοῦ λύσιν ἐζήτει. Τῷ μέντοι γε βασιλεῖ καὶ ταῦτα πράττοντι οἱ λογισμοὶ ὁσημέραι διετα ράσσοντο· οὐ γὰρ ἠρεμεῖν ἐκεῖνον εἴα τὸ συνειδός· τὸ γὰρ τοιούτοις δεσμοῖς