Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
ἐξουσίᾳ ἐλάλησε Λάζαρε δεῦρο ἔξω καὶ ὑπήκουσεν ὁ ἄπνους τῷ τοῦ Κυρίου προστάγματι, δεικνύων τήν τε αὐτοῦ θεότητα καὶ ἀνθρωπότητα· οὕτω κατὰ τὸ παρὸν ἠρώτησε πρὸς τοὺς μαθητάς, ἵνα δείξῃ ἑαυτὸν θεὸν καὶ ἄνθρωπον καὶ ἵνα ἐκ τούτου κατὰ μικρὸν ἀνάγωνται εἰς τὸ ὕψος τῆς ἀληθοῦς γνώσεως. 478 2. Ἀλλὰ δὴ καὶ μετὰ τὴν ἀνάστασιν, τί εἶπεν ὁ Θωμᾶς, εἷς ὢν καὶ αὐτὸς τῶν δώδεκα μαθητῶν, ψηλαφήσας τὴν πλευρὰν τοῦ Χριστοῦ; πάντως καὶ αὐτὸς οὕτως εἴ ρηκεν ὁ κύριός μου καὶ ὁ θεός μου· ἢ τί γοῦν φησι καὶ πρὸς αὐτὸν ὁ Χριστός; οὐκ εἶπεν αὐτῷ παῦσαι βλασφημῶν, ἀλλὰ τί; ἑώρακάς με καὶ πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Ἀλλὰ καὶ ἐν τῇ ἀρχῇ τοῦ κηρύγματος τί εἶπε Ναθα ναὴλ ὁ νομοδιδάσκαλος τῶν Ἰουδαίων ὤν; Ἠρώτησεν αὐτόν, ὅσον ἤθελε καὶ ἐβού-λετο· ἀκούσας δὲ παρ' αὐτοῦ τοῦ Χριστοῦ, ἃ εἶχεν ἀπόῤῥητα ἐν τῇ καρδίᾳ αὑτοῦ, λέγει τῷ Ἰησοῦ· σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ἐπιτίμησεγοῦν αὐτῷ ὁ Χριστὸς ὡς κακῶς λαλήσαντι; οὐχί, ἀλλὰ τί λέγει αὐτῷ ὁ Χριστός; Ὅτι εἶπόν σοι τὰ ἀπόῤῥητα τῆς καρδίας σου, πιστεύεις; Μείζονα τούτων ὄψῃ· Καὶ ὅτε μὲν ἐρωτηθεὶς παρὰ τοῦ Πιλάτου ὁ Χριστὸς εἴρηκεν, ὅτι σὺ εἶπας, τοῦτο τοιοῦτόν ἐστιν, ἀλλ' οὐκ ἔστιν ἀρνήσεως λόγος, ἀλλὰ συγκαταθέσεως καὶ ὁμολογίας· καὶ ὥσπερ πρὸς τὸν Ἰούδαν εἶπε, συγκαθήμενος καὶ γὰρ ἐν μιᾷ ὁ Χριστὸς μετὰ τῶν μαθητῶν αὑτοῦ λέγει πρὸς αὐτούς· Εἶς ἐξ ὑμῶν παραδώσει με. Καὶ ἔλεγεν εἷς ἕκαστος περὶ ἑαυτοῦ· Μήτι ἐγώ εἰμι; Καὶ ἄλλος· Μήτι ἐγώ εἰμι; Εἶπε δὲ καὶ ὁ Ἰούδας· Μήτι ἐγώ εἰμι; Λέγει ὁ Χριστός· Σὺ εἶπας. Τότε πάντως οὐκ ἦν ὁ λόγος ἀρνήσεως, ἀλλὰ συγκαταθέσεως. Οὕτω καὶ ἐπὶ τοῦ Πιλάτου, λόγος γὰρ ἦν συνήθης τοῦ τόπου· καὶ ὡς τοῦ τόπου ἐκείνου λόγῳ ἐχρήσατο αὐτῷ ὁ Χριστός. Καὶ ὥσπερ ἀρτίως πολλά κις καὶ ἐπὶ τῶν Μουσουλμάνων λέγει ἕτερος πρὸς τὸν ἕτερον μετὰ συμβουλῆς, ὅτι ποιήσωμεν τόδε καὶ τόδε, καὶ ἀντὶ τοῦ εἰπεῖν τὸν ἕτερον ὅτι γενέσθω, ἀποκρίνεται ὅτι σὺ ἠξεύρεις καὶ οὐκ ἔστι λόγος ἀρνήσεως, ἀλλὰ συγκαταθέσεως, οὕτως καὶ ἐπὶ τοῦ Χριστοῦ. Ὡς τοῦ τόπου ἐκείνου, λέγω, ἐχρήσατο τῇ τοιαύτῃ λέξει ὁ Χριστός, τῇ σὺ εἶπας. Ὅμως ὁ αὐτὸς Πιλάτος ἐρώτησε τὸν Χριστὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ἀπεκρίθη ὁ Χριστός· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκτοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. Νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. Εἶπεν οὖν αὐτῷ ὁ Πιλάτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη ὁ Χριστός· Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. Ἐγὼ εἰς τοῦτο γεγένημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. Λέγει αὐτῷ ὁ Πιλάτος· Τί ἐστιν ἀλήθεια; Ὁρᾶς, πῶς ἐνταῦθα ἐδείχθη σαφέστερον; Πάντως ὁ Χριστὸς βα σιλέα ἔδειξε καὶ εἶπεν ἑαυτόν. Καὶ ἐρωτηθεὶς παρὰ τοῦ Πιλάτου πάλιν αὐτῷ τοῦτο ἀπεκρίθη· ἀντὶ τοῦ εἰπεῖν ναὶ βασιλεύς εἰμι, εἶπε σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. Τί γοῦν ὁ Πιλάτος, εἰπόντος τοῦ Χριστοῦ, ὅτι ἐγὼ εἰς τοῦτο γεγένημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ, λέγει πρὸς αὐτὸν τί ἐστιν ἀλήθεια; τουτέστιν ὅτι εἰ εἰς τὸν κόσμον ἀλήθεια ἦν, οὐκ ἂν παρεδίδου εἰς θάνατον· καὶ οἷον ἀποκλαιόμενος τὴν τῆς ἀληθείας στέρησιν εἶπε· Τί ἐστιν ἀλήθεια; Ἀλλὰ καὶ παρὰ τοῦ ἀρχιερέως ἐρωτηθεὶς ὁ Χριστὸς ὅτι ὁρκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶν τος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, οὐδὲν ἕτερον ἀπεκρίνατο ἢ ὅτι ἐγώ εἰμι. Οἶδας, ὅπως εἰς ἃ οὐκ ἐπίστανται οἱ Μουσουλμάνοι, κατηγοροῦσι τοὺς ἀξίους ἐπαίνου; Ἰδοὺ τοίνυν, εἴπερ ζητεῖς, ἀλήθειαν, γνῶθι αὐτήν. Εἰ δ' οὖν, σὺ οἶδας· οὐ γὰρ παρὰ τῆς ἀληθείας ἐστὶν ἡ περὶ ταύτης ἄγνοια, ἀλλὰ παρὰ τῶν ἀποστρεφομένων αὐτήν. 480 IV. Ὅτι σφαλερῶς καὶ ἐπιβλαβῶς ἐδίδαξεν ὁ Μωάμεθ ἀπολογίας δ-ασ 1. Ἐπειδὴ περὶ τῶν ἄλλων, ὧν παρ' ὑμῶν τῶν Μουσουλμάνων ἐγκαλούμεθα οἱ Χρι στιανοί, ἱκανῶς ἀποδέδεικται, ὥστε εἶναι ἡμᾶς ἀνωτέρους πάσης κατηγορίας, φέρε δὴ λοιπὸν σκεψώμεθα καὶ περὶ τῶν ἑτέρων. Ἔστι δὲ τάδε· ὅτι εἶπεν ὁ θεὸς τῷ